1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

46

Συνίοιτε, φράσσοισθε, βουλεύοισθε καθ' ἡμῶν. Νικάτωσαν οἱ μισοῦντες ἡμᾶς· φυλαττέσθωσαν ἀκριβῶς οἱ κανόνες, ἀφ' ἡμῶν ἀρξάμενοι τῶν ἀμαθεστάτων. 157.2 Οὐδεὶς ἀκριβείας φθόνος· τὰ φιλικὰ δὲ μὴ κεκωλύσθω. Οἱ τοῦ τιμιωτάτου υἱοῦ Νικοβούλου παῖδες ἥκασιν εἰς τὴν πόλιν ταχυγραφεῖν μαθησόμενοι· τούτους τά τε ἄλλα καὶ οἰκείως ἰδεῖν καὶ πατρικῶς θέλησον (οὐ γὰρ καὶ τοῦτο κωλύουσιν οἱ κανόνες), καὶ ὅπως ἂν γειτονῶσι τῇ ἐκκλησίᾳ φρόντισον. 157.3 Βούλομαι γὰρ αὐτοὺς καὶ τὸ ἦθος τυποῦσθαι πρὸς ἀρετήν, τῇ σῇ τελειότητι συνεχῶς ἐντυγχάνοντας. 158.Τ ΕΥΛΑΛΙΩΙ 158.1 Οὐδὲν ἰσχυρότερον ἀληθείας, ὡς τῷ Ἔσδρᾳ κἀμοὶ δοκεῖ· ἡ γὰρ παρθένος Ἀλυπιανὴ κατὰ πᾶσαν ἀκρίβειαν λόγον ἀπαιτουμένη παρ' ἡμῶν, ὡς προσέταξας, τοῦ οἰκείου φρονήματος, ἐπαρρησιάσατο καθαρῶς τὴν ἀλή θειαν, παρθενίαν ὁμολογοῦσα καὶ ταύτης ἐχομένη θερμό τερον μὲν ἢ ὡς προσεδοκῶμεν, εὐσταθέστερον δὲ ἢ θερμότερον, λέγω ζήλῳ μὲν παρθενικῷ, πολιαῖς δὲ ταῖς ἀποκρίσεσι. 158.2 Καὶ τὸ τραχὺ τῆς ἐρωτήσεως ἡμῶν τῷ τέλει χρηστὸν ἐφάνη· τὸ γὰρ στερρὸν τῆς γνώμης μᾶλλον διέδειξε. Ταῦτ' οὖν εἰδώς, ὑπερεύχου τε τῆς παιδὸς καὶ ἣν ἔλαβεν ἀρχὴν τῆς σωτηρίας γεώργησον, εἰς δόξαν Θεοῦ τε καὶ ἡμῶν καὶ παντὸς τοῦ τῶν εὐλαβῶν συντάγ ματος. 159.Τ ΘΕΟ∆ΩΡΩΙ 159.1 Αἷμα μὲν ἐμόν, θρέμμα δὲ ὑμέτερον, κτῆμα δὲ Θεῷ τῶν τιμίων προσάγω τῇ σῇ εὐλαβείᾳ τὴν αἰδεσιμωτάτην θυγατέρα ἡμῶν Ἀμαζονίαν τὴν παρθένον· 159.2 ἧς καὶ τὸ πιστὸν αἰδούμενος καὶ τῇ ἀρρωστίᾳ τοῦ σώματος βοηθῶν καὶ διὰ τοῦτο ἐν πᾶσι χεῖρά τε ὀρέγων καὶ κηδό μενος, πρᾶγμα ποιήσεις ἐλευθέριον καὶ τῆς σῆς εὐλαβείας ἄξιον, προσθήσω δέ, καὶ τῆς ἡμετέρας φιλίας. 160.Τ ΤΩΙ ΑΥΤΩΙ 160.1 Σὺ καὶ ἡμεῖς διὰ τοῦτο βουλόμεθα τὰ δίκαια γενέσθαι τῇ θυγατρὶ ἡμῶν Εὐγενίᾳ παρὰ τῆς σῆς εὐλαβείας καὶ μὴ περιιδεῖν αὐτὴν ἀδικουμένην ὑπὸ τῶν αὐτῆς κληρονόμων· 160.2 ἀδικηθείη δ' ἄν, ὡς ἐμοὶ φαίνεται, εἴ τινος στερηθείη τῶν τῇ ἐγγόνῃ παρὰ τῆς τήθης καταλειφθέντων, ἣν καὶ ἀνεθρέψατο κατὰ πᾶσαν ἐπιμέλειαν· καὶ ἀπέλιπεν ἐπ' ὀλίγοις ἀντὶ πολλῶν ὧν ὑπισχνεῖτό τε καὶ ἤλπιζεν.

161.Τ ΤΩΙ ΑΥΤΩΙ 161.1 Ἃ δίκαια ᾤμην, ἐπέσταλκα. Εἰ δὲ ἄλλο τι καὶ μὴ ταῦτα

παρέστη (πείθομαι γὰρ ὡς ὀρθῶς παρέστη), καὶ τοῦτο δεξόμεθα. 161.2 Ἢ ἀδικοῖμεν ἂν καὶ παρανομοῖμεν εἰς αὐτὴν τὴν εὐσέβειαν, ὡς μὲν τὰ δίκαια κρίνοντι τοὺς προσιόντας ἡμῖν προσάγοντες, οἷς δ' ἂν δικάσῃς μηκέτι ἐμμένοντες· ὃ τοῖς πολλοῖς ποιεῖν σύνηθες τῶν λίαν ἀθλίων καὶ ἀπαιδεύτων. 162.Τ ΤΩΙ ΑΥΤΩΙ 162.1 Ἃ παρὰ τῶν κυρίων μου τῶν τιμιωτάτων ἐπισκόπων ἐπέσταλται πρὸς τὴν σὴν εὐλάβειαν, ταῦτα καὶ παρ' ἡμῶν ἐπεστάλθαι νομίσας, δός, παρακαλῶ, χεῖρα ταῖς ἐλευθέραις καὶ μὴ περιίδῃς αὐτὰς τυραννουμένας καὶ περιωθουμένας ὑπὸ τῆς τοῦ ἀνδρὸς δυναστείας, καθ' οὗ προεληλύθασιν, ἀλλ' ἐπικούρησον τὰ εἰκότα, εἰ μὲν οἶδας ἃ πάσχουσι δι' ἃ πάσχουσιν· 162.2 εἰ δ' ἀγνοεῖς, ὅτι καὶ τοῦτο πάσχουσι, τῷ σοι μὴ γινώσκεσθαι τὴν ἀδικίαν μηδὲ πιστεύεσθαι. Εἰ δέ τις οἴεται περιεργοτέρους εἶναι ἡμᾶς, ὡς οὐδὲν προσήκουσαν δίκην οἰκειουμένους, πειθέτω τοῦτο, καὶ στέρξομεν. 162.3 Νῦν δὲ δέδοικα μὴ οὐχ οὕτως ἔχει· μάλιστα μὲν γὰρ οὐδὲ μεμέρισται τὰ Χριστοῦ καὶ Χριστὸς οὐδὲ ὅρους ἔχει φιλανθρωπία. Εἰ δὲ καὶ μεμερίσθαι θείη τις, δύο τοὺς ἐν τῷ πράγματι βαρουμένους γινώσκω, τήν τε σὴν εὐλάβειαν καὶ ἡμᾶς, εἰ παροφθείη τὸ δίκαιον. 162.4 Ὑπὸ γὰρ τὴν ἀμφοτέρων οἰκονομίαν οἱ κρινόμενοι. Καὶ δέος μὴ παρασυρῇ λόγων πιθανότητι τὸ ἀληθές. ∆ιὰ τοῦτο καὶ συνδίκαζε καὶ προδίκαζε καὶ ὑπερμάχει τῆς ἀσθενείας ἡμῶν, μή πως εἰς ἀνάγκην καταστῶμεν, καίπερ οὕτω τοῦ σώματος ἔχοντος, θερμότερον τῇ ἀληθείᾳ συναγωνίζεσθαι μετὰ τοῦ Θεοῦ καὶ τῆς τῶν σῶν εὐχῶν συνεργίας. 163.Τ ΤΩΙ ΑΥΤΩΙ 163.1 Ὁ Θεὸς χαρίσαιτό σε ταῖς Ἐκκλησίαις, εἰς δόξαν τε ἡμῶν καὶ πολλῶν ὄφελος, οὕτως ὄντα