44
ἄλλοι δι' ἡμῶν ἐλάμβανον, ταύτης δὲ ἡμεῖς χρῄζομεν ὑπὲρ ἡμῶν αὐτῶν, ὃ καὶ μᾶλλον δυσωπησάτω τὴν σὴν λογιότητα. 149.Τ ΓΕΩΡΓΙΩΙ 149.1 Τὸ ἀρρωστοῦν θεραπεύεται, ἀλλ' οὐ συντρίβεται. Πῶς οὖν ὁ συνδιάκονος ἡμῶν Εὐθάλιος, οὔτε τὸν βαθμὸν αἰδεσθείς, οὔτε τὴν οἰκειότητα τιμήσας, δεσμοῖς καὶ πληγαῖς συνέτριψε τὸν ἄθλιον Φιλαδέλφιον, ὡς δείκνυσι καὶ τῶν πληγῶν τὰ σημεῖα, τοῦτο τεθαύμακα. 149.2 Μὴ τοίνυν παρέργως δέξῃ τὸ γεγονός, ἀλλὰ τὸ συμβάν, ἐλθὼν διὰ σεαυτοῦ, παράστησον ἡμῖν. Παρέστω δὲ καὶ ὁ διάκονος, καὶ λόγον ὑφέξων τῆς κατηγορίας καὶ τύπον ληψόμενος περὶ τῆς τοῦ συντριβέντος ζωῆς. Οὐ γὰρ ἀνεχόμεθα τοιαύτην ἀσχημοσύνην τολμᾶσθαι σχεδὸν ἐν ταῖς ἡμετέραις ὄψεσιν. 150.Τ ΑΣΤΕΡΙΩΙ 150.1 Χαίρω καὶ γράφων καὶ ἐγκαλούμενος ὅτι μὴ γράφω, 150.1 εἴ ποτε τοῦτο συμβαίνει· χρηστὰ γάρ σου καὶ τὰ ἐγκλή ματα. Καίτοι γε πολλάκις καὶ περὶ πολλῶν ἐπιστείλας οἶδα, καὶ μέντοι καὶ τυχὼν περὶ ὧν ἐδεήθην σου. Καὶ εἰ μή τι ἄλλο, τό γε πλῆθος τῶν εὖ πεπονθότων μαρτυρεῖ μοι τὰ γράμματα. 150.2 Εἰ δὲ σὺ μὲν ἀφθονώτερος εἶ τὴν φιλίαν ἤ τις ἂν εὔξαιτο, ἐγὼ δὲ περὶ τὰς αἰτήσεις δειλό τερος, σὺ μὲν ἔχε τὰ πρῶτα τῆς ἀρετῆς, ἐμοὶ δὲ συγγνώμη τὸ φορτικὸν φεύγοντι, ἐπειδὴ 20πᾶν μέτρον ἄριστον20 οἶδεν ὁ τοῦ σοφοῦ λόγος. 150.3 Πλὴν τῷ Θεῷ χάρις, ὅτι σοι τὸ εὖ ποιεῖν ἐνεχείρισεν, οὕτω κοινὸν ἐπιστήσας ἡμῖν εὐεργέτην τε καὶ συνάρχοντα. Ἐπεὶ καὶ νῦν ἐγχειρίζω σοι διὰ ταύτης μου τῆς ἐπιστολῆς τὸν ἀδελφὸν καὶ συνδιάκονον ἡμῶν Γεώργιον, ἄνδρα τῶν ἐξαιρέτων ἡμῖν καὶ τῇ Ἐκκλησίᾳ χρησιμώτατον, ἀξιῶν θάρσους αὐτὸν τυχεῖν ἐν οἷς πρός τινας διαφέρεται καὶ μὴ συναρπασθῆναι τῇ τυραννίδι.
151.Τ ΝΕΚΤΑΡΙΩΙ 151.1 Καλῶς οἱ πολλοὶ στοχάζονται τῆς σῆς διανοίας·
μᾶλλον δὲ οὐκ εἰκάζουσιν, ἀλλ' ἡμῖν φιλοτιμουμένοις οὐκ ἀπιστοῦσιν, ὅτι μὴ μικρᾶς ἡμᾶς ἀδιοῖς αἰδοῦς καὶ τιμῆς. Τούτων εἷς ἐστι καὶ ὁ τιμιώτατος υἱὸς ἡμῶν Γεώργιος, 151.2 ὅς, πολλαῖς ζημίαις περιπεσὼν καὶ κάμνων ἱκανῶς ἐν τοῖς πράγμασιν, ἕνα λιμένα σωτηρίας εὑρίσκει, τὸ προσαχ θῆναί σοι δι' ἡμῶν καὶ τυχεῖν τινος φιλανθρωπίας παρὰ τοῦ τιμιωτάτου τῶν οἰκείων Κόμητος. 151.3 ∆ὸς οὖν τὴν χάριν, εἰ βούλει μέν, αὐτῷ καὶ τῇ χρείᾳ· εἰ βούλει δέ, ἡμῖν, οἷς τὸ πάντα χαρίζεσθαι οἶδ' ὅτι ἐγνωσμένον ἐστί σοι καὶ αὐτοῖς πείθεις τοῖς πράγμασι. 152.Τ ΘΕΟ∆ΩΡΩΙ 152.1 Καιρός μοι τὸ τῆς Γραφῆς εἰπεῖν· 20Πρὸς τίνα βοήσομαι ἀδικούμενος; Τίς ὀρέξει μοι χεῖρα πιεζομένῳ;20 Εἰς τίνα τὸ βάρος τῆς Ἐκκλησίας χωρή σει, κακῶς οὕτω διακειμένης καὶ λελυμένης; 152.2 20∆ια μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων20 ὅτι μὴ δίκαια πάσχει τὸ τοῦ Θεοῦ ποίμνιον, ἀποίμαντον ὂν καὶ ἀνεπίσκεπτον διὰ τὴν ἡμετέραν νέκρωσιν. 152.3 Ἐμὲ γὰρ ἡ νόσος κατέχει καὶ τάχιον ἀπήγαγε τῆς Ἐκκλησίας καὶ νῦν παντάπασιν ἀχρειοῖ, ἀεὶ τὰ τελευταῖα πνέοντα καὶ πλέον τοῖς πράγμασι συντριβόμενον. 152.4 Εἰ μὲν οὖν ἄλλην τινὰ κεφαλὴν εἶχεν ἡ ἐπαρχία, πρὸς ἐκείνην ἔδει βοᾶν καὶ διαμαρτύρεσθαι· τῆς δὲ σῆς εὐλαβείας ὑπερκειμένης, πρὸς σὲ βλέπειν ἀναγκαῖον. Φρόντισον τῆς σῆς Ἐκκλησίας ὃν βούλει τρόπον καὶ μὴ παρίδῃς ἀναξίως ἑαυτῆς πράττουσαν. 152.5 Ἵνα γὰρ τἄλλα ἐάσω, οἷα νῦν ἐπιστάντες οἱ Ἀπολλι-ναριανοί, τὰ μὲν πεποιήκασι, τὰ δὲ ἀπειλοῦσι, παρὰ τῶν κυρίων μου τῶν συμπρεσβυτέρων μαθήσῃ, Εὐλαλίου τοῦ χωρεπισκόπου καὶ Κελευσίου, οὓς ἐξ ἔργου πρὸς τὴν σὴν εὐλάβειαν ἀπεστάλκαμεν. 152.6 Καὶ τὸ ταῦτα ἐπισχεῖν, οὗ τῆς ἡμετέρας ἐστὶν ἡλικίας καὶ ἀσθενείας, ἀλλὰ τῆς σῆς ἀγχινοίας καὶ δυνάμεως, ἐπειδή σοι, μετὰ τῶν ἄλλων, καὶ τὸ ἰσχύειν ἔδωκεν ὁ Θεὸς ἐπὶ τῇ κοινῇ τῆς Ἐκκλησίας προστασίᾳ. 152.7 Εἰ δὲ ταῦτα λέγων καὶ γράφων μὴ ἀκουοίμην, ὃ λείπεται μόνον, τοῦτο γενήσεται, δημοσίᾳ κηρύξαι πᾶσι καὶ καταστῆσαι γνώριμον ὅτι ἐπισκόπου χρῄζει ἡ Ἐκκλησία, ἵνα μὴ παρὰ τῆς ἡμετέρας ἀρρωστίας