1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

42

περὶ τὰ ἔργα, ἢ ἀργολογία, ἢ ψεῦδος, ἢ ἄλλο τι τῶν τοιούτων ἀπειρημένων τοῖς εὐσεβέσιν, ἐπὶ τὸν ἔφορον τῆς κοινῆς εὐταξίας ἄγοντας δεῖ ἐλέγχειν, ὥστε παρ' αὐτοῦ καὶ τὸ μέτρον καὶ τὸν τρόπον τῆς ἰάσεως τῶν ἁμαρτημάτων ἐπινοεῖσθαι. Εἰ γὰρ ἰατρεία ψυχῆς ἐστιν ἡ ἐπιτίμησις, οὐ παντός ἐστιν ἐπιτιμᾷν, ὡς οὐδὲ τὸ ἰατρεύειν, πλὴν ἐὰν μή τινι αὐτὸς ὁ προεστὼς ἐπιτρέψῃ μετὰ δοκιμασίας πλείονος.

ΕΡΩΤΗΣΙΣ Ν∆ʹ Περὶ τοῦ δεῖν τοὺς προεστῶτας τῆς ἀδελ φότητος ἀλλήλοις τὰ

καθ' ἑαυτοὺς ἀνατίθε σθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἀγαθὸν δέ ποτε καὶ συνέδριον κατά τινας ὡρισμένους καιροὺς καὶ τόπους τῶν ἐπιτεταγμένων ταῖς ἀδελφότησι γίνεσθαι· καθ' οὓς τά τε παρὰ λό γον ἀπαντήσαντα πράγματα, καὶ τῶν ἠθῶν τὰ δυσ μεταχείριστα, καὶ ὅπως διέθηκαν ἕκαστον, ἀναθή σονται ἀλλήλοις, ὥστε καὶ τὸ ἐσφαλμένως ποτὲ γε νόμενόν τινι τῇ κρίσει τῶν πολλῶν ἀξιοπίστως ἀποκαλυφθῆναι, καὶ τὸ κατορθωθὲν τῇ μαρτυρίᾳ τῶν πλειόνων βεβαιωθῆναι

ΕΡΩΤΗΣΙΣ ΝΕʹ. Εἰ τοῖς ἐκ τῆς ἰατρικῆς κεχρῆσθαι κατὰ σκοπόν ἐστι τῆς

εὐσεβείας. ΑΠΟΚΡΙΣΙΣ. Ὥσπερ ἑκάστη τῶν τεχνῶν βοήθεια ἡμῖν πρὸς τὸ τῆς φύσεως ἀσθενὲς ὑπὸ τοῦ Θεοῦ κεχάρισται, οἷον γεωργία μὲν, ἐπειδὴ οὐκ ἐξαρκεῖ τὰ αὐτομάτως ἐκ τῆς γῆς φυόμενα πρὸς τὴν τῶν χρειῶν παραμυθίαν· ὑφαντικὴ δὲ, ἐπειδὴ ἀναγκαία ἡ τῶν σκεπασμάτων πλειόνων βεβαιωθῆναι

ΕΡΩΤΗΣΙΣ Νςʹ. Εἰ τοῖς ἐκ τῆς ἰατρικῆς κεχρῆσθαι κατὰ σκοπόν ἐστι τῆς

εὐσεβείας. ΑΠΟΚΡΙΣΙΣ. Ὥσπερ ἑκάστη τῶν τεχνῶν βοήθεια ἡμῖν πρὸς τὸ τῆς φύσεως ἀσθενὲς ὑπὸ τοῦ Θεοῦ κεχάρισται, οἷον γεωργία μὲν, ἐπειδὴ οὐκ ἐξαρκεῖ τὰ αὐτομάτως ἐκ τῆς γῆς φυόμενα πρὸς τὴν τῶν χρειῶν παραμυθίαν· ὑφαντικὴ δὲ, ἐπειδὴ ἀναγκαία ἡ τῶν σκεπασμάτων χρεία πρός τε τὸ εὔσχημον καὶ τὰς ἀπὸ τοῦ ἀέρος βλάβας, καὶ οἰκοδομικὴ ὁμοίως· οὕτω καὶ ἰατρική. Ἐπειδὴ τὸ ἐμπαθὲς ἡμῶν σῶμα ποικίλαις βλάβαις, ταῖς τε ἔξωθεν προσπιπτούσαις καὶ ταῖς ἔνδοθεν ἀπὸ τροφῶν συνισταμέναις, ὑπόκειται, καὶ πλεονασμοῖς καὶ ἐλλείψεσι καταπονεῖται, ἡ ἰατρικὴ τέχνη εἰς τύπον τῆς κατὰ ψυχὴν θεραπείας τὴν ἀπόθεσιν τοῦ περισσοῦ, καὶ τὴν τοῦ λείποντος πρόσ θεσιν ὑποτιθεμένη ὑπὸ τοῦ πᾶσαν ἡμῖν τὴν ζωὴν οἰκονομοῦντος Θεοῦ συγκεχώρηται. Ὥσπερ γὰρ, εἰ ἦμεν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, οὐδὲν ἂν ἐπι νοίας καὶ μόχθου γεωργικοῦ ἐπεδεήθημεν· οὕτω καὶ εἰ ἐν ἀπαθείᾳ ἦμεν κατὰ τὸ πρὸ τοῦ παραπτώματος ἐν τῇ δημιουργίᾳ χάρισμα, οὐδενὸς ἂν τῶν ἐξ ἰατρι κῆς πρὸς παραμυθίαν ἐχρῄζομεν. Ἀλλ' ὥσπερ μετὰ τὸ ἐξορισθῆναι εἰς τὸν τόπον τοῦτον, καὶ ἀκοῦ σαι τὸ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, τότε τῇ μακρᾷ πείρᾳ καὶ τῇ περὶ τὴν γῆν ταλαιπωρίᾳ τῆς γεωργίας τὴν τέχνην συνεστη 31.1045 σάμεθα εἰς παραμυθίαν τῶν ἐκ τῆς κατάρας λυπη ρῶν, τὴν σύνεσιν ἡμῖν καὶ κατάληψιν τῆς τέχνης ταύτης τοῦ Θεοῦ χαρισαμένου· οὕτω καὶ ἐπειδὴ ἐκελεύσθημεν εἰς τὴν γῆν πάλιν ἀποστραφῆναι, ἀφ' ἧς ἐλήφθημεν, καὶ ὀδυνηρᾷ σαρκὶ συνεζεύχθημεν εἰς φθορὰν καταδεδικασμένῃ διὰ τὴν ἁμαρτίαν, καὶ διὰ τοῦτο τοῖς πάθεσι τούτοις ὑποβληθείσῃ, παρεσχέθη ἡμῖν καὶ ἡ ἐκ τῆς ἰατρικῆς προσαγομένη τοῖς κά μνουσι, κατὰ τὸ ποσὸν γοῦν, ἐπικουρία. Οὔτε γὰρ αὐτομάτως ἐκ τῆς γῆς ἐβλάστησαν αἱ βοτάναι, αἱ πρὸς ἕκαστον τῶν παθῶν οἰκείως ἔχου σαι· ἀλλὰ, δηλονότι, τῷ βουλήματι τοῦ δημιουργοῦ πρὸς τὸν τῆς ἡμετέρας ὠφελείας σκοπὸν ἐξηνέχθη σαν. Ἡ μὲν οὖν ἐν ταῖς ῥίζαις, καὶ τοῖς ἄνθεσιν, ἢ φύλλοις, ἢ καρποῖς, ἢ ὀποῖς φύσις, ἢ ὅσα ἀπὸ με τάλλων, ἢ ὅσα ἐκ τῆς θαλάσσης πρὸς τὴν τῆς σαρκὸς ὠφέλειαν οἰκείως ἔχειν ἐξεύρηται, ὅμοιά ἐστι τῆς τῶν ἐσθιομένων καὶ