1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

41

πάσῃ ψυχῇ φόβος. Εἰ πάσῃ, καὶ τῶν μὴ πιστευσάντων. Εἰκὸς δὲ αὐτοὺς παθεῖν τοσαύτην ἀθρόον μεταβολὴν ἰδόντας· τάχα δὲ καὶ ἀπὸ τῶν σημείων, Οὐχὶ, Ὁμοῦ δὲ, ἀλλ', Ὁμοθυμαδὸν, εἶπεν, ἐπειδὴ ἔνι ὁμοῦ μὲν εἶναί τινας, οὐ μὴν δὲ ὁμοθυμαδὸν, διῃρημένους ταῖς γνώμαις. Λόγοις τε παρεκάλει. Καὶ οὐδὲ ἐνταῦθα λέγει τὴν διδασκαλίαν, ἐπιτέμνων τὸν λόγον· ἐξὸν δὲ μανθάνειν, ὅτι ὡς νέους παῖδας ἔτρεφον τῇ τροφῇ τῇ πνευματικῇ. Καὶ ἄγγελοι γεγόνασι λοιπὸν ἐξαίφνης. Καὶ διεμέριζον καθὸ χρείαν τις εἶχεν. Εἶδον, ὅτι τὰ πνευματικὰ κοινὰ, καὶ οὐδεὶς ἕτερος ἑτέρου πλέον ἔχει, καὶ ταχέως ἦλθον ἐπὶ τὸ τὰ αὐτῶν πᾶσι διαδιδόναι. Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπιτοαυτό. Ὅτι δὲ οὐ τόπῳ ἦσαν ἐπιτοαυτὸ, δῆλον ἐξ ὧν ἐπήγαγε λέγων, Καὶ πάντα εἶχον κοινά. Πάντες δὲ, φησὶν, οὐχ ὁ μὲν, ὁ δὲ οὔ. Τοῦτο πολιτεία ἀγγελικὴ, μηδὲν αὐτῶν λέγειν ἴδιον εἶναι. Ἐντεῦθεν ἡ ῥίζα τῶν κακῶν ἐξεκόπη, καὶ δι' ὧν ἔπραττον 60.66 ἔδειξαν, ὅτι ἤκουσαν. Ἄρα τοῦτο ἦν ὃ ἔλεγε, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Ἐπειδὴ τρισχίλιοι γεγόνασιν, ἐξήγαγον αὐτοὺς λοιπὸν ἔξω, οἳ καὶ μετὰ παῤῥησίας, ἅτε πολλῆς οὔσης ἤδη, καθ' ἡμέραν ἀνῄεσαν καὶ προσήδρευον ἐν τῷ ἱερῷ· ἐπεὶ καὶ Πέτρος καὶ Ἰωάννης μικρὸν ὕστερον τὸ αὐτὸ ποιοῦσιν· οὐδὲν γὰρ τέως παρεκίνουν τῶν Ἰουδαϊκῶν. Καὶ αὐτὴ δὲ ἡ εἰς τὸν τόπον τιμὴ διέβαινε πρὸς τὸν τοῦ ἱεροῦ ∆εσπότην. Εἶδες εὐλαβείας ἐπίδοσιν; Χρήματα ἔῤῥιψαν, καὶ ἔχαιρον, καὶ πολλὴ ἦν ἡ εὐφροσύνη· μείζονα γὰρ ἦν ἃ ἐλάμβανον ἀγαθά. Οὐδεὶς ὠνείδιζεν, οὐδεὶς ἐφθόνει, οὐδεὶς ἐβάσκαινεν, οὐκ ἦν τῦφος, οὐκ ἦν ἐξουδένωσις· καθάπερ παιδία ἐνόμιζον οὕτω παιδεύεσθαι, ὡς ἀρτίτοκοι οὕτω διέκειντο. Καὶ τί ὡς ἐν ἀμυδρᾷ λέγω εἰκόνι; Εἰ μέμνησθε ὡς, ὅτε τὴν πόλιν ἡμῖν ἔσεισεν ὁ Θεὸς, καὶ πάντες ἦσαν συνεσταλμένοι, οὕτω τότε ἐκεῖνοι διέκειντο· οὐδεὶς ὕπουλος ἦν, οὐδεὶς πονηρός. Καὶ γὰρ τοιοῦτον φόβος, τοιοῦτον ἡ θλῖψις. Οὐκ ἦν τὸ ψυχρὸν ῥῆμα τὸ, Ἐμὸν, καὶ τὸ, Σόν. ∆ιὰ τοῦτο ἀγαλλίασις ἦν ἐπὶ τῆς τραπέζης· οὐδεὶς ὡς ἐξ ἰδίων ἐσθίων διέκειτο, οὐδεὶς ὡς ἐξ ἀλλοτρίων· καίτοι δοκεῖ αἴνιγμα εἶναι. Οὔτε ἀλλότρια ἐνόμιζον εἶναι τὰ τῶν ἀδελφῶν· δεσποτικὰ γὰρ ἦν· οὔτε ἴδια, ἀλλὰ τῶν ἀδελφῶν. Οὔτε ὁ πένης ᾐσχύνετο, οὔτε ὁ πλούσιος ἐτυφοῦτο. Τοῦτό ἐστιν ἀγαλλίασις. Κἀκεῖνος ὡς εὐεργετούμενος διέκειτο, καὶ εὖ πάσχων μᾶλλον, καὶ οὗτοι ὡς δοξαζόμενοι ταύτῃ, καὶ πάνυ πρὸς αὐτοὺς ἦσαν συνδεδεμένοι. Ἐπειδὴ γὰρ ἐν ταῖς τῶν χρημάτων διανομαῖς καὶ ὕβρεις, καὶ ἀπονοίας, καὶ λύπας γίνεσθαι συμβαίνει, διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ὅρα, πόσα αὐτοῖς μαρτυρεῖ; Πίστιν γνησίαν, βίον ὀρθὸν, τὴν ἐν ἀκροάσει καρτερίαν, τὴν ἐν εὐχαῖς, τὴν ἐν ἀφελείᾳ, τὴν ἐν εὐφροσύνῃ. γʹ. ∆ύο ἦν ἱκανὰ ἐμβαλεῖν αὐτοὺς εἰς ἀθυμίαν, ἥ τε νηστεία, καὶ τὸ τὰ χρήματα διαδίδοσθαι. Οἱ δὲ καὶ δι' ἀμφότερα ἔχαιρον. Τίς γὰρ τοὺς οὕτω διακειμένους οὐκ ἂν ἠγάπησεν ὡς πατέρας κοινούς· Οὐδὲν ἔτικτον πονηρὸν κατ' ἀλλήλων· τὸ πᾶν ἐπέτρεπον τῇ χάριτι τοῦ Θεοῦ. Οὐκ ἦν φόβος, καὶ ταῦτα ἐν μέσοις κινδύνοις ἐμβεβληκότων αὐτῶν. ∆ιὰ γοῦν τῆς ἀφελείας τὴν πᾶσαν αὐτῶν ἐδήλωσεν ἀρετὴν, πολὺ καὶ τῆς τῶν χρημάτων ὑπεροψίας, καὶ τῆς νηστείας, καὶ τῆς ἐν ταῖς εὐχαῖς καρτερίας μείζονα οὖσαν. Οὕτω δὲ καὶ καθαρῶς ᾔνουν τὸν Θεὸν, μᾶλλον δὲ τοῦτό ἐστιν αἰνεῖν τὸν Θεόν. Ὅρα δὲ καὶ ἐνταῦθα αὐτοὺς ἀπολαμβάνοντας εὐθέως τὰς ἀμοιβάς. Τὸ γὰρ ἔχειν χάριν πρὸς τὸν λαὸν, τοῦτό ἐστιν, ὅτι ποθεινοί τινες ἦσαν καὶ ἐπέραστοι. Τίς γὰρ οὐκ ἂν ἀγάσαιτο, τίς δὲ οὐκ ἂν θαυμάσειεν ἄνθρωπον τὸ ἦθος ἁπλοῦν, ἢ τίς οὐκ ἂν συνδεθείη τῷ μηδὲν ὕπουλον ἔχοντι; Τίνων δὲ ἄλλων ἐστὶν ἡ σωτηρία ἢ τούτων; τίνων δὲ τὰ μεγάλα ἀγαθά; Οὐχὶ ποιμένες εὐηγγελίσθησαν πρότεροι; οὐχὶ Ἰωσὴφ ἁπλοῦς τις ὢν ἄνθρωπος, ὥστε μὴ διὰ μοιχείας ὑποψίαν φοβηθέντα αὐτὸν ἐργάσασθαί τι πονηρόν; οὐχὶ ἀγροίκους ἐξελέγετο τοὺς ἀπλάστους; Ψυχὴ γὰρ, φησὶν, εὐλογημένη πᾶσα ἁπλῆ· καὶ πάλιν, Ὁ δὲ πορευόμενος ἁπλῶς, πορεύεται πεποιθώς. Ναὶ, φησίν· ἀλλὰ καὶ φρονήσεως δεῖ. Τί γὰρ ἄλλο ἐστὶν