1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

42

Καὶ ὅτι ταῦτα οὐ στοχαζόμενος λέγω, φέρε καὶ ἕτερον τῶν εἰρημένων παραγάγωμεν μάρτυρα, ὃν μάλιστα ἀξιόπιστον εἶναι νομίζουσιν, Ἰώσηππον λέγω, τὸν καὶ τὰς συμφορὰς αὐτῶν τραγῳδήσαντα, καὶ τὴν Παλαιὰν ∆ιαθήκην παραφράσαντα πᾶσαν· ὃς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν γενόμενος, καὶ τὴν αἰχμαλωσίαν τὴν ὑπ' αὐτοῦ προῤῥηθεῖσαν εἰπὼν, καὶ περὶ ταύτης διελέχθη τῆς αἰχμαλωσίας τῆς γενομένης, τὴν τοῦ προφήτου ἑρμηνεύων ὅρασιν, τὴν ἐπὶ τοῦ κριοῦ καὶ τοῦ τράγου καὶ τῶν τεσσάρων κεράτων, καὶ τοῦ ὑστέρου τοῦ μετ' ἐκεῖνα ἀνελθόντος. Καὶ ἵνα μή τις ὑποπτεύῃ τὰ παρ' ἡμῶν εἰρημένα, φέρε καὶ αὐτὰς παραθώμεθα τὰς ῥήσεις ἐκείνου. Ἐπαινέσας γὰρ καὶ θαυμάσας τὸν ∆ανιὴλ μεθ' ὑπερβολῆς ἁπάσης, καὶ τῶν ἄλλων αὐτὸν προθεὶς προφητῶν ἁπάντων, ἦλθε καὶ ἐπὶ ταύτην τὴν ὅρασιν, καί φησιν οὕτω· Κατέλιπε δὲ γραφὰς, ὅθεν ἡμῖν τὸ τῆς προφητείας ἀκριβὲς αὐτοῦ καὶ ἀπαράλλακτον ἐποίησε δῆλον. Φησὶ γὰρ, ἐν Σούσοις τῇ μητροπόλει τῆς Περσίδος ἐξελθεῖν μὲν εἰς τὸ πεδίον μετὰ ἑταίρων αὐτοῦ τινῶν· σεισμοῦ δὲ καὶ κλόνου τῆς γῆς ἐξαίφνης γενομένου, καταλειφθῆναι μόνον, φυγόντων τῶν φίλων. Καὶ πεσεῖν μὲν ἐπὶ στόμα, καὶ στηριχθῆναι ἐπὶ τὰς δύο χεῖρας· τινὸς δὲ ἁπτομένου αὐτοῦ καὶ μεταξὺ κελεύοντος ἀναστῆναι, καὶ τὰ μέλλοντα συμβήσεσθαι τοῖς πολίταις ἰδεῖν μετὰ πολλὰς γενεὰς, ἀναστάντι αὐτῷ δειχθῆναι κριὸν μέγαν, πολλὰ μὲν ἐκπεφυκότα κέρατα, τὸ δὲ τελευταῖον αὐτῶν ὑψηλότερον ἔχοντα. Ἔπειτα ἀναβλέψαι μὲν πρὸς τὴν δύσιν, θεάσασθαι δὲ τράγον δι' ἀέρος φερόμενον· συῤῥήξαντα δὲ τῷ κριῷ, καὶ τοῖς κέρασι πλήξαντα δὶς καταβαλεῖν αὐτὸν ἐπὶ τῆς γῆς καὶ πατῆσαι. Εἶτα τὸν τράγον ἰδεῖν ὑψηλότερον, ἐκ τοῦ μετώπου μέγιστον ἀναφύσαντα κέρας· οὗ κλασθέντος, ἄλλα ἀναβλαστῆσαι τέσσαρα καθ' ἕκαστον τῶν ἀνέμων τετραμμένα· ἐξ αὐτῶν δὲ ἀνασχεῖν καὶ ἄλλο μικρότερον ἐνέγραψεν αὐξῆσαν. Ἔλεγε δὲ αὐτῷ ὁ ταῦτα ἐπιδεικνὺς Θεὸς, πολεμήσειν αὐτοῦ τὸ ἔθνος, καὶ τὴν πόλιν ἀναιρήσειν κατὰ κράτος, καὶ συλήσειν τὸν ναὸν, καὶ τὰς θυσίας κωλύσειν· γενέσθαι δὲ ἐφ' ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα. Ταῦτα μὲν ἰδεῖν ἐν τῷ πεδίῳ τῷ ἐν Σούσοις ὁ ∆ανιὴλ ἀνέγραψε· κρῖναι δὲ αὐτῷ τὴν ὄψιν τοῦ φαντάσματος ἐδήλου τὸν Θεόν· ὃς τὸν μὲν κριὸν βασιλείας τὰς Περσῶν καὶ Μήδων σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς βασιλεύειν μέλλοντας· τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα τὸν μέλλοντα 48.897 τούτων διοίσειν ἁπάντων πλούτῳ τε καὶ δόξῃ. Τὸν δὲ τράγον δηλοῦν, ὡς ἐξ Ἑλλήνων τις ὁ βασιλεύων ἔσται, ὃς τῷ Πέρσῃ συμβαλὼν δὶς, κρατήσει τῇ μάχῃ καὶ ἀφαιρήσεται τὴν ἡγεμονίαν ἅπασαν. ∆ηλοῦσθαι δὲ διὰ τοῦ πρώτου μεγάλου κέρατος τοῦ ἐν τῷ μετώπῳ τοῦ τράγου τὸν πρῶτον βασιλέα, καὶ τὴν τῶν τεσσάρων ἀναβλάστησιν ἐκπεσόντος ἐκείνου, καὶ τὴν πρὸς τὰ τέσσαρα κλίματα ἀποστροφὴν ἑκάστου, τοὺς διαδόχους μετὰ τὸν θάνατον τοῦ πρώτου βασιλέως ἐμφαίνεσθαι, καὶ διαμερισμὸν εἰς αὐτοὺς τῆς βασιλείας· οὔτε δὲ παῖδας ὄντας αὐτοῦ οὔτε συγγενεῖς πολλοῖς ἔτεσιν ἄρξειν τῆς οἰκουμένης. Ἔσεσθαι δὲ ἐκ τούτων ἕνα τινὰ βασιλέα, τὸν ἐκπολεμήσοντα καὶ τοὺς νόμους αὐτῶν, καὶ τὴν κατ' αὐτοὺς ἀφαιρησόμενον πολιτείαν, καὶ συλήσοντα τὸν ναὸν, καὶ τὰς θυσίας ἐπὶ ἔτη τρία κωλύσοντα ἐπιτελεσθῆναι. Καὶ δὴ ταῦτα ἡμῶν συνέβη τῷ ἔθνει παθεῖν ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καθὼς εἶδε ∆ανιὴλ πολλοῖς ἔτεσιν ἔμπροσθεν, καὶ ἀνέγραψε τὰ γενησόμενα. Ἆρα τί τούτου σαφέστερον γένοιτ' ἄν; Ὥρα δὴ λοιπὸν, εἰ μὴ δοκοῦμεν διενοχλεῖν, ἐπ' αὐτὸ τὸ ζητούμενον ἐλθεῖν, τὴν παροῦσαν αἰχμαλωσίαν, καὶ τὴν δουλείαν ταύτην δὲ τὴν σήμερον, δι' ἣν ἅπαντα ταῦτα ἐκινήσαμεν. Ἀλλὰ διανάστητέ μοι νῦν· οὐδὲ γὰρ ὑπὲρ τῶν τυχόντων ἡμῖν ὁ ἀγών. Καὶ γὰρ ἄτοπον, ἐν Ὀλυμπιακοῖς μὲν καθημένους ἀγῶσι ἐκ μέσων νυκτῶν εἰς μεσημβρίαν μέσην καρτερεῖν, ἀναμένοντας ἰδεῖν εἰς τίνα ὁ στέφανος περιστήσεται, καὶ γυμνῇ τῇ κεφαλῇ θερμὴν δέχεσθαι τὴν ἀκτῖνα, καὶ μὴ πρότερον ἀφίστασθαι, ἕως ἂν κρίσιν τὰ ἀγωνίσματα λάβῃ· νῦν δὲ ἡμῖν οὐχ ὑπὲρ στεφάνου τοιούτου, ἀλλ' ὑπὲρ