40
ἡμέτερα καὶ πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν, αὐτὸς καὶ νῦν ἐπὶ νοῦν ἀγάγοι τῇ σῇ τελειότητι γνῶναι τὴν ἀτιμίαν ἣν ἠτιμάσμεθα παρὰ τῶν κυρίων τῶν ἐπισκόπων περὶ τὰς ψήφους, τῇ μὲν καταστάσει συντιθεμένων, ἡμᾶς δὲ παρωθουμένων. 139.2 Οὐ γὰρ δὴ τὴν σὴν εὐλάβειαν αἰτιάσομαι, νεωστί τε ἐπιστᾶσαν τοῖς πράγμασι καὶ ἀγνοοῦσαν τὰ πλεῖστα, ὡς εἰκός, τῆς καθ' ἡμᾶς ἱστορίας. 139.3 Ταῦτα μὲν οὖν ἱκανῶς· οὐδὲ γὰρ βούλομαι διοχλεῖν σοι μακρότερα, ἵνα μὴ φαίνωμαι φορτικός, ἄρτι τῆς φιλίας ἀρχόμενος. Ἃ δὲ πάρεστι μετὰ τοῦ Θεοῦ βουλευο μένοις ἡμῖν, ταῦτα γνωρίζομεν. 139.4 Ἐγὼ γὰρ ὑπεχώρησα μὲν τῆς κατὰ Ναζιανζὸν Ἐκκλησίας οὔτε ὡς καταφρονῶν τοῦ Θεοῦ, οὔτε ὡς περιορῶν τοῦ μικροῦ ποιμνίου (μηδὲ γὰρ πάθοι τοῦτο ψυχὴ φιλόσοφος), ἀλλὰ πρῶτον μὲν ὡς οὐδενὶ κηρύγματι τοιούτῳ κρατούμενος, δεύτερον δὲ διὰ τὸ συντετρίφθαι τῇ ἀρρωστίᾳ καὶ νομίζειν μὴ ἐξαρκεῖν πρὸς τὰς τοιαύτας φροντίδας. 139.5 Ἐπειδὴ καὶ ὑμεῖς ἐβαρεῖτε, τὴν ἀναχώρησιν ὀνειδίζοντες, καὶ αὐτὸς οὐκ ἔφερον τὰς παρὰ πάντων μοι γινομένας καταβοήσεις, ὅ τε καιρὸς χαλεπός, ἀπειλῶν ἡμῖν ἐχθρῶν ἔφοδον ἐπὶ βλάβῃ τοῦ κοινοῦ πάσης τῆς Ἐκκλησίας, τέλος ἡττήθην ἧτταν τῷ σώματι μὲν ὀδυνηράν, τῇ δὲ ψυχῇ ἴσως οὐ πονηράν. 139.6 Ἐπιδίδωμι τὸ ταπεινὸν τοῦτο σῶμα τῇ Ἐκκλησίᾳ, μέχρις ἂν ᾖ δυνατόν, αἱρετώτερον εἶναι νομίζων ὁτιοῦν παθεῖν σαρκικῶς μᾶλλον ἢ πνευματικῶς πλήσσεσθαι καὶ πλήσσειν τοὺς πολλοὺς τὰ χείρω περὶ ἡμῶν ὑπειληφότας, ἐξ ὧν αὐτοὶ πάσχουσι. 139.7 Ταῦτ' οὖν εἰδώς, καὶ συνεύχου καὶ τὴν γνώμην ἡμῶν ἀπόδεξαι· οὐ χεῖρον δ' ἴσως εἰπεῖν, καὶ τυποῦ πρὸς εὐλάβειαν. 140.Τ ΟΛΥΜΠΙΩΙ 140.1 Πάλιν γράφω, παρεῖναι δέον· ἀλλὰ παρὰ σοῦ μοι τὸ θάρσος, ὦ καὶ τῶν πνευματικῶν βραβευτὰ (ἵνα πρῶτον εἴπω τὸ πρῶτον), καὶ τῶν κοινῶν ἐπανορθωτά, καὶ θεόθεν τὰ ἀμφότερα· ὁ καὶ μισθὸν εὐσεβείας λαβών, τὸ κατὰ νοῦν χωρεῖν σοι τὰ πράγματα καὶ μόνῳ τυγχάνειν ἁλωτὰ τὰ μὴ τοῖς ἄλλοις ἁλώσιμα. 140.2 Σύνεσις γάρ σοι καὶ ἀνδρεία τὴν ἀρχὴν ἄγουσιν, ἡ μὲν εὑρίσκουσα τὸ πρακτέον, ἡ δὲ ῥᾳδίως ἐπιτελοῦσα τὸ εὑρεθέν. Καὶ τὸ μέγιστον, ἡ τῆς χειρὸς καθαρότης, ᾗ πάντα εὐθύνεται. 140.3 Ποῦ σοι χρυσὸς ὁ ἄδικος; οὐδ' ἐγένετο, πρῶτον ἐξορίαν κατακρι θείς, ὡς ἀφανὴς τύραννος. Ποῦ δὲ ἀπέχθεια; κατακέκριται. Ποῦ δὲ χάρις; ἐνταῦθά τι κλίνῃ (κατηγορήσω γάρ σου μικρόν), ἀλλὰ Θεοῦ φιλανθρωπίαν μιμούμενος, ἣν καὶ νῦν αἰτεῖ δι' ἡμῶν Αὐρήλιος, ὁ σὸς στρατιώτης, 140.4 ὃν ἄφρονα φυγάδα καλῶ καὶ ἱκέτην σώφρονα, ὅτι ὑπὸ τὰς ἡμετέρας ἑαυτὸν τέθεικε χεῖρας, καὶ διὰ τῶν ἡμετέρων τὰς σάς, ὥσπερ τινὰ εἰκόνα βασιλικήν, τὴν πολιὰν ἡμῶν προβαλλόμενος καὶ τὴν ἱερωσύνην, ἣν αἰδεῖσθαι πολλάκις καθωμολόγησας. 140.5 Ἰδού σοι προσάγει τοῦτον ἡ θυο φόρος χεὶρ αὕτη καὶ ἀναίμακτος καὶ πολλοὺς μὲν ἐπαίνους σου γράψασα, γράψουσα δέ, οἶδ' ὅτι, καὶ πλείους, εἰ Θεὸς παρατείνειεν ὑμῖν τὴν ἀρχήν, τήν τε σὴν λέγω καὶ τοῦ συνεργοῦ τῆς σῆς θέμιδος.
141.Τ ΤΩΙ ΑΥΤΩΙ 141.1 Πάλιν φιλανθρωπίας καιρός, καὶ πάλιν ἐγὼ τολμηρὸς
γράμμασι πιστεύων παράκλησιν περὶ τοσούτου πράγματος. Ποιεῖ γάρ με θρασὺν ἡ νόσος, οὐδὲ προϊέναι συγχωροῦσα· οὐ γὰρ εὐπρεπῆ παρέχει τὴν εἴσοδον. 141.2 Τίς οὖν ἡ πρεσβεία; καί μου δέξαι ταύτην ἡμέρως καὶ φιλανθρώπως. ∆εινὸν μὲν καὶ ἀνδρὸς θάνατος (πῶς γὰρ οὔ;) τοῦ σήμερον ὄντος καὶ αὔριον οὐκ ἐσομένου οὐδὲ πρὸς ἡμᾶς ἀναλύσοντος· πολλῷ δὲ δεινότερον πόλιν ἀποθανεῖν, ἣν βασιλεῖς ἱδρύσαντο καὶ χρόνοι συνεστήσαντο καὶ ἀκολουθία μακρὰ διεφύλαξεν. 141.3 Ὑπὲρ τῆς ∆ιοκαισα ρέων ὁ λόγος, τῆς ποτε πόλεως, νῦν δὲ οὐ πόλεως, εἰ μὴ σὺ νεύσειας ἥμερον. Ταύτην σοι προσπίπτειν νόμισον δι' ἡμῶν, καὶ φωνὴν ἐχέτω καὶ σχῆμα πενθικὸν περικείσθω καὶ κειράσθω κόμας, ὥσπερ ἐν δράματι, καὶ τούτους ποιείσθω πρὸς σὲ τοὺς λόγους· «∆ός μοι χεῖρα χαμαὶ κειμένῃ, βοήθησον ἀσθενούσῃ. Μὴ