1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

44

ἀπορεῖν· εἰ ἔλεγον, Ἐπιθύμησον χρημάτων. Καὶ πῶς ἐπιθυμήσω χρημάτων; ἔφης ἂν, τοιαῦτα ὁρῶν. Εἰπέ μοι, εἰ χρυσοῦ προκειμένου καὶ λίθων τιμίων ἔλεγον, Ἐπιθύμησον μολύβδου· ἆρα οὐκ ἦν ἀπορίας; Εἶπες γὰρ ἂν, Πῶς δύναμαι; Εἰ δὲ ἔλεγον, Μὴ ἐπιθυμήσῃς, τοῦτο εὐκολώτερον ἦν. Οὐ θαυμάζω τοὺς καταφρονοῦντας, ἀλλὰ τοὺς μὴ καταφρονοῦντας· σφόδρα ψυχῆς τοῦτο νωθείας πεπληρωμένης, μυιῶν καὶ κωνώπων οὐδὲν διαφερούσης, χαμαὶ συρομένης, ἰλυσπωμένης ἐν τῷ βορβόρῳ, οὐδὲν μέγα φανταζομένης Τί λέγεις; ζωὴν μέλλεις κληρονομεῖν αἰώνιον, καὶ λέγεις, Πῶς καταφρονήσω τῆς παρούσης ὑπὲρ ἐκείνην; μὴ γὰρ ἀμφήριστά ἐστι τὰ πράγματα; Ἱμάτιον μέλλεις λαμβάνειν βασιλικόν· καὶ λέγεις, Πῶς καταφρονήσω τῶν ῥακίων; εἰς τὴν τοῦ βασιλέως μέλλεις ἄγεσθαι οἰκίαν· καὶ λέγεις, Πῶς καταφρονήσω τῆς πενιχρᾶς τῆς παρούσης; Ὄντως ἡμεῖς ἐσμεν αἴτιοι πανταχοῦ, οἱ μὴ θέλοντες διεγερθῆναι μικρόν. Οἱ γὰρ θελήσαντες, πάντες κατώρθωσαν· καὶ κατώρθωσαν μετὰ πολλῆς τῆς σφοδρότητος καὶ τῆς εὐκολίας. Γένοιτο δὲ καὶ ὑμᾶς πεισθέντας τῇ ἡμετέρᾳ παραινέσει κατορθῶσαι, καὶ ζηλωτὰς γενέσθαι τῶν κατωρθωκότων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

60.69 ΟΜΙΛΙΑ Ηʹ. Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ

ἱερὸν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. αʹ. Πανταχοῦ φαίνονται οὗτοι πολλὴν ἔχοντες πρὸς ἀλλήλους ὁμόνοιαν.

Τούτῳ νεύει ὁ Πέτρος· ὁμοῦ εἰς τὸν τάφον ἔρχονται οὗτοι· περὶ αὐτοῦ φησι τῷ Χριστῷ, Οὗτος δὲ τί; Τὰ μὲν οὖν ἄλλα σημεῖα παρεῖδεν ὁ τὸ βιβλίον συγγράφων· ὃ δὲ πολλὴν εἶχε τὴν ἔκπληξιν καὶ πάντας ἐξένιζε, λέγει. Καὶ ὅρα πάλιν αὐτοὺς οὐ προηγουμένως ἐπ' αὐτὸ ἐρχομένους· οὕτω φιλοτιμίας ἦσαν καθαροὶ, καὶ τὸν διδάσκαλον ἐμιμοῦντο τὸν αὐτῶν. Τί δαὶ ἀνῄεσαν εἰς τὸ ἱερόν; ἆρα ἔτι Ἰουδαϊκῶς ἔζων; Οὐχί· ἀλλὰ χρησίμως τοῦτο ποιοῦσι. Γίνεται γὰρ σημεῖον πάλιν ἐκείνους τε βεβαιοῦν καὶ τοὺς ἄλλους ἐφελκόμενον· καὶ σημεῖον, οἷον οὔπω ἦσαν ποιήσαντες. Φυσικὸν τὸ πάθος ἦν, καὶ κρεῖττον τέχνης ἰατρικῆς. Μᾶλλον δὲ τεσσαράκοντα ἔτη ἦν πεποιηκὼς ἐν τῇ χωλείᾳ, καθὼς προϊών φησι, καὶ οὐδεὶς αὐτὸν ἐν παντὶ τῷ χρόνῳ ἐθεράπευσεν. Ἴστε δὲ, ὅτι ταῦτα μάλιστα δυσκολώτερα, ἅπερ ἂν ἐκ γενετῆς εἴη. Τοσοῦτον ἦν τὸ δεινὸν, ὅτι οὐδὲ τὴν ἀναγκαίαν τροφὴν πορίζεσθαι δυνατὸς ἦν ἑαυτῷ. Καὶ ἐπίσημος δὲ ὑπῆρχεν ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ πάθους· καὶ πῶς, ἄκουε. Καί τις ἀνὴρ χωλὸς, φησὶν, ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ' ἡμέραν εἰς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. Ἐλεημοσύνην λαβεῖν ἄρα ἐζήτει, καὶ οὐκ ᾔδει, τίνες ἦσαν οἱ ἄνδρες Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν, ἠρώτα ἐλεημοσύνην λαβεῖν. Ἀτενίσας δὲ Πέτρος εἰς 60.70 αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπεν· Βλέψον εἰς ἡμᾶς. Τοῦτο ἀκούει· ὁ δὲ οὐδὲ οὕτως ἀνίσταται, ἀλλ' ἔτι μένει διενοχλῶν. Τοιοῦτον γὰρ ἡ πενία, καὶ δοῦναι ἀπαγορεύοντας ἐπιμένει καὶ ἀναγκάζει. Αἰσχυνθῶμεν οἱ ἐν ταῖς εὐχαῖς ἀποπηδῶντες. Ὅρα δέ μοι τὴν ἐπιείκειαν πῶς ἔδειξε Πέτρος εὐθὺς εἰπὼν, Βλέψον εἰς ἡμᾶς. Οὕτως αὐτῶν τὸ σχῆμα αὐτόθεν ἐδείκνυ τὸν τρόπον. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ' αὐτῶν λαβεῖν. Εἶπε δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Οὐκ εἶπεν, ὅτι Τοῦ ἀργυρίου πολλῷ βέλτιόν σοι δίδωμι· ἀλλὰ τί; Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειραι καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς, ἤγειρεν. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Πολλάκις λόγῳ ἐθεράπευσε, πολλάκις ἔργω, πολλάκις καὶ τὴν χεῖρα προσήγαγεν, ὅπου ἦσαν