1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

39

δηλοῦντες οἱ τρεῖς παῖδες, καὶ δεικνύντες ὅτι διὰ τῶν ἔργων αὐτῶν ἐξέβη τὸ τῆς κολάσεως εἶδος, καὶ αὐτοὶ πρὸς τὸν Θεὸν ἐξομολογούμενοι, περὶ τῶν κοινῶν ἁμαρτημάτων ἔλεγον· Παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. Ὁρᾷς ὡς ἡ ἀρὰ ἐπληροῦτο ἐκείνη ἡ λέγουσα· Ἔσεσθε ἐν ἀριθμῷ βραχεῖς· καὶ ἡ λέγουσα, ὅτι Ἐπάξω ἐφ' ὑμᾶς ἔθνος ἀναιδές. Τοῦτο αὐτὸ καὶ ὁ ∆ανιὴλ ἐνταῦθα αἰνίττεται, καί φησιν· Ἦλθεν ἐφ' ἡμᾶς κακὰ, οἷα οὐ γέγονε ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, κατὰ τὰ γενόμενα ἐν Ἰσραήλ. Ποῖα δὴ ταῦτα; Μητέρες παίδων ἀπεγεύσαντο. Καὶ τοῦτο προλέγει μὲν ὁ Μωϋσῆς, δείκνυσι δὲ ἐκβεβηκὸς ὁ Ἱερεμίας· ὁ μὲν γάρ φησιν, ὅτι Ἡ ἁπαλὴ, ἡ τρυφερὰ, ἧς οὐκ ἔλαβε πεῖραν ὁ ποῦς αὐτῆς ἐπιβῆναι ἐπὶ τοῦ βήματος διὰ τὴν ἁπαλότητα καὶ τὴν τρυφερότητα, ἅψεται παρανόμου τραπέζης, καὶ τῶν ἐκγόνων ἀπογεύσεται τῶν ἑαυτῆς. Ὁ δὲ Ἱερεμίας τοῦτο αὐτὸ δηλῶν ὅτι ἐξέβη, ἔλεγε· Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ τέκνα αὐτῶν. Ἀλλ' ὅμως τὰς ἁμαρτίας αὐτῶν εἰπὼν ἃς ἥμαρτον, καὶ τὴν δίκην ἣν ὑπέμειναν εἰς μέσον ἀγαγὼν, οὐδὲ οὕτως ἐκ τούτων ἀξιοῖ σώζεσθαι. Ὅρα οὖν εὐγνωμοσύνην οἰκέτου. Καὶ γὰρ καὶ οὗτος δεικνὺς, ὅτι οὐδὲν οὐδέπω τῶν ἁμαρτημάτων ἄξιον ὑπέμειναν, οὐδὲ διελύσαντο τὰ πλημμελήματα δι' ὧν ἔπαθον, λοιπὸν ἐπὶ τοὺς οἰκτιρμοὺς καταφεύγει τοῦ Θεοῦ καὶ τὸν τῆς φιλανθρωπίας αὐτοῦ τρόπον, καί φησι· Καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη· ἡμάρτομεν, ἠνομήσαμεν. Καὶ γὰρ ὡς ἐκείνους, φησὶν, οὐκ ἀπὸ κατορθωμάτων 48.893 ἔσωσας, ἀλλὰ τὴν θλῖψιν ἰδὼν καὶ τὴν στενοχωρίαν, καὶ τῆς κραυγῆς ἀκούσας· οὕτω δὴ καὶ ἡμᾶς ἀπάλλαξον τῶν παρόντων κακῶν διὰ τὴν φιλανθρωπίαν σου μόνην· ἕτερον γὰρ οὐδὲν ἔχομεν δικαίωμα σωτηρίας. Εἰπὼν δὴ ταῦτα, καὶ θρηνήσας ἱκανῶς, εἰσάγει λοιπὸν τὴν πόλιν, καθάπερ τινὰ γυναῖκα αἰχμάλωτον, καί φησιν· Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου· κλῖνον, ὁ Θεός μου, τὸ οὖς σου, καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου, ἐφ' ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ' αὐτῆς. Ἐπειδὴ γὰρ τοὺς ἀνθρώπους περιελθὼν, οὐδένα ἑώρα δυνάμενον ἵλεω ποιῆσαι τὸν Θεὸν, πρὸς τὰ οἰκοδομήματα καταφεύγει, καὶ τὴν πόλιν αὐτὴν προβάλλεται, καὶ τὴν ἐρημίαν αὐτῆς προτείνεται, καὶ ἐν τούτοις καταλύσας τὸν λόγον, ἵλεω τὸν Θεὸν ἐποίησε· καὶ δῆλον ἐκ τῶν ἑξῆς. Ἀλλ' ὅπερ ἔλεγον· δεῖ γὰρ ἐπὶ τὸ προκείμενον πάλιν ἐπανελθεῖν· καὶ γὰρ καὶ ταῦτα παρενέβαλλον οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ὥστε μικρὸν ὑμῶν διαναπαῦσαι τὴν διάνοιαν ἀπὸ τῶν συνεχῶν ἀγωνισμάτων καμοῦσαν. Φέρε οὖν ἐπανίωμεν ὅθεν ἐξέβημεν ταῦτα εἰπεῖν, καὶ δείξωμεν τὰ μέλλοντα καταλήψεσθαι τοὺς Ἰουδαίους κακὰ ἄνωθεν προηγορευμένα μετὰ ἀκριβείας ἁπάσης. ∆ύο μὲν δὴ ταύτας δουλείας ὁ λόγος ἀπέδειξε μετὰ προφητείας ἐπελθούσας αὐτοῖς, καὶ οὐχ ἁπλῶς, οὐδὲ ἀπροσδοκήτως. Λείπεται δὲ λοιπὸν τὴν τρίτην ἐπαγαγόντας, καὶ περὶ ταύτης τῆς νῦν κατεχούσης αὐτοὺς εἰπεῖν, καὶ δεῖξαι σαφῶς, πῶς οὐδὲ εἷς προφήτης ἐπηγγείλατό τινα λύσιν ἔσεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν οὔτε ἀπαλλαγήν. Τίς οὖν ἐστιν ἡ τρίτη; Ἡ ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς.Ἐπειδὴ γὰρ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς, ∆αρεῖον τὸν τῶν Περσῶν βασιλέα ἀνελὼν, εἰς ἑαυτὸν τὴν ἀρχὴν περιέστησε, τελευτήσαντος τούτου, τέσσαρες μετ' ἐκεῖνον ἐγένοντο βασιλεῖς· εἶτα ἐξ ἑνὸς τούτων τῶν τεσσάρων γενόμενος ὁ Ἀντίοχος μετὰ πολὺν ὕστερον χρόνον, τό τε ἱερὸν ἐνέπρησε, τά τε ἅγια τῶν ἁγίων ἠρήμωσε, τάς τε θυσίας καθεῖλε, τούς τε Ἰουδαίους ὑπέταξε, καὶ τὴν πολιτείαν αὐτῶν κατέλυσεν ἅπασαν.

ζʹ. Καὶ ταῦτα ἅπαντα μετ' ἀκριβείας ἁπάσης, καὶ μέχρι μιᾶς ἡμέρας προηγόρευτο παρὰ τοῦ ∆ανιὴλ, καὶ πότε ἔσται, καὶ πῶς, καὶ παρὰ τίνος, καὶ τίνι τρόπῳ, καὶ ποῦ τελευτήσει, καὶ τίνα λήψεται μεταβολήν. Εἴσεσθε δὲ σαφέστερον,