1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

38

κρίσεως, ἀεὶ σχεδὸν τὰ τελευταῖα πνέων καὶ εἰς οὐδὲν ἐμαυτῷ χρῆσθαι δυνάμενος. 130.4 ∆ιὰ τοῦτο συγγινωσκέτω μὲν ἡμῖν ἡ σὴ μεγαλόνοια, πεισθήτω δὲ διὰ σοῦ καὶ ὁ εὐσεβέστατος βασιλεὺς μὴ ῥᾳθυμίαν ἡμῶν καταγινώσκειν, ἀλλὰ συγγινώσκειν τῇ ἀσθενείᾳ δι' ἣν οἶδε καὶ συγχωρήσας ἡμῖν δεηθεῖσιν ἀντ' ἄλλης εὐεργεσίας τὴν ἀναχώρησιν.

131.Τ ΟΛΥΜΠΙΩΙ 131.1 Τοῦτό μοι τῆς ἀρρωστίας ἐστὶ βαρύτερον τὸ ἀρρωσ

τοῦντα μηδὲ πιστεύεσθαι, ἀλλ' ἐκδημίαν οὕτω μακρὰν ἐπιτάττεσθαι καὶ εἰς μέσους θορύβους ὠθεῖσθαι, ὧν τὴν ἀναχώρησιν ἠγαπήσαμεν, μικροῦ καὶ χάριν διὰ τοῦτο τῇ τοῦ σώματος κακοπαθείᾳ ὁμολογήσαντες. 131.2 Ἀπράγμων γὰρ ἡσυχία τῆς ἐν πράγμασι περιφανείας τιμιωτέρα. Τοῦτο ἐπέστειλα μὲν καὶ πρῴην τῷ θαυμασιωτάτῳ οὐϊκαρίῳ τὸ αὐτὸ δεξάμενος πρόσταγμα· ἐπιστεῖλαι δὲ καὶ νῦν ὑπὲρ ἡμῶν ἡ σὴ μεγαλόνοια καταξιωσάτω, ὃν ἀξιόπιστον μάρτυρα τῆς ἡμετέρας ἔχομεν ἀρρωστίας. 131.3 Πείθει δὲ καὶ ἡ ζημία ἣν ἐζημιώμεθα νῦν, μηδὲ προσδραμεῖν καὶ ἀπολαῦσαί σου δυνηθέντες, ἄρχοντος οὕτω δεξιοῦ καὶ οὕτω θαυμασίου τὴν ἀρετήν, ὡς καὶ τὰ προοίμια τῆς σῆς ἀρχῆς εἶναι τιμιώτερα τῆς διὰ τέλους ἑτέρων εὐδοκιμήσεως. 132.Τ ΣΑΤΟΡΝΙΝΩΙ 132.1 Ἀπαιτεῖς, εὖ οἶδα, τὰ φιλικά, καὶ εἰ τολμηρότερον ἄλλως τὸ γράφειν. Τοῖς μὲν γὰρ ἔξω τὴν ἐξουσίαν, ἡμῖν δὲ νέμεις τὴν παρρησίαν ὡς ὁμόδουλος ἀγαθὸς τοῖς Θεῷ πλησιάζειν ἠξιωμένοις. 132.2 ∆ιὰ τοῦτό σε καὶ προσφθεγ γόμεθα καὶ ποθοῦντί σοι παραστήσομεν τὰ ἡμέτερα. Πάντα ἡμῖν σὺν Θεῷ καλῶς ἔχει, πλὴν ἑνός, τοῦ μεριμνᾶν περὶ τῶν Ἐκκλησιῶν οὕτω ταρασσομένων. 132.3 Ταύταις ὅ τι ἂν δυνηθῇς εἰσενεγκεῖν, μὴ κατοκνήσῃς τὴν κοινὴν ὁμόνοιαν καὶ λόγῳ καὶ ἔργῳ βραβεῦσαι, ἐπειδὴ πάλιν ἐπισκόπων σύνοδος καὶ δέος πάλιν μὴ καὶ νῦν αἰσχυν θῶμεν, πικρὸν καὶ ταύτης λαβούσης τὸ τέλος, ὥσπερ τῆς πρότερον. 132.4 Τὰ γὰρ ἡμέτερα Θεῷ τῷ πάντα εἰδότι καὶ γινώσκειν καὶ κρίνειν ἀφήσομεν, εἰ καὶ ἡδέως εἵξαμεν τῷ φθόνῳ καὶ τοῖς βουλομένοις, οὐ χρηστοῦ τινος πράγμα τος, ὡς δοκεῖ τοῖς πολλοῖς, ἀλλὰ καὶ λίαν ἐπικινδύνου παραχωρήσαντες, καὶ ὥσπερ ἐκ χειμῶνος δεινοῦ καὶ τραχέος εἰς ὅρμον τινὰ εὔδιον καὶ ἀσφαλῆ καταντήσαντες. 133.Τ ΒΙΚΤΟΡΙ 133.1 Οὐχ ὅτι νῦν γράφομεν, τολμηροί, ἀλλ' ὅτι μὴ τάχιον, ὀκνηροί, μᾶλλον δὲ οὐδὲ τοῦτο· οὐ γὰρ εὐπο ροῦμεν δι' ὧν ἐπιστελοῦμεν, καίτοι γε πῶς οἴει τοῦτο ποθοῦντες, ἐν ἀγρῷ πόρρω που τῆς μονῆς διατρίβοντες κἀκεῖ τοῦ σώματος ἡμῶν ἐπιμελούμενοι. 133.2 Νῦν δέ, ἡνίκα καιρός, καὶ προσφθεγγόμεθά σε καὶ ἀξιοῦμεν ἣν παροῦσιν ἡμῖν τιμὴν ἐχαρίζου, ταύτην καὶ ἀποῦσι χαρί ζεσθαι, καὶ μὴ διὰ γραμμάτων ὀκνεῖν παραμυθεῖσθαι ἡμᾶς σφόδρα τῷ χωρισμῷ κάμνοντας. 133.3 Ἐπειδὴ δὲ πάλιν σύνοδος, ἀγὼν πάλιν, καὶ τοῦτο ἐν μέσοις ἐχθροῖς πάντα τηροῦσιν ἐπιμελῶς τὰ ἡμέτερα, δὸς χεῖρα τῇ κοινῇ καταστάσει, ὡς μέρος ὢν τῆς Ἐκκλησίας οὐ τὸ φαυλότατον, καὶ μὴ περιίδῃς πάντα καταναλωθέντα τῷ ἐμπρησμῷ τῷ νῦν περιέχοντι τὴν Ἐκκλησίαν. 133.4 Ἀλλ' ὅ τι ἂν δυνηθῇς τῶν σβεστηρίων ὀργάνων, τοῦτο προσένεγκε, καὶ τοῖς ἄλλοις διακελεύου, ἵνα καὶ τὸ σὸν εὖ ἔχῃ, τοῦ κοινοῦ πράττοντος ἄμεινον. 134.Τ ΤΩΙ ΑΥΤΩΙ 134.1 Ὄντως νικητὴς σὺ καὶ διὰ πάντων ἀριστεύς, ὦ θαυμάσιε. Νικῶν γὰρ τοῖς ὅπλοις τοὺς πολεμίους, ἕως ἐξῆν, καὶ νῦν πάντας νικᾷς χρηστότητι. 134.2 ∆ιὰ τοῦτο καὶ τὴν προσηγορίαν ταύτην ἐθαρρήσαμεν προσαγαγεῖν, καὶ μετὰ τῆς προσηγορίας τὸν τιμιώτατον υἱὸν Ὑπερέχιον, ὃν οἶδα ὅτι καὶ διὰ τὸν τρόπον τιμήσεις, εἰ πεῖραν τοῦ ἀνδρὸς λάβοις, καὶ δι' ἡμᾶς οἷς ἔγνωκας τὰ πάντα χαρί ζεσθαι. 134.3 Καὶ θαρρεῖν σοι κέλευε, εἰς ὑπόμνημα τῆς ἡμετέρας φιλίας, ἥν, ὅσον αἰδῇ, πεπείσμεθα. 135.Τ ΣΩΦΡΟΝΙΩΙ 135.1 Φιλοσοφοῦμεν ἐφ' ἡσυχίας· τοῦτο οἱ μισοῦντες ἡμᾶς ἠδικήκασιν, ὡς εἴθε τι καὶ ἄλλο τοιοῦτον, ἵνα μᾶλλον αὐτοὺς εὐεργέτας γινώσκωμεν. Πολλὰ γάρ ἐστι καὶ ἀδικουμένους εὖ