1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

37

σπεύδοντός ἐστι νυκτὸς καὶ ἡμέρας ἐργάζεσθαι, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἐπεὶ ὅ γε ἑαυτῷ, ἢ καὶ τῷ τὴν φροντίδα τῶν χρειῶν ἀναδεδεγμένῳ ἐλπίζων, καὶ ἢ τὴν οἰκείαν ἢ τὴν τοῦ συνόντος ἐργασίαν ἱκανὴν ἀφορμὴν πρὸς τὸ ζῇν τιθέμενος, καθόσον ἐπ' ἄνθρωπον τὴν ἐλπίδα ἔθετο, κίνδυνον ἔχει ὑποπεσεῖν τῇ κατάρᾳ τῇ λε γούσῃ· Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίξει σάρκα βρα χίονος αὐτοῦ, καὶ ἀπὸ Κυρίου ἀποσταίη ἡ ψυχὴ αὐτοῦ· τοῦ λόγου διὰ μὲν τοῦ, Ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, τῷ ἑτέρῳ ἐπελπίζειν· διὰ δὲ τοῦ, Καὶ στηρίξει σάρκα βραχίονος αὐτοῦ, τὸ ἐφ' ἑαυτῷ πεποιθέναι ἀπαγορεύοντος· ἑκάτερον δὲ αὐτῶν ἀπο στασίαν ἀπὸ Κυρίου ὀνομάζοντος, καὶ τὸ τέλος ἀμ φοτέρων ἐπάγοντος, Ὅτι ἔσται ὡς ἡ ἀγριομυ 31.1028 ρίκη ἡ ἐν τῇ ἐρήμῳ· καὶ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά· δεικνύντος τοῦ λόγου, ὅτι τὸ ἑαυτῷ ἢ ἄλλῳ τινὶ ἐπελπίζειν ἀποστῆναί ἐστιν ἀπὸ Κυρίου.

ΕΡΩΤΗΣΙΣ ΜΓʹ. Ὁ μὲν περὶ τῶν ἐργασιῶν τρόπος ἀρκούντως ἡμῖν

παραδέδοται· πλὴν ἐὰν μή τι ὑπ' αὐτῶν τῶν πραγμάτων προσεξευρεῖν διδαχθῶμεν. Τοὺς δὲ προεστῶτας τῆς ἀδελφότητος ὁποίους εἶναι χρὴ, ἢ πῶς ἄγειν τοὺς συνόντας, τοῦτο διευ κρινηθῆναι δεόμεθα. ΑΠΟΚΡΙΣΙΣ Εἴρηται μὲν, ὡς ἐν κεφαλαίῳ, καὶ περὶ τοῦ μέρους τούτου· πλὴν ἀλλ' ἐπειδὴ καλῶς ποιοῦντες ἐπὶ πλεῖον τρανωθῆναι τὸ μέρος τοῦτο βούλεσθε (διότι οἷον ἐὰν ᾖ τὸ ἐπιστατοῦν καὶ ἄρχον, τοιοῦτον, ὡς τὰ πολλὰ, γίνεσθαι φιλεῖ καὶ τὸ ἀρχόμενον), ἀναγκαῖον μὴ παρέργως αὐτὸ παρελθεῖν. Χρὴ τοίνυν τὸν προεστῶτα μεμνημένον τῆς τοῦ Ἀποστόλου παραγγελίας λέγοντος, Τύπος γίνου τῶν πιστῶν, πάσης ἐντολῆς τοῦ Κυρίου ἐναργὲς ὑπόδειγμα τὸν ἑαυτοῦ βίον παρέχειν, ὡς μηδεμίαν τοῖς διδασκομέ νοις ἀφορμὴν καταλιμπάνειν πρὸς τὸ ἀδύνατον ἢ εὐκαταφρόνητον ἡγεῖσθαι τὴν ἐντολὴν τοῦ Κυρίου. Πρῶτον μὲν οὖν, ὃ πρῶτόν ἐστιν, ἐν ἀγάπῃ Χριστοῦ τὴν ταπεινοφροσύνην οὕτω χρὴ παρ' αὐτοῦ κατορθοῦσθαι, ὡς καὶ σιωπῶντος αὐτοῦ τὸ ἐκ τῶν ἔργων ὑπόδειγμα παντὸς λόγου ἰσχυρότερον εἰς δι δασκαλίαν προκεῖσθαι. Εἰ γὰρ οὗτος ὅρος Χριστια νισμοῦ, μίμησις Χριστοῦ ἐν τῷ μέτρῳ τῆς ἐνανθρω πήσεως, κατὰ τὸ ἐπιβάλλον τῇ ἑκάστου κλήσει, οἱ τὴν ὁδηγίαν τῶν πολλῶν πεπιστευμένοι τοὺς ἔτι ἀσθενεστέρους διὰ τῆς ἑαυτῶν μεσιτείας προβιβάζειν ὀφείλουσι τῇ τοῦ Χριστοῦ ἐξομοιώσει, κατὰ τὸν μα κάριον Παῦλον λέγοντα· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πρώτους οὖν αὐτοὺς, τὸ παραδοθὲν τῆς ταπεινο φροσύνης μέτρον παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ κατορθοῦντας, ὑπογραμμὸν ἀκριβῆ προσήκει γίνεσθαι. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Πραότης οὖν τρόπου καὶ καρδίας ταπείνωσις χαρακτηριζέτω τὸν προϊστά μενον. Εἰ γὰρ ὁ Κύριος τὴν διακονίαν τῶν ἰδίων δούλων οὐκ ἐπῃσχύνθη, ἀλλὰ κατεδέξατο ὑπηρέ της εἶναι τῆς γῆς καὶ τοῦ πηλοῦ, ὃν αὐτὸς ἔπλασε, καὶ εἰς ἄνθρωπον διεμόρφωσεν (Ἐγὼ γὰρ εἰμὶ, φη σὶν, ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν)· τί χρὴ ποι οῦντας ἡμᾶς τοῖς ὁμοτίμοις νομίζειν αὐτοῦ τῆς μιμή σεως ἐφικνεῖσθαι; Ἓν μὲν δὴ τοῦτο ἐπὶ τοσοῦτον ὑπάρχειν δεῖ τῷ προεστῶτι. Ἔπειτα εὔσπλαγχνον, καὶ μακροθύμως ἀνεχόμενον τῶν ἐξ ἀπειρίας ἐλλιμ πανόντων τι τῶν καθηκόντων, οὐχ ὑποσιωπῶντα τοῖς 31.1029 ἁμαρτήμασιν, ἀλλὰ πράως ἀνεχόμενον τῶν ἀφηνια ζόντων καὶ τὰς ἰατρείας αὐτοῖς ἐν πάσῃ εὐ σπλαγχνίᾳ καὶ συμμετρίᾳ προσάγοντα. Ἱκανὸν δὲ τρόπον τῆς θεραπείας τῷ πάθει οἰκεῖον ἐξευρεῖν, οὐ μετὰ αὐθαδείας ἐπιτιμῶντα, ἀλλ' ἐν πραότητι νουθε τοῦντα καὶ παιδεύοντα, καθὼς γέγραπται, νηφάλιον ἐν τοῖς παροῦσι, προορατικὸν τῶν μελλόντων, ἱκανὸν μὲν τοῖς ἰσχυροῖς συναθλεῖν, τῶν δὲ ἀδυνάτων βαστά ζειν τὰ ἀσθενήματα, καὶ πάντα ποιεῖν καὶ λέγειν δυνάμενον πρὸς καταρτισμὸν τῶν συνόντων· μὴ ἑαυτῷ λαμβάνοντα τὴν προστασίαν, ἀλλ' ἐγκριθέντα τῶν ἐν ταῖς ἄλλαις ἀδελφότησι προεχόντων, καὶ ἱκα