1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

36

ἐπιστομιζούσης σου τὴν ἀναισχυντίαν; Εἰ μὲν οὖν μετὰ τὴν ἅλωσιν δέκα μόνον ἔτη ἦν, ἢ εἴκοσι, ἢ τριάκοντα, ἢ πεντήκοντα, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν ἀναισχυντεῖν, πλὴν ἀλλ' ὅμως ὑπελέλειπτό τις τοῖς φιλονεικεῖν βουλομένοις πρόφασις· εἰ δὲ οὐχὶ πεντήκοντα μόνον, ἀλλὰ καὶ ἑκατὸν, καὶ δὶς τοσαῦτα, καὶ τρὶς, καὶ πολλῷ πλείονα παρῆλθον ἔτη μετὰ τὴν ἅλωσιν, καὶ οὐδὲ ἴχνος οὐδὲ σκιά τις ἐφάνη ποτὲ τῆς παρ' ὑμῶν προσδοκωμένης μεταβολῆς, τίνος ἕνεκεν εἰκῆ καὶ μάτην ἀναισχυντεῖς; 48.889 δʹ. Ἤρκει μὲν οὖν καὶ τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἡμῖν τοῦ μηδέποτε τὸν ναὸν ἀναστήσεσθαι. Πλὴν ἀλλ' ἐπειδὴ πολλὴ τῆς ἀληθείας ἡ περιουσία, τὰ Εὐαγγέλια ἀφεὶς, ἐπὶ τοὺς προφήτας τρέψομαι, οἷς μάλιστα δοκοῦσι πιστεύειν· καὶ ἀπ' ἐκείνων ποιήσομαι φανερὸν, ὅτι οὔτε τὴν πόλιν, οὔτε τὸν ναὸν λοιπὸν ἀπολήψονται· καίτοι γε οὐδεμίαν εἶχον ἀνάγκην ἀποδεῖξαι, ὅτι οὐκ ἀναστήσεται, οὐδὲ ἐμὸν τοῦτο ἦν, ἀλλ' ἐκείνων, δεῖξαι τοὐναντίον ὅτι ἀναστήσεται. Ἐγὼ μὲν γὰρ ἔχω τὴν ἀπὸ τοῦ χρόνου σύστασιν μαρτυροῦσάν μοι καὶ συναγωνιζομένην· ἐκεῖνοι δὲ οἱ δι' αὐτῆς μὲν τῆς ἐκβάσεως τῶν πραγμάτων ἡττώμενοι, καὶ ἐν ἔργοις οὐδὲν ἔχοντες δεῖξαι ὧν λέγουσι, κομπάζοντες δὲ ἁπλῶς καὶ εἰκῆ, αὐτοὶ δίκαιοι ταύτην παρασχεῖν τὴν μαρτυρίαν εἰσίν. Ἃ μὲν γὰρ ἐγὼ λέγω, δείκνυμι διὰ τῶν ἔργων αὐτῶν ἐκβεβηκότα, καὶ ὅτι ἔπεσε, καὶ ὅτι οὐκ ἀνέστη ἡ πόλις ἐπὶ χρόνον τοσοῦτον ἃ δὲ ἐκεῖνοι λέγουσιν, ἐν ῥήμασίν ἐστι ψιλοῖς τοῖς αὐτῶν. Καὶ ἐχρῆν αὐτοὺς δεῖξαι, ὅτι ἀναστήσεται πάλιν ἡ πόλις· ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις οὕτως ὁρῶμεν γινομένας τὰς ἀποδείξεις. Ὅταν γάρ τινες ὑπὲρ ὁτουοῦν πρὸς ἀλλήλους ἀμφισβητῶσι, καὶ θάτερος ὧν λέγει ἐγγράφως παρέχῃ τὰς ἀποδείξεις, εἶτα ὁ ἕτερος ἐπιλαμβάνηται τῶν λεγομένων, αὐτὸς ἀναγκάζεται λοιπὸν μάρτυρας ἢ καὶ ἑτέρους παρέχειν ἐλέγχους τοῦ μὴ ταῦτα οὕτως ἔχειν, ὡς τὰ γραμμάτιά φησιν, οὐκ ἐκεῖνος ὁ προφέρων τὰ γραμμάτια. Οὕτω καὶ νῦν ποιεῖν ἔδει τοὺς Ἰουδαίους καὶ παράγειν ἡμῖν προφήτην εἰς μέσον τὸν λέγοντα, ὅτι ἀναστήσεται πάντως ἡ πόλις. Ὅτι γὰρ εἰ καὶ τέλος ἔμελλεν ἕξειν ὑμῖν ἡ παροῦσα αἰχμαλωσία, πᾶσα ἀνάγκη ἦν τοὺς προφήτας ταῦτα προαναφωνεῖν, παντί που δῆλόν ἐστι τῷ καὶ ὁπωσοῦν εἰς τὰ προφητικὰ παρακύψαντι βιβλία. Καὶ γὰρ ἔθος παρὰ Ἰουδαίοις παλαιὸν, τὰ μέλλοντα αὐτοὺς καταλαμβάνειν κακὰ ἢ ἀγαθὰ προαγορεύειν τοὺς προφήτας ἄνωθεν. Τίνος ἕνεκεν καὶ διὰ τί; ∆ιὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην καὶ ἀναισχυντίαν, Ἐπειδὴ γὰρ παραυτὰ τὰς εὐεργεσίας ἐπελανθάνοντο τοῦ ταῦτα πεποιηκότος Θεοῦ, καὶ τοῖς δαίμοσιν ἐπέγραφον τὰ γινόμενα, καὶ τὰ ἀγαθὰ ἐκείνοις ἐλογίζοντο· καὶ νῦν μὲν ἐξελθόντες ἐξ Αἰγύπτου, τῆς θαλάσσης σχισθείσης, καὶ τῶν ἄλλων θαυμάτων γινομένων, ἐπιλαθόμενοι τοῦ ταῦτα πεποιηκότος Θεοῦ, τοῖς οὐ θεοῖς ἀνετίθεσαν τὰ γινόμενα, καὶ τῷ Ἀαρὼν λέγουσι· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν· καὶ τῷ Ἱερεμίᾳ δὲ φαίνονται λέγοντες, Τὸν λόγον ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου, ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδὰς, καθὰ ἐποιήσαμεν καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν· καὶ ἐνεπλήσθημεν ἄρτων, καὶ ἐγενήθημεν χρηστοὶ, καὶ κακὰ οὐκ οἴδαμεν· καὶ ὡς θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδοντες αὐτῇ σπονδὰς, ἠλαττώθημεν πάντες ἡμεῖς, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν· ἵνα οὖν μηδὲν τῶν συμβαινόντων τοῖς εἰδώλοις λογίζωνται, ἀλλὰ καὶ τὰς τιμωρίας καὶ τὰς εὐεργεσίας παρὰ τοῦ Θεοῦ πιστεύωσιν αὐτοῖς ἀεὶ παραγίνεσθαι, τὰς μὲν διὰ τὰς ἁμαρτίας, τὰς δὲ διὰ φιλανθρωπίαν, ἄνωθεν αὐτοῖς προὔλεγον οἱ προφῆται τὰ μέλλοντα ἔσεσθαι. Καὶ ἵνα μάθῃς ὅτι αὕτη ἐστὶν ἡ αἰτίᾳ τῆς 48.890 προῤῥήσεως, ἄκουε τί φησιν ὁ μεγαλοφωνότατος Ἡσαΐας· Γινώσκω ὅτι σκληρὸς εἶ σὺ πρὸς τὸν λαὸν τὸν Ἰουδαϊκὸν, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· τουτέστιν ἀκαμπὴς, καὶ τὸ