1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

45

ἀσθενέστεροι κατὰ τὴν πίστιν, ἵνα μὴ δόξῃ ἀπὸ ταὐτομάτου γίνεσθαι. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς, ἤγειρε. Τοῦτο ἐποίησε δήλην τὴν ἀνάστασιν· ἀναστάσεως γὰρ ἦν εἰκών. Καὶ παραχρῆμα ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά. Καὶ ἐξαλλόμενος ἔστη, καὶ περιεπάτει. Πειράζων ἴσως ἑαυτὸν καὶ πλείονα τὴν βάσανον ἐποιεῖτο, μὴ ἄρα ἁπλῶς ἐστι τὸ γεγονός. Ἀσθενεῖς ἦσαν αὐτῷ οἱ πόδες, οὐ κεκομμένοι. Τινὲς δέ φασιν, ὅτι καὶ ἠγνόει περιπατεῖν. Καὶ εἰσῆλθε σὺν αὐτοῖς περιπατῶν εἰς τὸ ἱερόν. Ὄντως θαύματος ἄξιον. Οὐκ αὐτοὶ αὐτὸν ἐπάγονται, ἀλλ' αὐτὸς ἀκολουθεῖ, διὰ τῆς ἀκολουθήσεως τοὺς εὐεργέτας δεικνὺς, καὶ διὰ τοῦ μετὰ τὸ ἅλλεσθαι αἰνεῖν τὸν Θεὸν, οὐκ ἐκείνους θαυμάζων, ἀλλὰ τὸν Θεὸν τὸν δι' ἐκείνων ἐνεργήσαντα. Οὕτως εὐχάριστος ἦν ὁ ἀνήρ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἀνέβαινον, φησὶν, ἐπὶ τὴν 60.71 ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Τάχα κατὰ τὸν καιρὸν τοῦτον βαστάζοντες τὸν χωλὸν ἐτίθουν, ὅτε μάλιστα εἰσῄεσαν οἱ ἄνθρωποι εἰς τὸ ἱερόν. Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι δι' ἕτερόν τι αὐτὸν ἐβάσταζον, καὶ οὐχὶ διὰ τὸ λαβεῖν, ὅρα, πῶς τοῦτο σαφῶς παρέστησε δι' ὧν λέγει· Ἐτίθουν αὐτὸν ὥστε ἐλεημοσύνην λαβεῖν παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. ∆ιὰ τοῦτο καὶ τόπων μέμνηται, ἔλεγχον διδοὺς ὧν γράφει. Καὶ πῶς, φησὶν, αὐτὸν οὐ προσήγαγον τῷ Χριστῷ; Ἴσως ἦσαν ἄπιστοι οἱ τῷ ἱερῷ προσεδρεύοντες, ὅπου γε οὐδὲ τοῖς ἀποστόλοις αὐτὸν προσήγαγον, ἰδόντες αὐτοὺς εἰσιόντας, καὶ θαύματα πεποιηκότας τοιαῦτα. Ἠρώτα, φησὶν, ἐλεημοσύνην λαβεῖν· ὥσπερ τινὰς εὐλαβεῖς ἄνδρας ἀπὸ τοῦ σχήματος αὐτοὺς τάχα κατενόησε· διὰ τοῦτο καὶ ἐπεῖχεν αὐτοῖς. Ὅρα δὲ, πῶς ὁ Ἰωάννης πανταχοῦ σιγᾷ, ὁ δὲ Πέτρος καὶ ὑπὲρ αὐτοῦ ἀπολογεῖται· Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Οὐκ εἶπεν, Οὐκ ἔχω ἐνταῦθα, οἷα ἡμεῖς λέγομεν· ἀλλ' ὅλως, Οὐκ ἔχω. Τί οὖν ὁ χωλός; Καὶ παρορᾷς με τὸν ἱκέτην; Οὒ, φησὶν, ἀλλ' ἐξ ὧν ἔχω λάβε. Ὁρᾷς, πῶς ἄτυφος ὁ Πέτρος, καὶ οὐκ ἐπιδεικτιῶν οὐδὲ πρὸς αὐτὸν τὸν εὐεργετούμενον; Τὸ στόμα τοίνυν καὶ ἡ χεὶρ τὸ πᾶν εἰργάσατο. Τοιοῦτοί τινες ἦσαν καὶ Ἰουδαῖοι χωλεύοντες· καὶ δέον αἰτῆσαι ὑγείαν, οἱ δὲ μᾶλλον χρήματα αἰτοῦσι χαμαὶ κείμενοι· οἳ καὶ διὰ τοῦτο τῷ ἱερῷ προσήδρευον, ἵνα χρηματίζωνται. Τί οὖν ὁ Πέτρος; Οὐχ ὑπερεῖδεν αὐτὸν, οὐ πλουτοῦντά τινα ἐζήτησεν, οὐδὲ εἶπεν, Ἂν μὴ εἰς ἐκεῖνον γένηται τὸ θαῦμα, οὐδὲν μέγα ἐστίν· οὐ τιμήν τινα προσεδόκησε παρ' αὐτοῦ, οὐδὲ παρόντων τινῶν ἐθεράπευσεν αὐτόν· ἐν γὰρ τῇ εἰσόδῳ ἦν ὁ ἀνὴρ, οὐκ ἔνθα τὸ πλῆθος ἦν ἔνδον. Ἀλλ' οὐδὲν τούτων ἐζήτησεν ὁ Πέτρος, οὐδὲ εἰσελθὼν ἐκήρυξεν, ἀλλ' ἀπὸ μόνου τοῦ σχήματος τὸν χωλὸν ἐπεσπάσατο πρὸς τὴν αἴτησιν. Καὶ τὸ θαυμαστὸν, ὅτι ταχέως ἐπίστευσεν. Οἱ γὰρ χρονίων ἀπαλλαγέντες παθῶν, μόλις πιστεύουσι καὶ αὐτῇ τῇ ὄψει. Καὶ θεραπευθεὶς λοιπὸν σὺν τοῖς ἀποστόλοις ἦν, εὐχαριστῶν τῷ Θεῷ. Καὶ εἰσῆλθε, φησὶ, σὺν αὐτοῖς περιπατῶν εἰς τὸ ἱερὸν, ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν. βʹ. Ὅρα, πῶς οὐκ ἠρεμεῖ, τοῦτο μὲν ὑπὸ τῆς ἡδονῆς, τοῦτο δὲ ἐμφράττων αὐτῶν τὰ στόματα. Ἐμοὶ δὲ δοκεῖ καὶ ἵνα μὴ νομισθῇ τις ὑπόκρισις, διὰ τοῦτο ἅλλεσθαι αὐτόν· τοῦτο γὰρ λοιπὸν οὐκ ἦν ὑποκρίσεως. Εἰ γὰρ μηδὲ ἁπλῶς ἐπιβῆναι δυνατὸν ἦν αὐτῷ τὸ πρότερον, καὶ ταῦτα τοῦ λιμοῦ καταναγκάζοντος (οὐ γὰρ ἂν εἵλετο πρὸς τοὺς βαστάζοντας διανέμεσθαι τὰ τῆς ἐλεημοσύνης, ἑαυτῷ δυνάμενος ἀρκεῖν), πολλῷ μᾶλλον τότε. Πῶς δὲ καὶ ὑπεκρίνατο ἂν ὑπὲρ τῶν μὴ δεδωκότων ἐλεημοσύνην; Ἀλλ' εὐχάριστος ἦν ὁ ἀνὴρ καὶ μετὰ τὴν ὑγείαν. Ἑκατέρωθεν οὖν πιστὸς δείκνυται, ἀπό τε τῆς εὐχαριστίας, ἀπό τε τοῦ συμβεβηκότος. Οὐ μὴν πᾶσι γνώριμος ἦν, ὅθεν καὶ ἐπεγίνωσκον αὐτόν. Καὶ εἶδον αὐτὸν, φησὶ, πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεὸν, ἐπεγίνωσκόν τε αὐτὸν, ὅτι οὗτός ἐστιν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ. Καὶ καλῶς εἶπεν, Ἐπεγίνωσκον· ὡς καὶ ἀγνοουμένου λοιπὸν ἀπὸ τοῦ πράγματος. Ταύτῃ γὰρ τῇ λέξει κεχρήμεθα ἐπὶ τῶν μόλις γνωριζομένων. Ἔδει γοῦν πιστευθῆναι, ὅτι ἀφίησι τὰ ἁμαρτήματα τὸ ὄνομα τοῦ Χριστοῦ, ὅπου γε καὶ τοιαῦτα