1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

36

θελήματος Θεοῦ. 31.1024 Ἕκαστον μέντοι χρὴ τῇ ἰδίᾳ ἐργασίᾳ προσ έχειν, καὶ ταύτης ἐπιθυμητικῶς φροντίζειν, καὶ ὡς Θεοῦ ἐφορῶντος, ἐν σπουδῇ ἀόκνῳ καὶ ἐπιμελείᾳ προσεχεστέρᾳ ἀμέμπτως ταύτην ἀποπληροῦν, ἵνα ἔχῃ παῤῥησίαν λέγειν ἀεὶ τό· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν· καὶ μὴ ἄλλοτε εἰς ἄλλο ἀποπηδᾷν. Οὐδὲ γὰρ ἡ φύσις ἡμῶν πολλὰ ὁμοῦ κατορθοῦν ἐπιτηδεύματα δύναται· καὶ τὸ μίαν φιλοπόνως ἐκτελεῖν τοῦ πολλῶν ἀτελῶς ἐφάπτεσθαι χρησιμώτερον. Ὁ γὰρ εἰς πλείονα με ρισμὸς, καὶ ἡ ἄλλοτε ἐπ' ἄλλο μετάβασις πρὸς τὸ μηδὲν τελειοῦν τῶν ἔργων, ἔτι καὶ ἤθους ἐλαφρίαν ἢ προ ϋπάρχουσαν ἐλέγχει, ἢ καὶ μὴ οὖσαν ἐμποιεῖ. Ἐὰν δέ ποτε χρεία καταλάβῃ, ἐπιβοηθεῖν καὶ ἄλλαις τέχναις τὸν ἐπιτηδείως ἔχοντα ἀκόλουθον. Καὶ οὐδὲ τοῦτο ἀφ' ἑαυτοῦ· ἀλλ' εἴ ποτε προσκληθείη, οὐ προηγουμένως ἡμῶν ποιούντων τοῦτο, ἀλλὰ κατὰ περίστασιν· ὡς καὶ ἐπὶ τῶν μελῶν τοῦ σώματος, ὅταν, ὀκλάσαντος τοῦ ποδὸς, ἐπιστηριζώμεθα τῇ χει ρί. Καὶ πάλιν, ὥσπερ τὸ ἀφ' ἑαυτοῦ ἐπιπηδᾷν ἀσύμφορον, οὕτω τὸ προσταχθὲν μὴ καταδέχεσθαι κατηγορίας ἄξιον, ἵνα μήτε πάθος αὐθαδείας τρέ φηται, μήτε ὁ τῆς ὑπακοῆς καὶ εὐπειθείας ὅρος διαλύηται. Καὶ ἡ τῶν ἐργαλείων δὲ φροντὶς διαφέ ρει μὲν προηγουμένως τῷ ἑκάστης ἐργασίας τεχνί τῃ· ἐὰν δὲ ἄρα ποτὲ παροφθῆναι συμβαίη τι, ὡς κοινὸν πάντων κτῆμα, οὕτω τῆς προσηκούσης προ νοίας ἀξιούσθω ὑπὸ τῶν πρώτως θεασαμένων. Εἰ γὰρ καὶ ἡ χρῆσις αὐτῶν ἰδιάζουσα, ἀλλὰ τὸ ἐξ αὐ τῶν χρήσιμον κοινόν. Τὸ γὰρ ὡς οὐδὲν προσηκόντων τῶν ἐκ τῆς ἄλλης τέχνης καταφρονεῖν ἀλλοτριώσεως ἀπόδειξιν ἔχει. Οὐ μὴν οὐδὲ τοὺς μεταχειριζομένους τὰς τέχνας δεσποτείαν ἐκδικεῖν τῶν ἐργαλείων προσ ήκει, ὡς ἢ τῷ προεστῶτι τῆς ἀδελφότητος μὴ συγ χωρεῖν αὐτοῖς κεχρῆσθαι πρὸς ὅπερ ἂν θέλῃ, ἢ ἑαυ τοῖς ἐπιτρέπειν πωλεῖν αὐτὰ ἢ διαμείβειν, ἢ κατὰ ἄλλον τινὰ τρόπον προΐεσθαι· ἢ καὶ προσκτᾶσθαι τοῖς οὖσιν ἕτερα· ὁ γὰρ ἅπαξ κρίνας μηδὲ τῶν χει ρῶν εἶναι τῶν ἑαυτοῦ κύριος, ἀλλ' ἑτέρῳ τὴν ἐνέρ γειαν αὐτῶν οἰκονομεῖν ἐπιτρέψας, πῶς ἂν ὁ τοιοῦ τος ἀκόλουθα πράσσοι, τοῖς ἐργαλείοις τῆς τέχνης ἐναυθεντῶν, καὶ δεσποτείας ἀξιώματι ἐπ' αὐτῶν κεχρημένος;

ΕΡΩΤΗΣΙΣ ΜΒʹ. Ποίῳ σκοπῷ καὶ ποίᾳ διαθέσει ἐργάζεσθαι δεῖ τοὺς

ἐργαζομένους. ΑΠΟΚΡΙΣΙΣ. Ἐκεῖνο μέντοι εἰδέναι χρὴ, ὅτι ὁ ἐργαζόμενος, 31.1025 οὐχ ἵνα ταῖς ἑαυτοῦ χρείαις ὑπηρετῇ διὰ τῶν ἔργων, ἐργάζεσθαι ὀφείλει, ἀλλ' ἵνα τὴν ἐντολὴν τοῦ Κυρίου πληρώσῃ, τοῦ εἰπόντος· Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Τὸ γὰρ ὑπὲρ ἑαυτοῦ με ριμνᾷν παντάπασίν ἐστιν ὑπὸ τοῦ Κυρίου κεκωλυ μένον, εἰπόντος· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· καὶ ἐπενεγκόντος· Ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπι ζητεῖ. Σκοπὸς οὖν ἑκάστῳ προκεῖσθαι ὀφείλει ἐν τῷ ἔργῳ ἡ ὑπηρεσία τῶν δεομένων, οὐχὶ ἡ ἰδία αὐτοῦ χρεία. Οὕτω γὰρ καὶ τῆς φιλαυτίας τὸ ἔγκλημα φεύ ξεται, καὶ τῆς φιλαδελφίας τὴν εὐλογίαν παρὰ τοῦ Κυρίου λήψεται, λέγοντος· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε. Καὶ μηδεὶς τοῦ Ἀποστόλου ἐναν τιοῦσθαι ἡμῶν τῷ λόγῳ νομιζέτω, εἰπόντος· Ἵνα ἐρ γαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Τοῦτο γὰρ πρὸς τοὺς ἀτάκτους καὶ ἀργοὺς εἴρηται· ὡς αἱρετώ τερον τῆς ἐν ἀργίᾳ ζωῆς τὸ ἑαυτῷ γοῦν ὑπηρετεῖν ἕκαστον, καὶ μὴ ἄλλοις ἐπιβαρῆ γίνεσθαι· Ἀκούο μεν γὰρ, φησὶ, τινὰς ἀτάκτως περιπατοῦντας ἐν ὑμῖν, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομέ νους· τοῖς οὖν τοιούτοις, φησὶ, παραγγέλλομεν, καὶ παρακαλοῦμεν, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Καὶ τὸ, Νύκτα δὲ καὶ ἡμέραν ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, εἰς τὸν αὐτὸν φέρει νοῦν· τοῦ Ἀποστόλου διὰ φιλ αδελφίαν εἰς ἐκκοπὴν τῶν ἀτάκτων ἑαυτὸν τοῖς ὑπὲρ τὸ διατεταγμένον αὐτῷ πόνοις ὑποβάλλοντος. Τοῦ δὲ πρὸς τὴν τελείωσιν