40
ἀκούσαντες αὐτῆς τῆς ὁράσεως, ἣν διὰ παραβολῆς ἡμῖν ὁ προφήτης ἀπήγγειλε, κριὸν μὲν καλῶν τὸν τῶν Περσῶν βασιλέα, τὸν ∆αρεῖον, τράγον δὲ τὸν τῶν Ἑλλήνων βασιλέα, Ἀλέξανδρον λέγω τὸν Μακεδόνα, τέσσαρα κέρατα τοὺς μετ' ἐκεῖνον ἀναστάντας ὕστερον, κέρας ὕστατον αὐτὸν τὸν Ἀντίοχον καλῶν. Μᾶλλον δὲ αὐτῆς βέλτιον ἀκοῦσαι τῆς ὁράσεως. Εἶδον γὰρ, φησὶν, ἐν ὁράματι, καὶ ἤμην ἐπὶ τοῦ Οὐβάλ· τόπον τινὰ Περσικῇ φωνῇ καλῶν οὕτως· καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ, κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβὰλ, καὶ αὐτῷ κέρατα ὑψηλὰ, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ' ἐσχάτων. Καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βοῤῥᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη· καὶ ἐγὼ ἤμην συνιών. Τὴν δύναμιν λέγει τὴν Περσικὴν, καὶ τὴν ἀρχὴν, ἣ πᾶσαν ἐπέδραμε τὴν γῆν. Εἶτα περὶ τοῦ Μακεδόνος Ἀλεξάν48.894 δρου διαλεγόμενος, φησί· Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον τῆς γῆς πάσης, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς· καὶ τῷ τράγῳ ἐκείνῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶτα λέγων τὴν συμβολὴν τοῦ Ἀλεξάνδρου τὴν πρὸς τὸν ∆αρεῖον γενομένην, λέγει καὶ τὴν νίκην τὴν κατὰ κράτος. Καὶ ἦλθε, φησὶν, ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, καὶ ἠγριώθη, καὶ ἔπαισε τὸν κριὸν δεῖ γὰρ ἐπιτεμεῖν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ μετὰ ταῦτα λέγων τὴν τελευτὴν Ἀλεξάνδρου, καὶ τὴν τῶν τεσσάρων βασιλέων διαδοχὴν, Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, φησὶ, συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ κατὰ τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. Ἐντεῦθεν λοιπὸν ἐπὶ τὴν Ἀντιόχου βασιλείαν ἐλθὼν, καὶ δεικνὺς ὅτι ἐξ ἑνὸς ἐκείνων τῶν τεσσάρων ἐστὶν, οὕτω πώς φησι· Καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολήν. Καὶ δηλῶν ὅτι τὴν Ἰουδαϊκὴν καθεῖλε πολιτείαν, φησί· Καὶ δι' αὐτὸν θυσία ἐταράχθη παραπτώματι. Καὶ ἐγενήθη, καὶ κατευωδώθη αὐτῷ. Καὶ τὸ ἅγιον ἐρημωθήσεται, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία. Τοῦ γὰρ βωμοῦ καθαιρεθέντος, καὶ τῶν ἁγίων καταπατηθέντων, εἴδωλον ἔστησεν ἔνδον, καὶ θυσίας ἐπετέλει τοῖς δαίμοσι παρανόμους, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη. Καὶ ἐποίησε, καὶ εὐωδώθη. Εἶτα ἐκ δευτέρου πάλιν αὐτὴν ταύτην τὴν βασιλείαν λέγων, τὴν Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἅλωσιν, καὶ τὴν ἐρήμωσιν τοῦ ἱεροῦ, καὶ τὸν χρόνον προστίθησιν. Ἀρξάμενος γὰρ ἀπὸ τῆς Ἀλεξάνδρου βασιλείας, πάλιν τε πρὸς τῷ τέλει τοῦ βιβλίου καὶ τὰ μεταξὺ πάντα διηγησάμενος, ὅσα οἱ Πτολεμαῖοι καὶ οἱ Σέλευκοι συῤῥαγέντες ἀλλήλοις ἐποίησαν, καὶ οἱ στρατηγοὶ τούτων εἰργάσαντο, τοὺς δόλους, τὰς νίκας, τὰς στρατείας, τὰς ναυμαχίας, τὰς πεζομαχίας· προϊὼν εἰς Ἀντίοχον, τελευτᾷ πάλιν, καί φησι· Βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμόν· ἐνδελεχισμὸν λέγων τὰς συνεχεῖς θυσίας τὰς καθημερινάς· καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα, καὶ τοὺς ἀνομοῦντας διαθήκην, τουτέστι τοὺς παραβαίνοντας τῶν Ἰουδαίων, ἀπάξουσιν ἐν ὀλισθήμασι, καὶ μεθ' ἑαυτῶν ἕξουσι, καὶ μεταστήσουσι, καὶ ὁ λαὸς ὁ γινώσκων τὸν Θεὸν αὐτοῦ κατισχύσουσι· τὰ ἐπὶ τῶν Μακκαβαίων λέγει, τὰ ἐπὶ Ἰούδα καὶ Σίμωνος καὶ Ἰωάννου· καὶ οἱ συνετοὶ λαοῦ συνήσουσιν εἰς πολλὰ, καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογί· τὸν ἐμπρησμὸν τῆς πόλεως πάλιν διηγούμενος· καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ ἡμερῶν· καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθήσονται βοήθειαν μικράν· ἐμφαίνων ὅτι μεταξὺ τῶν κακῶν ἐκείνων δυνήσονται ἀναπνεῦσαι καὶ ἀνενεγκεῖν ἐκ τῶν κατειληφότων αὐτοὺς δεινῶν· καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι, καὶ ἀπὸ τῶν συνιόντων ἀσθενήσουσι. Ταῦτα δὲ ἔλεγε δεικνὺς, ὅτι πολλοὶ καὶ τῶν ἑστώτων πεσοῦνται. Εἶτα φησὶ καὶ τὴν αἰτίαν, δι' ἣν συνεχώρησεν