42
ἁπλότης ἀλλ' ἢ φρόνησις; Ὅταν γὰρ μηδὲν ὑποπτεύῃς πονηρὸν, οὔτε τεκτῆναι δύνασαι πονηρόν· ὅταν μηδὲν ἔχῃς τῶν δεινῶν, οὐδὲ μνησικακῆσαι δυνήσῃ. Ὕβρισέ τις; οὐκ ἤλγησας· ἐκακηγόρησεν; οὐδὲν ἔπαθες· ἐβάσκηνεν; οὐδὲ οὕτως ἔπαθές τι. Ὁδός τίς ἐστιν ἐπὶ φιλοσοφίαν ἡ ἁπλότης. 60.67 Οὐδεὶς οὕτως ἐστὶ τὴν ψυχὴν καλὸς, ὡς ὁ ἁπλοῦς. καθάπερ γὰρ ἐν τῷ σώματι ὁ μὲν στυγνὸς καὶ κατηφὴς καὶ σύννους, κἂν καλὸς ᾖ, τὸ πολὺ τῆς ὡραιότητος ὑποτέμνεται· ὁ δὲ ἀνειμένος καὶ ἠρέμα μειδιῶν τὴν ὄψιν, ἐπιτείνει τὴν ὡραιότητα· οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς, ὁ μὲν σύννους κἂν μυρία ἔχῃ κατορθώματα, ἠφάνισεν αὐτά· ὁ δὲ ἀνειμένος καὶ ἁπλοῦς, τοὐναντίον. Καὶ φίλον τὸν τοιοῦτον μετὰ ἀσφαλείας ἄν τις εἰργάσαιτο, καὶ ἐχθρὸν γενόμενον καταλλάξειεν. Οὐ γὰρ δεῖ φυλακῆς καὶ προφυλακῆς, οὐδὲ δεσμῶν καὶ συνδέσμων ἐπὶ τοῦ τοιούτου, ἀλλὰ πολλὴ μὲν αὐτῷ ἔσται ἡ ἄνεσις, πολλὴ δὲ καὶ τοῖς συνοῦσιν αὐτῷ. Τί οὖν, ἂν εἰς πονηροὺς, φησὶν, ἄνδρας ὁ τοιοῦτος ἐμπέσῃ; Ὁ Θεὸς ὁ προστάξας εἶναι ἀπλάστους, ὀρέξει χεῖρα. Τί τοῦ ∆αυῒδ ἀπλαστότερον ἦν; τί δὲ τοῦ Σαοὺλ πονηρότερον; Τίς οὖν περιεγένετο; Τί δαὶ ἐπὶ τοῦ Ἰωσήφ; οὐχ ὁ μὲν ἀπλάστως προσῄει τῇ δεσποίνῃ, ἡ δὲ κακούργως; Τί οὖν, εἰπέ μοι, ἐκεῖνος ἠδίκηται; Τί δαὶ τοῦ Ἄβελ ἀπλαστότερον ἦν; τί δαὶ τοῦ Κάϊν κακουργότερον; Ὁ Ἰωσὴφ δὲ πάλιν οὐκ ἀπλάστως ἐκέχρητο τοῖς ἀδελφοῖς; οὐ διὰ τοῦτο εὐδοκίμησεν, ὅτι ὁ μὲν ἀνυπόπτως πάντα ἐφθέγγετο, οὗτοι δὲ κακούργως ἐδέχοντο; Καὶ ἅπαξ εἶπε τὰ ὀνείρατα, καὶ πάλιν εἶπε, καὶ οὐκ ἐφυλάξατο· καὶ πάλιν πρὸς αὐτοὺς ἀπῄει τροφὰς ἀποίσων, καὶ οὐδὲν ἐφυλάττετο, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ· ἀλλ' ὅσῳ ἐκεῖνοι πρὸς αὐτὸν οὕτω διέκειντο ὡς πρὸς πολέμιον, οὕτως ἐκεῖνος ὡς πρὸς ἀδελφούς. Καὶ ἠδύνατο ὁ Θεὸς μὴ ἀφεῖναι αὐτὸν ἐμπεσεῖν, ἀλλ' ἀφῆκεν, ἵνα δειχθῇ τὸ θαῦμα, καὶ ὅτι κἂν τὰ αὐτῶν ἐπιδείξωνται, ἐκεῖνος ἀνώτερος ἔσται. Ὥστε κἂν λάβῃ πληγὴν, οὐ παρ' ἑαυτοῦ, ἀλλὰ παρ' ἑτέρου λαμβάνει. Ὁ δὲ πονηρὸς ἑαυτὸν μὲν πλήττει πρότερον, ἕτερον δὲ οὐδένα· οὕτως ἐστὶ καὶ ἑαυτῷ πολέμιος. Τοῦ τοιούτου ἀεὶ ἀθυμίας ἡ ψυχὴ μεστὴ, τῶν λογισμῶν ἀεὶ συνδεδεμένων· κἂν ἀκοῦσαι, κἂν εἰπεῖν τι δέῃ πάντα μετὰ ἐγκλημάτων ποιεῖ, πάντα μετὰ αἰτίας. Φιλία τῶν τοιούτων καὶ ὁμόνοια πόῤῥω καὶ μακρὰν ἐσκήνωνται· μάχαι δὲ παρ' αὐτοῖς καὶ ἔχθραι καὶ ἀηδίαι, καὶ ἑαυτοὺς ὑποπτεύουσιν οἱ τοιοῦτοι. Τούτοις οὐδὲ ὕπνος ἡδὺς, οὔτε ἄλλο οὐδέν. Ἂν δὲ καὶ γυναῖκα ἔχωσι. βαβαὶ, πρὸς πάντας ἐχθροὶ γίνονται καὶ πολέμιοι· ζηλοτυπίαι μυρίαι, φόβος διηνεκής· πονηρὸς δὲ παρὰ τὸ πονεῖν εἴρηται. Οὕτω γοῦν καὶ ἡ Γραφὴ πόνον ἀεὶ τὴν πονηρίαν καλεῖ, ὡς ὅταν λέγῃ, Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος· καὶ ἀλλαχοῦ πάλιν, Καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Εἰ δὲ θαυμάζοι τις, πόθεν μὲν παρὰ τὴν ἀρχὴν τοιοῦτοι γεγόνασι, νῦν δὲ οὐ τοιοῦτοι, μαθέτω τὴν θλῖψιν αἰτίαν, τὴν διδάσκαλον τῆς φιλοσοφίας, τὴν μητέρα τῆς εὐλαβείας. Ὅτε χρημάτων ἀναίρεσις ἦν, τότε οὐδὲ πονηρία ἦν. Ναὶ, φησίν· αὐτὸ γὰρ τοῦτο ἐρωτῶ· νῦν δὲ πόθεν ἡ τοσαύτη πονηρία· πόθεν ἐκείνοις μὲν ἐπῆλθε τοῖς τρισχιλίοις καὶ πεντακισχιλίοις εὐθέως ἑλέσθαι τὴν ἀρετὴν, καὶ ὁμοῦ οὕτως ἐγένοντο φιλόσοφοι, νῦν δὲ μόλις εἷς εὑρίσκεται; τότε δὲ οὕτω συνεφώνουν; τί τὸ ποιῆσαν αὐτοὺς σφοδροὺς καὶ διεγηγερμένους; τί αὐτοὺς ἄφνω ἐπύρωσεν; Ἐπειδὴ μετὰ πολλῆς προσῆλθον τῆς εὐλαβείας· ἐπειδὴ τὰ τῶν τιμῶν οὐκ ἦν καθάπερ νῦν· ἐπειδὴ πρὸς τὰ μέλλοντα μετέστησαν αὐτῶν τὴν διάνοιαν, καὶ οὐδὲν τῶν παρόντων προσεδόκων. Τοῦτό ἐστι πεπυρωμένης ψυχῆς, τὸ τοῖς δεινοῖς ἐνστρέφεσθαι· τοῦτο ἐνόμιζον 60.68 ἐκεῖνοι χριστιανισμὸν εἶναι. Ἀλλ' οὐχ ἡμεῖς· νῦν γὰρ τὰς ἀνέσεις ἐνταῦθα ζητοῦμεν. ∆ιὰ τοῦτο οὐδὲ, ὅταν δέῃ, τούτων ἐπιτευξόμεθα. Τί ποιήσωμεν, ἠρώτων ἐκεῖνοι, ἀπογινώσκοντες ἑαυτῶν; Ὑμεῖς δὲ τὸ ἐναντίον, Τί ποιήσομεν; λέγομεν ἐπιδεικνύμενοι πρὸς τοὺς παρόντας, καὶ μέγα φρονοῦντες ἐφ' ἑαυτοῖς. Ἅπερ ἔδει γενέσθαι ἐποίουν ἐκεῖνοι, ἡμεῖς δὲ τοὐναντίον. Κατέγνωσαν ἑαυτῶν ἐκεῖνοι, ἀπέγνωσαν αὐτῶν τῆς σωτηρίας· διὰ τοῦτο τοιοῦτοι γεγόνασιν. Ἔγνωσαν