40
εἴη ἡ διαταγὴ, ἐξέληται καὶ αὐτὸς ἑαυτὸν καὶ τοὺς ἀδελφοὺς βλάβης· εἰ δὲ δειχθείη κατὰ λόγον τὸν προσήκοντα γενομένη, καὶ ἑαυτὸν διακρίσεως μα ταίας καὶ ἐπικινδύνου ἐλευθερώσῃ. Ὁ γὰρ διακρι νόμενος, φησὶν, ἐὰν φάγῃ, κατακέκριται· ὅτι οὐκ ἐκ πίστεως· καὶ τοῖς ἁπλουστέροις μηδένα. δυσπειθείας ὄλισθον ἐμποιήσῃ. Συμφέρει γὰρ, φησὶν ὁ Κύριος, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Ἐὰν δέ τινες ἐπιμένωσι τῇ ἀπειθείᾳ, λάθρα μὲν κα ταμεμφόμενοι, μὴ δημοσιεύοντες δὲ τὴν λύπην, ὡς καὶ διακρίσεως αἴτιοι τῇ ἀδελφότητι, καὶ τὴν πρὸς τὰς ἐντολὰς πληροφορίαν διασαλεύοντες, καὶ δυσπει 31.1037 θείας καὶ παρακοῆς διδάσκαλοι, ἐκβαλλέσθωσαν τῆς ἀδελφότητος. Ἔκβαλλε γὰρ, φησὶ, λοιμὸν ἐκ συνεδρίου, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· καὶ πάλιν· Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. ∆ιότι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
ΕΡΩΤΗΣΙΣ ΜΗʹ. Ὅτι οὐ δεῖ περιεργάζεσθαι τὰς οἰκονομίας τοῦ προεστῶτος,
τῷ δὲ ἰδίῳ προσέχειν ἔργῳ. ΑΠΟΚΡΙΣΙΣ. Ὑπὲρ δὲ τοῦ μὴ ῥᾳδίως τινὰ τῷ τοιούτῳ πά θει τῆς διακρίσεως εἰς βλάβην ἑαυτοῦ καὶ τῶν ἑτέρων περιπίπτειν, ἐκεῖνο καθόλου παραφυλακτέον ἐν ἀδελ φότητι, τὸ τὴν ἀρχὴν μηδένα τὰς τοῦ προεστῶτος οἰκονομίας περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν τὰ γινόμενα ἐκτὸς τῶν ἐγγυτέρων τοῦ προεστῶτος καὶ βαθμῷ καὶ συνέσει· οὓς καὶ εἰς τὴν περὶ τῶν κοινῶν βουλήν τε καὶ σκέψιν ἀναγκαίως παραλήψεται, πειθόμενος τῇ παραινέσει τοῦ εἰπόντος· Μετὰ βου λῆς πάντα ποίει. Εἰ γὰρ τῶν ψυχῶν ἡμῶν ἐπετρέ ψαμεν αὐτῷ τὴν οἰκονομίαν, ὡς Θεῷ τὸν λόγον δώ σοντι, ἀλόγιστον παντελῶς περὶ τῶν εὐτελεστάτων ἀπιστεῖν, καὶ ὑποψιῶν ἀτόπων κατὰ τοῦ ἀδελ φοῦ αὐτόν τε πληροῦσθαι, καὶ τοῖς ἄλλοις ἀφορμὴν παρέχειν. ∆ιόπερ, ἵνα μὴ τοῦτο συμβαίνῃ, ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω· καὶ τῇ φροντίδι τῶν αὐτῷ ἐπιβαλλόντων ὅλον ἑαυτὸν ἀποδοὺς, μηδὲν τὰς ἄλλας οἰκονομίας περιεργαζέσθω, μιμούμενος τοὺς ἁγίους μαθητὰς τοῦ Κυρίου, ἐφ' ὧν, καίτοι τοῦ πράγματος τοῦ κατὰ τὴν Σαμαρεῖτιν εἰς ὑποψίαν ἀγαγεῖν δυναμένου, ὅμως Οὐδεὶς, φησὶν, εἶπε· Τί ζητεῖς, ἢ τί λαλεῖς μετ' αὐτῆς;
ΕΡΩΤΗΣΙΣ ΜΘʹ. Περὶ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφότητι. ΑΠΟΚΡΙΣΙΣ.
Περὶ δὲ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφότητι, ὅταν ἀσύμφωνοί τινες ὦσι περί τινος πράγματος, οὐ χρὴ φιλονείκως ἀλλήλοις ἀντιτείνειν, ἀλλὰ ταμιεύ εσθαι τοῖς δυνατωτέροις τὴν ἐπίκρισιν. Ὥστε δὲ μήτε τὴν τάξιν συγχεῖσθαι, πάντων ἐπερωτώντων, καὶ πάντοτε, μήτε ἀφορμὴν ἐρεσχελίας καὶ φλυα ρίας ἐγγίνεσθαι, ἕνα τινὰ εἶναι χρὴ τὸν δοκιμα σθέντα, δυνατῶς ἔχειν ἢ εἰς κοινὴν ἐπίσκεψιν προ τιθέναι τῇ ἀδελφότητι τὰ παρά τισιν ἀμφιβαλ λόμενα, ἢ τῷ προέχοντι ἀνατίθεσθαι. Ἀκολουθοτέρα γὰρ καὶ ἐπιστημονικωτέρα ἡ διάσκεψις οὕτω τῶν 31.1040 ζητουμένων γενήσεται. Εἰ γὰρ ἑκάστῳ πρά γματι ἐπιστήμης καὶ ἐμπειρίας χρεία, πολλῷ πλέον ἐν τοῖς τοιούτοις. Καὶ εἰ ἐργαλείων χρῆσιν οὐκ ἄν τις ἐπιτρέψειεν ἀπείροις, πολλῷ μᾶλλον χρὴ τὴν τῶν λόγων μεταχείρισιν τοῖς δυνατοῖς συγχωρεῖν· οἳ καὶ τόπον καὶ καιρὸν καὶ τρόπον τῶν ἐπερωτήσεων ἱκανοὶ ἔσονται διαγινώσκειν, ἀφιλονείκως τε καὶ φρο νίμως ἀντιθέντες, καὶ συνετῶς ἀκούοντες, ἀκριβῶς φυλάσσειν τῶν ἐπιζητηθέντων τὰς λύσεις πρὸς οἰκο δομὴν τοῦ κοινοῦ.
ΕΡΩΤΗΣΙΣ Νʹ. Πῶς χρὴ ἐπιτιμᾷν τὸν προεστῶτα. ΑΠΟΚΡΙΣΙΣ. Ἀλλὰ καὶ τὰς
ἐπιτιμήσεις μὴ ἐμπαθῶς τοῖς ἡμαρ τηκόσιν ὁ προεστὼς προσαγέτω. Τὸ γὰρ μετὰ θυμοῦ καὶ ὀργῆς ἐλέγχειν τὸν ἀδελφὸν οὐχὶ ἐκεῖνόν ἐστιν ἁμαρτίας ἐλευθερῶσαι,