1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

37

πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ἐκεῖνός φησιν, Ἄγριος ἔσο καὶ ἀνήμερος, καὶ ἀκρόχολος καὶ ὀργίλος, καὶ θηρίον μᾶλλον, ἢ ἄνθρωπος. Ἴδωμεν οὖν, τί χρησιμώτερον, τί δαὶ ὠφελιμώτερον. Ἀλλὰ μὴ τοῦτο μόνον, ἀλλ' ἐννόησον, ὅτι ὁ μὲν διάβολός ἐστι· μάλιστα γὰρ ἂν ἐκεῖνο δειχθῇ, πάλιν τὰ νικητήρια ἔσται μείζονα. Οὐ γὰρ ὁ εὔκολα ἐπιτάττων οὗτος κηδεμὼν, ἀλλ' ὁ συμφέροντα. Ἐπεὶ καὶ πατέρες φορτικὰ ἐπιτάττουσι, καὶ δεσπόται πάλιν ὁμοίως δούλοις· ἀλλὰ διὰ τοῦτο οἱ μέν εἰσι πατέρες, οἱ δὲ δεσπόται· ἐκεῖνοι δὲ ἀνδραποδισταὶ καὶ λυμεῶνες καὶ πάντα τὰ ἐναντία. Πλὴν ὅτι καὶ ἡδονὴν ἔχει, δῆλον ἐκεῖθεν. Ἐν τίσι γὰρ νομίζεις εἶναι τὸν ἀκρόχολον, ἐν τίσι δὲ τὸν ἀνεξίκακον καὶ πρᾶον, οὐχὶ τούτου μὲν ἡ ψυχὴ ἐρημίᾳ τινὶ πολλὴν ἐχούσῃ τὴν ἡσυχίαν ἔοικεν· ἡ ἐκείνου δὲ ἀγορᾷ καὶ θορύβῳ, ἔνθα πολλὴ ἡ κραυγὴ 60.61 τῶν ἀκολούθων καὶ καμήλοις, καὶ ἡμιόνοις. καὶ ὄνοις, μεγάλα τοῖς προσιοῦσιν ἐμβοώντων, ὥστε μὴ καταπατηθῆναι; οὐχ ἡ μὲν τοῦ τοιούτου ταῖς μέσαις πάλιν τῶν πόλεων ἐοικυῖά ἐστιν, ἔνθα νῦν μὲν ἐντεῦθεν ἀργυροκόπων, νῦν δὲ ἐκεῖθεν τῶν χαλκοτύπων ὁ ἦχος πολὺς γίνεται, καὶ οἱ μὲν ἐπηρεάζουσιν, οἱ δὲ ἐπηρεάζονται; Ἀλλ' ἡ τούτου κορυφῇ τινι ἔοικεν ὄρους, λεπτὴν μὲν ἔχοντι τὴν αὔραν, καθαρὰν δὲ τὴν ἀκτῖνα δεχομένῳ, διειδῆ τὰ νάματα προχέοντι τῶν πηγῶν, καὶ πολλὰς τῶν ἀνθέων προβαλλομένῳ τὰς χάριτας, τῶν ἐαρινῶν ὁμοίως λειμώνων τε καὶ παραδείσων, καὶ φυτοῖς καὶ ἄνθεσι κομώντων καὶ καταῤῥύτοις ὕδασιν· εἴ τις δὲ καὶ ἠχὴ γένοιτο, λιγυρὰ καὶ πολλὴν καταχέουσα τῶν ἀκουόντων τὴν ἡδονήν. Ἢ γὰρ ὄρνιθες ᾠδικοὶ ἄκροις τῶν δένδρων ἐφιζάνουσι τοῖς πετάλοις, καὶ τέττιγες, καὶ ἀηδόνες, καὶ χελιδόνες, συμφώνως μίαν τινὰ ἀποτελοῦσι μουσικήν· ἢ ζέφυρος ἠρέμα τῶν πετάλων τοῖς δένδροις προσπίπτων, πίτυς καὶ πεύκας συριζούσας, καὶ κύκνους πολλάκις μιμεῖται· ἢ λειμὼν ῥόδα προβάλλων καὶ κρίνα ἀλλήλοις προσκεκλικότα καὶ κυανίζοντα, καθάπερ πέλαγος κυανὸν ἠρέμα κυματούμενον δείκνυσι. Μᾶλλον δὲ πολλὰς εἰκόνας εὕροι τις ἄν. Ὅταν μὲν γὰρ εἰς τὰ ῥόδα τις ἀποβλέψῃ, τὴν ἶριν οἰήσεται καθορᾷν· ὅταν δὲ εἰς τὰ ἴα, θάλατταν κυματουμένην· ὅταν δὲ εἰς τὰ κρίνα, τὸν οὐρανόν. Οὐ τῇ θέᾳ δὲ μόνον, οὐδὲ τῇ ὄψει τέρποιτο ἂν τότε ὁ τοιοῦτος, ἀλλὰ καὶ τῷ σώματι αὐτῷ. Ἐκεῖνον γὰρ μᾶλλον ἀνίησί τε καὶ ἀναπνεῖν ποιεῖ, ὥστε νομίζειν ἐν οὐρανῷ μᾶλλον εἶναι, ἢ ἐπὶ γῆς. δʹ. Ἔστι καὶ ἑτέρα τις ἠχὴ, ὅταν ὕδωρ ἀπὸ τῆς ἀκρωρείας διὰ χαραδρῶν αὐτομάτως φερόμενον, καὶ ταῖς ὑποκειμέναις ψηφῖσιν ἠρέμα ἐπιψοφοῦν ἡσύχῳ κτύπῳ, οὕτως ἐκλύῃ τὰ μέλη ἡμῶν τῇ ἡδονῇ, ὥστε καὶ ταχέως τὸν λυσιμελῆ τοῖς ὀφθαλμοῖς ὕπνον ἐπάγειν. Ἡδέως ἠκούσατε τοῦ διηγήματος· τάχα καὶ ἐρασταὶ γεγόνατε ἐρημίας. Ἀλλὰ ταύτης τῆς ἐρημίας ἡδίων πολλῷ τοῦ μακροθύμου ἡ ψυχή. Οὐ γὰρ ἵνα λειμῶνα ὑπογράψωμεν, οὐδὲ ἵνα πρὸς ἐπίδειξιν τὸν λόγον ἀγάγωμεν, ταύτης ἡψάμεθα τῆς εἰκόνος· ἀλλ' ἵνα διὰ τῆς ὑπογραφῆς ἰδόντες, ὅση τῶν μακροθύμων ἡ ἡδονὴ, καὶ ὅτι πολλῷ ἀνδρὶ μακροθύμῳ συγγινόμενος ἄν τις καὶ ἥδοιτο καὶ ὠφελοῖτο, ἢ τοιούτοις ὁμιλήσας χωρίοις, τούτους μεταδιώκητε. Ὅταν γὰρ μηδὲ πνεῦμα σφοδρὸν ἀπὸ ταύτης ἐξέρχηται τῆς ψυχῆς, ἀλλ' ἥμεροί τινες λόγοι καὶ προσηνεῖς, καὶ ὄντως ἐκεῖνο τὸ τοῦ ζεφύρου ἤρεμον εἰκονίζοντες, καὶ παραινέσεις, οὐδὲν μὲν ἔχουσαι στῦφον, τοὺς δὲ ὄρνιθας τοὺς ᾠδικοὺς μιμούμεναι· πῶς οὐ τοῦτο βέλτιον; Οὐ γὰρ σώματι προσπίπτει τοῦ λόγου ἡ αὔρα, ἀλλὰ ψυχὰς ἀνίησιν. Οὐκ ἂν ἰατρὸς πυρέττοντα ἄνθρωπον οὕτω ταχέως ἀπαλλάξειε τοῦ πυρετοῦ, δι' οἱασδήποτε σπουδῆς, ὡς μακρόθυμος ἀνὴρ καὶ ὀργίλον καὶ καιόμενον ὑπὸ τῆς ὀργῆς λαβὼν, καταψύξειε διὰ τοῦ πνεύματος τῶν οἰκείων λόγων. Καὶ τί λέγω ἰατρόν; Οὐδὲ σίδηρος πεπυρωμένος καὶ ὕδατι βαπτόμενος οὕτω ταχέως τῆς θέρμης ἀφίσταται, ὡς εἰς μακρόθυμον ψυχὴν ἄνθρωπος ὀργίλος ἐμπεσών. Καθάπερ δὲ ἐπὶ τῆς ἀγορᾶς, εἰ εἰσέλθοιεν ᾠδικοὶ ὄρνιθες, 60.62 καὶ λῆρος εἶναι δοκοῦσιν· οὕτω δὴ καὶ τὰ παραγγέλματα τὰ ἡμέτερα, εἰς ψυχὰς ἀκροχόλους ἐμπίπτοντα. Ἄρα