45
ἀσύμφορον, ἀποπέμπεται· καὶ τὸ σύμπαν, τὴν ἔνδειαν μητέρα τῆς ὑγείας ἀποκαλεῖ, ὥστε καὶ κατὰ τοῦτο οὐκ ἄχρηστος ἡμῖν ἡ παρ' αὐτῆς συμβουλή. Εἴτε οὖν χρώμεθά ποτε τοῖς τῆς ἰατρικῆς παραγγέλμασιν, εἴτε παραιτούμεθα, κατά τινα τῶν προαποδεδομένων λόγων, ὁ σκοπὸς τῆς πρὸς Θεὸν εὐαρεστήσεως σωζέσθω, καὶ ἡ ὠφέλεια τῆς ψυχῆς οἰκονομείσθω, καὶ τὸ πρόσταγμα τοῦ Ἀποστόλου πληρούσθω, εἰπόντος· Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.