1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

34

λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε. Μονονουχὶ τὰ αὐτὰ τῷ Ἰωσὴφ λέγων ῥήματα, ἅπερ δὴ κἀκεῖνος ἔλεγε πρὸς τοὺς ἀδελφούς· Μὴ φοβεῖσθε, ὅτι ἀπέδοσθέ με οὐχ ὑμεῖς, ἀλλ' ὁ Θεός με ὧδε ἀπέστειλεν. Εἶτα εἰπὼν, ὅτι βουλὴ Θεοῦ, ἵνα μὴ εἴπωσιν, ἄρα καλῶς τοῦτο ἐποιήσαμεν, συλλογίζεται αὐτοὺς δι' οὗ προσέθηκε, ∆ιὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε, Ἐνταῦθα τὸν Ἰούδαν αἰνίττεται· ἅμα δὲ αὐτοῖς δείκνυσιν, ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἦν, εἰ μὴ καὶ αὐτὸς συνεχώρησε καὶ ἐξέδωκεν ὁ Θεὸς αὐτόν. Τοῦτο γάρ ἐστι τὸ Ἔκδοτον. Οὕτως ὅλον ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰούδα περιέστησε τὸ ἔγκλημα τοῦ παραδεδωκότος· αὐτὸς γὰρ αὐτὸν παρέδωκε τῷ φιλήματι. Ἢ τοίνυν περὶ τούτου τὸ, ∆ιὰ χειρῶν ἀνόμων, ἢ τῶν στρατιωτῶν λέγει, δηλῶν, ὅτι Οὐδὲ ἁπλῶς ἀνείλετε, ἀλλὰ, ∆ιὰ τῶν ἀνόμων ἀνδρῶν. Καὶ θέα, πῶς πανταχοῦ σπουδάζουσι τὸ πάθος ὁμολογηθῆναι πρότερον. Τὰ δὲ τῆς ἀναστάσεως ἐπεὶ μέγα ἦν, τέως συσκιάζει, καὶ οὕτω πως μέσον αὐτὸ τίθησιν. Ἐκεῖνα μὲν γὰρ ὡμολόγητο, οἷον ὁ σταυρὸς καὶ ὁ θάνατος, ἡ δὲ ἀνάστασις οὔπω· διὸ καὶ ὕστερον περὶ ταύτης φησὶν ἐπάγων· Ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ. Ἐνταῦθά τι μέγα καὶ ὑψηλὸν ᾐνίξατο. Τὸ γὰρ, Οὐκ ἦν δυνατὸν, καὶ αὐτὸν διδόντα ἐμφαίνει κατασχεῖν· καὶ ὅτι καὶ αὐτὸς ὤδινε κατέχων αὐτὸν ὁ θάνατος, καὶ τὰ δεινὰ ἔπασχεν. Ὠδῖνα γὰρ θανάτου ἡ Γραφὴ τὸν κίνδυνον πανταχοῦ οἶδε καλεῖν· καὶ ὅτι οὕτως ἀνέστη, ὡς μηκέτι πάλιν ἀποθανεῖν. Ἢ τῷ εἰπεῖν, Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ, τοῦτο δηλοῦντός ἐστιν, ὅτι οὐ κοινὴ τοῖς ἄλλοις γέγονεν ἡ ἀνάστασις. Εἶτα πρὶν ἤ τι τὴν διάνοιαν αὐτῶν ἐννοῆσαι, ἐπέστησεν αὐτοῖς τὸν ∆αυῒδ πάντα λογισμὸν ἀνθρώπινον ἀναιροῦντα. ∆αυῒδ γὰρ, φησὶ, λέγει εἰς αὐτόν. Καὶ ὅρα, πῶς πάλιν ἡ μαρτυρία ταπεινή· διὰ δὴ τοῦτο καὶ ἄνωθεν αὐτὴν ἀνέλαβεν ἀπὸ τῶν ταπεινοτέρων, ἵνα δείξῃ, ὅτι οὐ τῶν λυπούντων ἦν ὁ θάνατος. Προωρώμην, φησὶ, τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾄδου. Εἶτα πληρώσας τὴν μαρτυρίαν τὴν προφητικὴν, ἐπάγει· Ἄνδρες ἀδελφοί. Ὅταν μέλλῃ τι λέγειν μέγα, τούτῳ κέχρηται τῷ προοιμίῳ, διεγείρων αὐτοὺς καὶ οἰκειούμενος ἐντεῦθεν. Ἐξὸν εἰπεῖν, φησὶ, μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου ∆αυΐδ. Πολλὴ ἡ ταπεινοφροσύνη· ἔνθα οὐδὲν ἔβλαπτε, συγκαταβαίνει. ∆ιά τοι τοῦτο καὶ οὐκ εἶπεν, ὅτι ταῦτα περὶ τοῦ Χριστοῦ εἴρηται, οὐ περὶ τοῦ ∆αυΐδ· σφόδρα συνετῶς, τῇ πολλῇ περὶ τὸν μακάριον ∆αυῒδ τιμῇ ἐντρέπων αὐτοὺς, καὶ περὶ τοῦ ὡμολογημένου καὶ ὡς τολμηροῦ δοκοῦντος εἰρῆσθαι, παραιτούμενος αὐτοὺς οἷς ἐγκωμιάζει ἠρέμα. ∆ιὸ καὶ οὐ, Περὶ τοῦ ∆αυῒδ, φησὶν ἁπλῶς, ἀλλὰ, Περὶ τοῦ πατριάρχου ∆αυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. Οὐκέτι λέγει, Καὶ οὐκ ἀνέστη, ἀλλ' ἑτέρως ἐξ εὐθείας τὸ αὐτὸ παριστῶν καὶ λέγων· Καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Εἶτα ὃ ἐβούλετο κατασκευάσας, οὐδὲ οὕτως ἦλθεν ἐπὶ τὸν Χριστὸν, ἀλλὰ πάλιν μετ' ἐγκωμίων τῶν τοῦ ∆αυΐδ· Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμωσεν αὐτῷ ὁ Θεός. 60.58 βʹ. Ταῦτα δὲ λέγει, ἵνα κἂν διὰ τὴν εἰς ἐκεῖνον τιμὴν καὶ τὸ γένος δέξωνται τὸν περὶ τῆς ἀναστάσεως λόγον· ὡς καὶ τῆς προφητείας βλαπτομένης εἰ μὴ τοῦτο εἴη, καὶ τῆς εἰς αὐτοὺς τιμῆς. Καὶ εἰδὼς, φησὶν, ὅτι ὅρκῳ ὤμωσεν αὐτῷ ὁ Θεός. Οὐκ εἶπεν, Ἐπηγγείλατο ἁπλῶς, ἀλλ' ὃ πλέον ἦν, Ὅρκῳ ὤμοσε, Ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ. Ὅρα τὸ ὑψηλὸν πῶς πάλιν ᾐνίξατο. Ἐπειδὴ γὰρ αὐτοὺς κατεπράϋνε τοῖς λόγοις, θαῤῥῶν τοῦτο παρενέθηκεν τοῦ προφήτου, καὶ περὶ τῆς ἀναστάσεως διαλέγεται. Ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδου, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτο πάλιν θαυμαστόν· δείκνυσι γὰρ, ὅτι οὐχ ὁμοία τοῖς ἄλλοις ἡ ἀνάστασις. Κατέσχε μὲν γὰρ αὐτὸν, οὐκ εἰργάσατο δὲ τὸ αὐτοῦ τότε ὁ θάνατος. Καὶ τὸ μὲν ἁμάρτημα εἶπε συσκιάσας, τὴν δὲ τιμωρίαν οὐκ ἐπήγαγεν· ἀλλ' ὅτι μὲν ἀνεῖλον, ἐδήλωσε· λοιπὸν δὲ