44
ἐνεργέστερον ἡμᾶς ἄγει εἰς συναίσθησιν τῆς παρὰ τοῦ Κυρίου χάριτος. Πολλάκις δὲ καὶ πρὸς παιδείαν περιπεσόντες ταῖς νόσοις, μέρος τῆς παιδεύσεως καὶ τὴν διὰ τῶν ἐπιπόνων θεραπείαν ὑποστῆναι κατεδικάσθημεν. Οὔτε 31.1049 οὖν τομὰς, οὔτε καύσεις, οὔτε διὰ τῶν δριμέων καὶ ἐπιπόνων φαρμάκων ἀλγήματα, οὔτε ἀσιτίας, οὔτε διαίτης ἀκριβῆ μέτρα, οὔτε ἀποχὴν τῶν φθειρόντων παραιτεῖσθαι ἡμᾶς ὁ ὀρθὸς λόγος ὑπαγορεύει· σωζομένου (πάλιν λέγω) τοῦ σκοποῦ τῆς κατὰ ψυχὴν ὠφελείας, ὡς ἐν ὑποδείγματος λόγῳ τὴν ἑαυτῆς ἐπιμέλειαν παιδευομένης. Κίνδυνος δὲ οὐχ ὁ τυχὼν εἰς μετεωρισμὸν τὴν διάνοιαν ἐκπεσεῖν, ὡς παντὸς πάθους τῶν ἐξ ἰατρικῆς βοηθημάτων προσδεομένου. Οὐ γὰρ πάντα φύσεώς εἰσιν ἀῤῥωστήματα, οὐδὲ ἐκ πλημμελοῦς διαίτης ἡμῖν, ἤ τινων ἄλλων σωματικῶν ἀρχῶν προσγινόμενα, πρὸς ἅπερ ἐνίοτε ὁρῶμεν τὴν ἰατρικὴν χρησιμεύουσαν. Πολλάκις γὰρ καὶ μάστιγες ἁμαρτημάτων εἰσὶ τὰ ἀῤῥωστήματα, εἰς ἐπιστροφὴν προσαγόμενα. Ὃν γὰρ, φησὶν, ἀγαπᾷ Κύριος, παιδεύει· καὶ, ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Τοὺς οὖν τοιούτους ἡσυχάζοντας, καὶ ἀφεμένους τῶν ἰατρικῶν ἐπιτηδευμάτων, ὑπομένειν χρὴ τὰ ἐπαγόμενα, ὅταν γνωρίσωμεν ἑαυτῶν τὰ πλημμελήματα, κατὰ τὸν εἰπόντα· Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ· καὶ τὴν διόρθωσιν ἐπιδείκνυσθαι, διὰ τοῦ ποιεῖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μεμνῆσθαι τοῦ Κυρίου εἰπόντος· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Γίνεται δέ ποτε καὶ κατὰ ἐξαίτησιν τοῦ πονηροῦ, ὥσπερ ἀγωνιστὴν μέγαν, συγκαθιέντος αὐτῷ εἰς τὸν ἀγῶνα τοῦ φιλανθρώπου ∆εσπότου, καὶ τὴν μεγαλαυχίαν αὐτοῦ διὰ τῆς εἰς ἄκρον ὑπομονῆς τῶν δούλων ἑαυτοῦ καθαιροῦντος· ὅπερ ἐπὶ τοῦ Ἰὼβ γενόμενον μεμαθήκαμεν. Ἢ καὶ εἰς ὑπόδειγμα τοῖς ἀφερεπόνοις παράγονται ὑπὸ τοῦ Θεοῦ οἱ δυνάμενοι μέχρι θανάτου ἐγκαρτερῆσαι τοῖς ἀλγεινοῖς· ὡς ὁ Λάζαρος, ὃς, τοιούτοις ἕλκεσι συνεχόμενος, οὐδαμοῦ γέγραπται οὔτε αἰτήσας τι τὸν πλούσιον, οὔτε δυσαρεστηθεὶς τοῖς παροῦσι· διὸ καὶ ἔτυχε τῆς ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ ἀναπαύσεως, ὡς ἀπολαβὼν τὰ κακὰ ἐν τῇ ζωῇ αὐτοῦ. Εὕρομεν δὲ καὶ ἄλλην αἰτίαν ἀῤῥωστημάτων τοῖς ἁγίοις συμβαίνουσαν, ὡς ἐπὶ τοῦ Ἀποστόλου. Ἵνα γὰρ μὴ δόξῃ ὑπερβαίνειν τὸν ὅρον τῆς ἀνθρωπίνης φύσεως, καὶ μή τις αὐτὸν λογίσηται ἐν τῇ φυσικῇ κατασκευῇ ἔχειν τι περισσὸν (ὅπερ ἔπαθον οἱ Λυκάονες, στέμματα καὶ ταύρους προσάγοντες), εἰς παράστασιν τῆς ἀνθρωπίνης φύσεως, τῇ ἀῤῥωστίᾳ συνῆν διαρκῶς. 31.1052 Τί οὖν τοῖς τοιούτοις παρὰ τῆς ἰατρικῆς γένοιτο κέρδος; καὶ οὐχὶ μᾶλλον κίνδυνος, μετεωριζομένοις ἀπὸ τοῦ ὀρθοῦ λόγου εἰς τὴν τοῦ σώματος ἐπιμέ- λειαν; Τοῖς γε μὴν ἐκ πονηρᾶς διαίτης τὴν ἀῤῥωστίαν ἑαυτοῖς συναθροίσασιν οἷον τύπῳ τινὶ καὶ ὑπογραμμῷ χρηστέον τῇ τοῦ σώματος θεραπείᾳ πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν, καθὰ πρότερον εἴρηται. Ἡ γὰρ ἀποχὴ τῶν βλαπτόντων κατὰ τὸν ἰατρικὸν λόγον καὶ ἡμῖν ἐστιν ὠφέλιμος, ἡ ἐκλογὴ τῶν χρησίμων, ἡ φυλακὴ τῶν παραγγελμάτων. Καὶ αὐτὴ δὲ ἡ τῆς σαρκὸς ἀπὸ ἀῤῥωστίας πρὸς εὐεξίαν μεταβολὴ παραμυθία γινέσθω πρὸς τὸ μὴ ἀπογινώσκειν ἡμᾶς τῆς ψυχῆς, ὡς οὐ δυναμένης ἐκ τῶν ἁμαρτημάτων πρὸς τὴν οἰκείαν πάλιν ὁλοκληρίαν διὰ τῆς μετανοίας ἐπανελθεῖν. Οὔτε οὖν φευκτέον πάντη τὴν τέχνην, οὔτε ἐπ' αὐτῇ πάσας τὰς ἐλπίδας ἔχειν ἀκόλουθον. Ἀλλ' ὡς κεχρήμεθα μὲν τῇ γεωργικῇ, αἰτούμεθα δὲ παρὰ τοῦ Θεοῦ τοὺς καρπούς· καὶ τῷ κυβερνήτῃ μὲν τὸ πηδάλιον ἐπιτρέπομεν, τῷ Θεῷ δὲ προσευχόμεθα ἐκ τοῦ πελάγους ἀποσωθῆναι οὕτω καὶ ἰατρὸν εἰσάγοντες, ὅτε λόγος συγχωρεῖ, τῆς πρὸς Θεὸν ἐλπίδος οὐκ ἀφιστάμεθα. Ἐμοὶ δὲ καὶ πρὸς ἐγκράτειαν οὐ μικρὸν συντελεῖν ἡ τέχνη φαίνεται. Ὁρῶ γὰρ, ὅτι καὶ τρυφὰς ἀποκόπτει, καὶ πλησμονὴν διαβάλλει, καὶ ποικιλίαν διαίτης, καὶ περίεργον ἀρτυμάτων ἐπίνοιαν, ὡς