40
τῇ κλάσει τοῦ ἄρτου, καὶ τῇ προσευχῇ. Πάντα κοινῇ, πάντα μετὰ καρτερίας ἐποίουν, φησί. Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος τῶν πιστευσάντων, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. Εἰκότως. Οὐ γὰρ ὡς τῶν τυχόντων κατεφρόνουν, οὐδὲ τοῖς ὁρωμένοις προσεῖχον, ἀλλὰ πεπύρωτο αὐτῶν ἡ διάνοια. Ἐπειδὴ δὲ ἄνωθεν ἦν πολὺς ῥέων ὁ Πέτρος, καὶ ἐδείκνυ τὰς ἐπαγγελίας καὶ τὰ μέλλοντα, εἰκότως ἐξέστησαν τῷ φόβῳ, καὶ ἐμαρτύρει τοῖς λεγομένοις τὰ θαύματα. Καθάπερ οὖν ἐπὶ τοῦ Χριστοῦ πρότερον σημεῖα, εἶτα διδασκαλία, εἶτα θαύματα· οὕτω καὶ νῦν. Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπιτοαυτὸ, καὶ εἶχον ἅπαντα κοινά. Ὅρα εὐθέως ὅση ἡ ἐπίδοσις. Οὐ γὰρ ἐν ταῖς εὐχαῖς μόνον ἡ κοινωνία, οὐδὲ ἐν τῇ διδασκαλίᾳ, ἀλλὰ καὶ ἐν τῇ πολιτείᾳ. Καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχεν. Ὅρα, πόσος φόβος αὐτοῖς ἐνεγένετο; Καὶ διεμέριζον αὐτά. Τοῦτο εἶπε, τὸ οἰκονομικὸν δηλῶν. Καθότι ἄν τις χρείαν εἶχεν. Οὐχ ἁπλῶς, καθάπερ οἱ παρ' Ἕλλησι φιλόσοφοι, οἱ μὲν ἀνῆκαν τὴν γῆν, οἱ δὲ εἰς θάλασσαν ἔῤῥιψαν πολὺ χρυσίον, ὅπερ οὐχ ὑπεροψίᾳ χρημάτων ἦν, ἀλλὰ μωρία καὶ ἄνοια. Πανταχοῦ γὰρ ἐσπούδασεν ὁ διάβολος ἀεὶ τοῦ Θεοῦ τὰ κτίσματα διαβάλλειν, ὡς οὐκ ἐνὸν καλῶς χρήσασθαι χρήμασι. Καθ' ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ. Ἐνταῦθα τὸν τρόπον διδάσκει, καθ' ὃν τῆς διδασκαλίας ἀπέλαυον. βʹ. Καὶ σκόπει, πῶς οὐδὲν ἐποίουν ἕτερον Ἰουδαῖοι, οὐ μικρὸν, οὐ μέγα, ἀλλὰ τῷ ἱερῷ προσήδρευον. Ἅτε γὰρ σπουδαιότεροι γεγενημένοι, καὶ περὶ τὸν τόπον εὐλάβειαν πλείονα εἶχον. Οὐ γὰρ ἀπέσπων αὐτοὺς οἱ ἀπόστολοι τέως, ὥστε μὴ βλάψαι. Κλῶντές τε κατ' οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεὸν, 60.65 καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Τὸν ἄρτον ἐμοὶ δοκεῖ λέγων, καὶ τὴν νηστείαν ἐνταῦθα σημαίνειν καὶ τὸν σκληρὸν βίον· τροφῆς γὰρ, οὐ τρυφῆς μετελάμβανον. Ἐντεῦθεν, ἀγαπητὲ, μάνθανε, ὡς οὐχ ἡ τρυφὴ, ἀλλ' ἡ τροφὴ τὴν ἀπόλαυσιν ποιεῖ· καὶ ὡς οἱ τρυφῶντες, ἐν λύπῃ, οἱ δὲ μὴ τρυφῶντες, ἐν χαρᾷ. Ὁρᾷς, ὅτι οἱ Πέτρου λόγοι καὶ τοῦτο εἶχον, τὸν τοῦ βίου σωφρονισμόν; Οὕτως οὐκ ἔνι γενέσθαι ἀγαλλίασιν, μὴ ἀφελείας οὔσης. Καὶ πῶς, φησὶν, Εἶχον χάριν πρὸς ὅλον τὸν λαόν; ∆ι' ὧν ἐποίουν διὰ τῆς ἐλεημοσύνης. Μὴ γάρ μοι, εἰ οἱ ἀρχιερεῖς ἐπέστησαν αὐτοῖς ὑπὸ φθόνου καὶ βασκανίας, τοῦτο ἴδῃς· ἀλλ' ὅτι πρὸς τὸν λαὸν χάριν εἶχον. Ὁ δὲ Κύριος προσετίθει τοὺς σωζομένους καθ' ἡμέραν τῇ Ἐκκλησίᾳ. Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπιτοαυτό. Οὕτω πανταχοῦ καλὸν ἡ ὁμόνοια. Ἑτέροις τε λόγοις διεμαρτύρατο. Τοῦτο εἶπε, δεικνὺς, ὅτι οὐκ ἤρκει τὰ λεχθέντα· ἢ καὶ ἐκεῖνα μὲν, ὥστε πρὸς πίστιν ἐπαχθῆναι, ταῦτα δὲ, τίνα χρὴ τὸν πιστὸν ποιεῖν, εἴρηται. Καὶ οὐκ εἶπεν, Ἐπὶ τῷ σταυρῷ, ἀλλ', Ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθήτω ἕκαστος ὑμῶν. Οὐδὲ ἀναμιμνήσκει αὐτοὺς συνεχῶς τοῦ σταυροῦ, ἵνα μὴ ὀνειδίζειν δόξῃ, ἀλλ' ἁπλῶς, Μετανοήσατε, φησὶ, καὶ βαπτισθήτω ἕκαστος ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ μὴν ἑτέρως ἔχει τῶν ἐνταῦθα δικαστηρίων ὁ νόμος· ἀλλ' ἐπὶ τοῦ κηρύγματος ὅταν ὁ ἡμαρτηκὼς ὁμολογήσῃ, τότε σώζεται. Ὅρα, πῶς οὐ τὸ μεῖζον παρέδραμεν ὁ Πέτρος· ἀλλὰ πρότερον τὴν χάριν εἰπὼν, τότε καὶ ἐκεῖνο ἐπήγαγε, λέγων· Λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ἀξιόπιστος ὁ λόγος αὐτόθεν ἐξ ὧν αὐτοὶ ἔλαβον. Τέως γὰρ τὸ εὔκολον λέγει καὶ πολλὴν ἔχον δωρεὰν, καὶ τότε ἐπὶ τὸν βίον ἄγει, εἰδὼς, ὅτι ὑπόθεσις αὐτοῖς ἔσται σπουδῆς, τὸ ἤδη γεύσασθαι τῶν τοσούτων ἀγαθῶν. Ἐπεὶ δὲ ἐπόθει ἀκοῦσαι ὁ ἀκροατὴς, τί ἦν τῶν πλειόνων λόγων τὸ κεφάλαιον, καὶ τοῦτο προστίθησι, δεικνὺς ὅτι ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος. Οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον ἐπῄνεσαν τὰ λεχθέντα, καίτοι φόβου γέμοντα, καὶ μετὰ τὴν συγκατάθεσιν τότε ἐπὶ τὸ βάπτισμα ἔρχονται. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἦσαν, φησὶ, προσκαρτεροῦντες τῇ διδαχῇ. Ἐκ τούτου δῆλον, ὅτι οὐ μίαν ἡμέραν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ' ἐπὶ πολλὰς ἐδιδάσκοντο, ἅτε ἐφ' ἕτερον μεταστάντες βίον. Καὶ ἐγένετο