36
καὶ ὅτι οὐχ ἁπλῶς, ἀλλὰ καὶ μετὰ δαψιλείας. ∆ιὸ καὶ αὐτὸ τοῦτο δῆλον ποιῶν, ἐπάγει τὰ ἑξῆς. Λοιπὸν γὰρ θαῤῥούντως μετὰ τὴν τοῦ Πνεύματος δόσιν, καὶ περὶ τῆς εἰς τοὺς οὐρανοὺς ἀναλήψεως διαλέγεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τὸν μάρτυρα παράγων, καὶ ἐκείνου ἀναμιμνήσκων περὶ οὗ ὁ Χριστὸς εἶπεν. Οὐ γὰρ ∆αυῒδ ἀνέβη, φησὶν, εἰς τοὺς οὐρανούς. γʹ. Ἐνταῦθα οὐκ ἔτι μεθ' ὑποστολῆς δημηγορεῖ, ἔχων τὸ ἀπὸ τῶν εἰρημένων θάρσος, οὐδὲ λέγει. Ἐξὸν εἰπεῖν, οὐδὲ ὅσα τοιαῦτα· λέγει δὲ φανερῶς, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἰ δὲ τοῦ ∆αυῒδ Κύριος, πολλῷ μᾶλλον αὐτῶν. Κάθου ἐκ δεξιῶν μου. Τὸ πᾶν ἐνταῦθα τέθεικεν. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐνταῦθα καὶ φόβον ἐπέστησε μέγαν, καθάπερ ἐν τῇ ἀρχῇ ἔδειξεν, οἷα τοὺς φίλους ἐργάζεται, οἷα τοὺς ἐχθρούς. Καὶ πάλιν τὴν κράτησιν, ἵνα μὴ ἀπιστῆται, τῷ Πατρὶ ἀνατίθησιν. Ἐπεὶ οὖν μεγάλα ἐφθέγξατο, πάλιν ἐπὶ τὰ ταπεινὰ τὸν λόγον κατάγει. Ἀσφαλῶς οὖν γινωσκέτω, φησὶ, πᾶς οἶκος Ἰσραήλ· τουτέστι, Μὴ ἀμφισβητεῖτε, μηδὲ ἀμφιβάλλετε. Εἶτα καὶ ἐπιτακτικῶς λοιπόν· Ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε. Τοῦτο ἀπὸ τοῦ ∆αυῒδ καὶ ἀπὸ τοῦ Ψαλμοῦ ἐμνημόνευσε. ∆έον γὰρ εἰπεῖν, Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι ἐκ δεξιῶν κάθηται, ὅπερ ἦν μέγα, τοῦτο ἀφεὶς, ἕτερον ἐπάγει τὸ πολὺ ταπεινότερον εἰπὼν, Ἐποίησε, τουτέστι, Κατέστησεν. Ὥστε οὐδὲν περὶ οὐσιώσεως ἐνταῦθα, ἀλλὰ πᾶν φησι περὶ τούτου. Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Καλῶς ἐνταῦθα 60.60 ἔληξε, διασείων αὐτῶν τὴν διάνοιαν. Ἐπειδὴ γὰρ ἔδειξεν ἡλίκον ἐστὶ, τότε λοιπὸν, καὶ τὸ τόλμημα ἐγύμνωσεν, ὥστε μεῖζον δεῖξαι καὶ τῷ φόβῳ αὐτοὺς ἑλεῖν. Οὐ γὰρ οὕτως οἱ ἄνθρωποι ταῖς εὐεργεσίαις ἐπάγονται, ὡς τῷ φόβῳ σωφρονίζονται. Οἱ δὲ θαυμαστοὶ καὶ μεγάλοι καὶ Θεῷ φίλοι, οὐδενὸς τούτων δέονται· οἷος ὁ Παῦλος ἦν. Οὐ γὰρ βασιλείας, οὐ γεέννης λόγον ἐποιεῖτο. Τοῦτό ἐστι φιλεῖν τὸν Χριστὸν, τοῦτο μὴ μισθωτὸν εἶναι, μηδὲ πραγματείαν καὶ καπηλείαν ἡγεῖσθαι, ἀλλ' ὄντως ἐνάρετον εἶναι, καὶ διὰ τὸ τῷ Θεῷ φίλον πάντα ποιεῖν. Πόσων οὖν δακρύων ἄξιοι, ὅταν τοσοῦτον ὀφείλοντες μέτρον, μηδὲ ὡς κάπηλοι μετίωμεν τὴν βασιλείαν τῶν οὐρανῶν; Τοσαῦτα ἡμῖν ὑπισχνεῖται, καὶ οὐδὲ οὕτως ἀκούομεν; Τί ταύτης τῆς ἔχθρας ἴσον γένοιτο ἄν; Καίτοι γε οἱ περὶ χρήματα μαινόμενοι, κἂν ἐχθροὺς, κἂν δούλους, κἂν πολεμιωτάτους εὕρωσι, κἂν πάντα κακοὺς, μόνον δὲ προσδοκήσωσιν, ὅτι χρήματα δι' αὐτῶν δυνήσονται λαβεῖν, πάντα ποιοῦσι, καὶ κολακεύουσι, καὶ θεραπεύουσι, καὶ δοῦλοι γίνονται, καὶ πάντων ἡγοῦνται αὐτοὺς σεμνοτέρους εἶναι, ἵνα τι λάβωσι παρ' αὐτῶν· ἡ γὰρ τῶν χρημάτων ἐλπὶς οὐδὲν τούτων αὐτοὺς ἀφίησιν ἐννοῆσαι. Βασιλεία δὲ οὐκ ἴσχυσεν ὅσα χρήματα, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστόν· καίτοι οὐδὲ ὁ τυχών ἐστιν ὁ ἐπαγγελλόμενος αὐτὴν, ἀλλ' ὁ ἀσυγκρίτως καὶ τῆς βασιλείας αὐτῆς μείζων. Ὅταν δὲ καὶ τὸ ἐπαγγελλόμενον βασιλεία, καὶ Θεὸς ὁ ταύτην διδοὺς, μέγα καὶ αὐτὸ τὸ παρὰ τοιούτου λαμβάνειν. Νῦν δὲ ταὐτὸν γίνεται, ὥσπερ ἂν εἰ βασιλεὺς μὲν κληρονόμους αὐτοῦ καὶ συγκληρονόμους τῷ υἱῷ βουλόμενος ποιῆσαι μετὰ μυρίας καὶ ἑτέρας εὐεργεσίας, καταφρονοῖτο· λῄσταρχος δὲ μυρία καὶ ἡμᾶς καὶ τοὺς γονεῖς τοὺς ἡμετέρους διαθεὶς, καὶ μυρίων γέμων κακῶν, καὶ καταισχύνας ἡμῶν καὶ τὴν δόξαν καὶ τὴν σωτηρίαν, ἕνα μόνον ὀβολὸν δείξας προσκυνοῖτο παρ' ἡμῶν. Βασιλείαν ἐπαγγέλλεται ὁ Θεὸς, καὶ καταφρονεῖται· γέενναν προξενεῖ ὁ διάβολος, καὶ τιμᾶται. Οὗτος Θεὸς, ἐκεῖνος διάβολος. Ἀλλ' ἴδωμεν τῶν ἐπιταγμάτων τὸ διάφορον. Εἰ γὰρ μηδὲν τούτων ἦν, μηδὲ οὗτος μὲν Θεὸς, ἐκεῖνος δὲ διάβολος· μηδὲ οὗτος μὲν βασιλείαν, ἐκεῖνος δὲ γέενναν προεξένει· αὐτὴ τῶν ἐπιταγμάτων ἡ φύσις οὐχ ἱκανὴ πεῖσαι τούτῳ προσθέσθαι; Τί δαὶ καὶ ἑκάτερος ἐπιτάττει; Ἐκεῖνος τὰ καταισχύνοντα, οὗτος τὰ ἐνδόξους ποιοῦντα· ἐκεῖνος τὰ μυρίαις περιβάλλοντα συμφοραῖς καὶ ἀσχημοσύναις, οὗτος τὰ πολλὴν τὴν ἄνεσιν ἔχοντα. Ὅρα γάρ· Οὗτος λέγει, Μάθετε ἀπ' ἐμοῦ, ὅτι