44
μετὰ ἀκριβείας προσέχετε· τὸ γὰρ πᾶν ζήτημα ἐνταῦθά ἐστιν. Ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξήκοντα δύο τετρακόσια ὀγδοηκοντατρία ἔτη· ἑβδομάδας γὰρ ἐνταῦθα οὐχ ἡμερῶν φησιν, οὐδὲ μηνῶν, ἀλλ' ἑβδομάδας ἐνιαυτῶν. Ἀπὸ γὰρ Κύρου ἐπὶ Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ τὴν αἰχμαλωσίαν ἐκείνην, τριακόσια ἐνενήκοντα τέσσαρά ἐστιν ἔτη. ∆ηλῶν τοίνυν, ὅτι οὐκ ἐκείνην λέγει τὴν ἐρήμωσιν τοῦ ναοῦ, ἀλλὰ τὴν μετ' ἐκείνην, τὴν ἐπὶ Πομπηΐου, καὶ Οὐεσπασιανοῦ, καὶ Τίτου, περαιτέρω προάγων τὸν χρόνον, εἶτα διδάσκων ἡμᾶς πόθεν ἀριθμεῖν χρὴ, δείκνυσιν ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου· ἀλλὰ πόθεν; Ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι, καὶ 48.899 τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ. Οὐκ ἐπὶ Κύρου δὲ ᾠκοδομήθη, ἀλλ' ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ Μακρόχειρος. Μετὰ γὰρ τὴν κάθοδον ἐπανῆλθε Καμβύσης, εἶτα οἱ μάγοι, καὶ μετ' ἐκείνους ∆αρεῖος ὁ Ὑστάσπου, εἶτα ὁ Ξέρξης ὁ ∆αρείου, καὶ μετὰ τοῦτον Ἀρταβάνης· εἶτα μετὰ Ἀρταβάνην Ἀρταξέρξης ὁ Μακρόχειρ, ὃς ἐβασίλευσε τῆς Περσίδος· καὶ τούτου βασιλεύοντος, εἰκοστοῦ ἔτους τῆς βασιλείας αὐτοῦ, Νεεμίας ἀνελθὼν τὴν πόλιν ἀνέστησεν. Καὶ ταῦτα ὁ Ἔσδρας ἡμῖν ἀκριβῶς διηγήσατο. Ἂν τοίνυν ἐντεῦθεν τετρακόσια καὶ ὀγδοήκοντα τρία ἔτη ἀριθμήσωμεν, πάντως ἥξομεν ἐπὶ τὴν κατασκαφὴν ταύτην. ∆ιὰ τοῦτό φησιν, Οἰκοδομηθήσεται πλατεῖα καὶ περίτειχος. Ἐπειδὰν οὖν, φησὶν, ἀναστῇ, καὶ τὸ οἰκεῖον ἀπολάβῃ σχῆμα, ἀπ' ἐκείνου τὰς ἑβδομάδας τὰς ἑβδομήκοντα ἀρίθμει, καὶ ὄψει τὴν αἰχμαλωσίαν ταύτην οὐκέτι τέλος ἔχουσαν. Καὶ τοῦτο δὲ αὐτὸ δηλῶν σαφέστερον, ὅτι οὐχ ἕξει τινὰ λύσιν τὰ κατέχοντα αὐτοὺς κακὰ, οὕτω φησί· Μετὰ τὰς ἑβδομάδας τὰς ἑβδομήκοντα ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρῖμα οὐκ ἔσται ἐν αὐτῇ, καὶ τὴν πόλιν δὲ καὶ τὸ ἅγιον συνδιαφθαρεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ συγκοπήσονται ὡς ἐν κατακλυσμῷ· οὐδὲ λείψανον ἔσται λοιπὸν, οὐδὲ ῥίζα πάλιν ἀναβλαστάνουσα, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. Καὶ πάλιν λέγων τὴν αἰχμαλωσίαν ταύτην φησίν· Ἀρθήσεται θυμίαμα καὶ σπονδή· καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Ὅταν δὲ ἀκούσῃς, ὦ Ἰουδαῖε, συντέλειαν, τί λοιπὸν ἕτερον προσδοκᾷς; Καὶ ἐπὶ τούτοις. Τί δέ ἐστιν, Ἐπὶ τούτοις; Τουτέστι, πρὸς τούτοις τοῖς εἰρημένοις, τῇ τῆς θυσίας ἀναιρέσει καὶ τῆς σπονδῆς, ἕτερον ἔσται τι μεῖζον κακόν. Ποῖον δὴ τοῦτο; Ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως· ἱερὸν τὸν ναὸν καλῶν, βδέλυγμα δὲ ἐρημώσεως τὸν ἀνδριάντα, ὃν ἔστησεν ὁ τὴν πόλιν καθελὼν ἔνδον ἐν τῷ ναῷ. Καὶ ἕως συντελείας, φησὶν, ἐρήμωσις. ∆ιὰ τοῦτό φησιν ὁ Χριστὸς, μετὰ Ἀντίοχον τὸν Ἐπιφανῆ παραγενόμενος τὸ κατὰ σάρκα, καὶ προαναφωνῶν τὴν μέλλουσαν ἔσεσθαι αἰχμαλωσίαν, καὶ δεικνὺς ὅτι περὶ αὐτῆς ὁ ∆ανιὴλ προεφήτευσε, φησίν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, ὃ εἶπε ∆ανιὴλ ὁ προφήτης, ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων νοείτω. Ἐπειδὴ γὰρ ἅπαν εἴδωλον, καὶ πᾶν τύπωμα ἀνθρώπου παρὰ τοῖς Ἰουδαίοις βδέλυγμα ἐκαλεῖτο, αἰνιγματωδῶς ἐμφαίνων τὸν ἀνδριάντα ἐκεῖνον, ὁμοῦ καὶ πότε καὶ ὑπὸ τίνος ἡ αἰχμαλωσία ἔσται, προανεφώνησεν. Ὅτι δὲ περὶ Ῥωμαίων ταῦτα εἴρηται, καὶ ὁ Ἰώσηππος, καθάπερ ἔμπροσθεν ἀπεδείξαμεν εἴρηκεν. Τίς οὖν ὑμῖν λοιπὸν ὑπολέλειπται λόγος, ὅταν τὰς μὲν ἄλλας φαίνωνται αἰχμαλωσίας οἱ προφῆται μετὰ διωρισμένων χρόνων εἰπόντες, ταύτῃ δὲ μηδένα χρόνον ὁρίσαντες, ἀλλὰ καὶ τὸ ἐναντίον προσειπόντες, ὅτι ἕως συντελείας ἔσται ἡ ἐρήμωσις; Καὶ ὅτι οὐ ψεῦδος τὰ εἰρημένα, φέρε καὶ τὴν ἀπὸ τῶν πραγμάτων αὐτῶν παράσχωμεν μαρτυρίαν. Εἰ μὲν γὰρ μὴ ἐπεχείρησαν οἰκοδομῆσαι τὸν ναὸν, εἶχον ἂν λέγειν, ὅτι Εἴ γε ἠβουλήθημεν ἐπιχειρῆσαι καὶ τῆς οἰκοδομῆς ἅψασθαι, πάντως ἂν ἰσχύσαμεν καὶ ἠνύσαμεν· νυνὶ δὲ αὐτοὺς δείκνυμι οὐχ 48.900 ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ τρὶς ἐπιχειρήσαντας καὶ ῥαγέντας, καθάπερ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν, ὥστε ἀναμφισβήτητον εἶναι τῆς Ἐκκλησίας τὸν στέφανον.