43
ὅσον ἔλαβον δῶρον. δʹ. Πῶς δὲ ὑμεῖς ἔσεσθε τοιοῦτοι, ἀπεναντίας ἐκείνοις ἅπαντα πράττοντες; Ἐκεῖνοι ἅμα ἤκουσαν καὶ ἐβαπτίσαντο· οὐκ εἶπον ταῦτα τὰ ῥήματα τὰ ψυχρὰ, ἅπερ ἡμεῖς νῦν, οὐδὲ τὴν ἀναβολὴν ἐπραγματεύσαντο· καίτοι γε οὐ πάντα ἤκουσαν τὰ δικαιώματα, ἀλλὰ μόνον, τὸ, Σώθητε ἀπὸ τῆς γενεᾶς ταύτης. Οὐκ ὀκνηροὺς αὐτοὺς ἐποίησεν, ἀλλὰ ἀπεδέξαντο τοὺς λόγους· καὶ ὅτι ἀπεδέξαντο, διὰ τῶν ἔργων ἐδήλωσαν, καὶ ἔδειξαν ἑαυτοὺς τίνες ἦσαν. Ἅμα γὰρ ἐνέβησαν εἰς τὸν ἀγῶνα, ἀπεδύσαντο τὰ ἱμάτια· ἡμεῖς δὲ ἐμβαίνοντες, μετὰ ἱματίων παλαίειν βουλόμεθα. ∆ιὰ τοῦτο οὐ δεῖται πόνων ὁ ἀνταγωνιστὴς, ἀλλ' ἐν αὐτοῖς περιπλακέντες πολλάκις κατηνέχθημεν. Ταὐτὸν γὰρ ποιοῦμεν, ὥσπερ ἂν εἴ τις ἄνδρα ἀθλητὴν κεκονιμένον. μέλανα, γυμνούμενον ἰδὼν, πολὺν καὶ ἀπὸ τῆς ἄμμου καὶ τοῦ ἡλίου πηλὸν ἔχοντα, καὶ ἀνακεχρωσμένον τῷ ἐλαίῳ, καὶ τῷ ἱδρῶτι, καὶ τῷ πηλῷ, αὐτὸς μύρων ὄζων, σηρικὰ λαβὼν ἱμάτια καὶ χρυσᾶ ὑποδήματα, καὶ στολὴν μέχρι σφυρῶν καθιεμένην, καὶ χρυσία περὶ τὴν κεφαλὴν, συμπλέκοιτο εἰσιών. Ὁ γὰρ τοιοῦτος οὐκ ἐμποδισθήσεται μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν φροντίδα περὶ τὸ μὴ μολῦναι μηδὲ διαῤῥῆξαι τοὺς χιτῶνας ἔχων, ἐκ πρώτης εὐθέως προσβολῆς πεσεῖται, καὶ ὅπερ δέδοικεν, εὐθέως τοῦτο πείσεται, περὶ ἐκεῖνα τὰ καίρια τὴν ζημίαν λαβών. Καιρὸς ἀγῶνος ἐνέστηκε· σὺ δὲ περιβάλλῃ σηρικά; καιρὸς γυμνασίας, καιρὸς σταδίου· σὺ δὲ καθάπερ ἐν πομπῇ κοσμεῖς σαυτόν; Καὶ πῶς περιέσῃ; Μή μοι πρὸς τὰ ἔξω ἴδῃς, ἀλλὰ πρὸς τὰ ἔσω. Ταῖς γὰρ τούτων φροντίσι, καθάπερ σχοινίοις χαλεποῖς, πάντοθεν ἡ ψυχὴ συνδέδεται, χεῖρα οὐκ ἐῶσα ἀντᾶραι, οὐδὲ ἐπανατείνασθαι τῷ πολεμίῳ, μαλακοὺς ἐργαζομένη καὶ ἁπαλούς. Ἀγαπητὸν, πάντων ἀπαλλαγέντα δυνηθῆναι περιγενέσθαι τῆς ἀκαθάρτου δυνάμεως ἐκείνης. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς, ὡς οὐκ ἀρκούσης τῆς τῶν χρημάτων μόνον ἀποβολῆς, ὅρα τί φησι. Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Εἰ δὲ, οὐδὲ ὅταν ἀποδυσώμεθα τὰ χρήματα, οὐδέπω ἐν ἀσφαλείᾳ ἑστήκαμεν, ἀλλὰ καὶ ἑτέρας τινὸς τέχνης καὶ ἀκριβείας ἡμῖν δεῖ· πολλῷ μᾶλλον ἔχοντες, οὐδὲν ἐργασόμεθα μέγα, ἀλλὰ καταγέλαστοι καὶ τοῖς θεαταῖς καὶ αὐτῷ γενησόμεθα τῷ πονηρῷ. Κἂν γὰρ διάβολος μὴ ᾖ, κἂν ὁ παλαίων μηδεὶς ᾖ, μυρίαι πάντοθεν ὁδοὶ πρὸς τὴν γέενναν τὸν φιλοχρήματον ἄγουσι. Ποῦ νῦν εἰσιν οἱ λέγοντες, ∆ιατί ὁ διάβολος γέγονεν; Ἰδοὺ ἐνταῦθα ὁ διάβολος οὐδὲν ἐργάζεται, ἀλλὰ τὸ πᾶν ἡμεῖς. Καὶ μὴν οἱ ἐν τοῖς ὄρεσι ταῦτα λέγειν ὤφειλον, οἱ μετὰ σωφροσύνην καὶ χρημάτων ὑπεροψίαν καὶ τὴν τῶν ἄλλων καταφρόνησιν, πατέρα, καὶ οἰκίας, καὶ ἀγροὺς, καὶ γυναῖκα, καὶ παιδία ἀφεῖναι μυριάκις ἑλόμενοι. Ἀλλ' ἐκεῖνοι μάλιστα ταῦτα οὐ λέγουσιν· ἃ δὲ οὐδέποτε λέγειν ἐχρῆν, οὗτοι λέγουσιν. Ἐκεῖνα 60.69 ὄντως τοῦ διαβόλου τὰ παλαίσματα· εἰς ταῦτα δὲ οὐδὲ καθεῖναι ἄξιον. Ἀλλὰ αὐτὴν, φησὶ, τὴν φιλοχρηματίαν ὁ διάβολος ἐνίησι. Καὶ ἀπόφυγε, καὶ μὴ καταδέξῃ, ἄνθρωπε. Νῦν δὲ, ἂν μέν τινα ἴδῃς τινὸς ἀπὸ δρυφάκτου κατασκευάζοντα βόρβορον, εἶτα τὸν ὁρῶντα καταχεόμενον αὐτοῦ ἑστῶτα καὶ τὸ πᾶν δεχόμενον τῇ κεφαλῇ, οὐ μόνον οὐκ ἐλεεῖς, ἀλλὰ καὶ ἀγανακτεῖς, καὶ φὴς αὐτὸν δικαίως πεπονθέναι, καὶ, Μὴ μωρὸς ἴσθι, ἕκαστος πρὸς αὐτὸν φθέγγεται· καὶ οὐ τὸν βάλλοντα τοσοῦτον αἰτιᾷ, ἀλλὰ τὸν δεχόμενον. Νυνὶ δὲ οἶδας, ὅτι τοῦ διαβόλου ἡ φιλοχρηματία· οἶδας, ὅτι μυρίων κακῶν τοῦτο αἴτιον· ὁρᾷς αὐτὸν καθάπερ βόρβορον κατασκευάζοντα τοὺς συρφετοὺς λογισμοὺς καὶ αἰσχρούς· καὶ γυμνῇ τῇ κεφαλῇ δεχόμενος τὴν ἀκαθαρσίαν τὴν ἐκείνου οὐ νοεῖς, δέον μικρὸν ἐκκλίναντα τοῦ παντὸς ἀπηλλάχθαι; Καθάπερ ἂν ἐκεῖνος τὸν τόπον ἐκκλίνας ἀπηλλάγη· οὕτω καὶ σὺ μὴ δέχου τοὺς τοιούτους λογισμοὺς, καὶ φεύξῃ τὴν ἁμαρτίαν, ἀπόκρουσαι τὴν ἐπιθυμίαν. Καὶ πῶς ἀποκρούσομαι; φησίν. Εἰ μὲν Ἕλλην ἦς, καὶ τὰ παρόντα ἐθαύμαζες μόνα, τάχα πολλῆς ἦν δυσκολίας τὸ πρᾶγμα, καίτοι γε ἐκεῖνοι κατώρθωσαν τοῦτο· ἄνθρωπος δὲ τὸν οὐρανὸν προσδοκῶν καὶ τὰ ἐν τοῖς οὐρανοῖς, λέγεις, Πῶς 60.70 ἀποκρούσομαι; Εἰ τοὐναντίον ἔλεγον, τότε ἐχρῆν