46
ἐργάζεται. Κρατοῦντος δὲ τοῦ ἰαθέντος τὸν Πέτρον καὶ 60.72 τὸν Ἰωάννην, συνῆλθε πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι. Ἀπὸ τῆς εὐνοίας τῆς εἰς αὐτοὺς καὶ τῆς φιλίας οὐκ ἐχωρίζετο αὐτῶν· ἴσως δὲ καὶ εὐχαριστῶν αὐτοῖς καὶ ἐπαινῶν. Καὶ συνέδραμε, φησὶ, πᾶς ὁ λαός. Ἰδὼν δὲ αὐτοὺς ὁ Πέτρος, ἀπεκρίνατο. Πάλιν αὐτὸς καὶ ἐργάζεται καὶ δημηγορεῖ. Τότε μὲν οὖν αὐτοὺς εἰς τὴν ἀκρόασιν διήγειρε τὸ πρᾶγμα τὸ περὶ τὰς γλώσσας, νυνὶ δὲ τοῦτο· καὶ τότε μὲν ἀρχὴν ἔλαβεν ἀπὸ τῶν ἐγκλημάτων, νῦν δὲ ἀπὸ τῆς ὑπονοίας. Ἴδωμεν οὖν, τί διενήνοχεν αὕτη ἡ δημηγορία ἐκείνης, καὶ κατὰ τί κοινωνεῖ. Ἐκείνη μὲν οὖν ἐν τῇ οἰκίᾳ γίνεται, οὐδέπω προσελθόντος οὐδενὸς, οὐδὲ αὐτῶν τι ἐργασαμένων· αὕτη δὲ πάντων θαυμαζόντων, τοῦ θεραπευθέντος πλησίον ἑστῶτος· οὐδενὸς ἀμφιβάλλοντος, καθάπερ τότε, ὅτε ἔλεγον, ὅτι Γλεύκους μεμεστωμένοι εἰσί. Καὶ τότε μετὰ τῶν ἀποστόλων πάντων ὢν διελέγετο· νῦν δὲ μετὰ τοῦ Ἰωάννου μόνου· λοιπὸν γὰρ θαῤῥεῖ καὶ σφοδρότερος γίνεται. Τοιοῦτον γὰρ ἡ ἀρετὴ, ἀρχὴν λαβοῦσα πρόεισι, καὶ οὐδαμοῦ ἵσταται. Ὅρα δὲ καὶ πῶς ᾠκονομήθη ἐν τῷ ἱερῷ γενέσθαι τὸ σημεῖον, ἵνα καὶ ἄλλοι θαῤῥήσωσιν. Οὐκ ἐν παραβύστῳ γὰρ αὐτό που ἐργάζονται, ἢ καὶ λανθανόντως· ἀλλ' οὔτε ἔνδον ἐν τῷ ἱερῷ, ἔνθα τὸ πολὺ πλῆθος ἦν. Πῶς οὖν ἐπιστεύθη, φησίν; Ὅτι αὐτὸς ὁ θεραπευθεὶς ἐκήρυττε τὴν εὐεργεσίαν. Οὐδὲ γὰρ ἂν ἐψεύσατο, οὐδ' ἂν ἐπ' ἄλλους τινὰς ἦλθεν. Ἤτοι οὖν, ὡς εὐρυχωρίας οὔσης, ἐκεῖ τὸ σημεῖον εἰργάσαντο, ἢ ὡς κεχωρισμένου τοῦ τόπου. Καὶ ὅρα τὸ γενόμενον. Ἐφ' ἑτέραν ἀνῆλθον πρόφασιν, καὶ ἕτερα ἐργάζονται. Οὕτω καὶ Κορνήλιος ἄλλα νηστεύων ηὔχετο, καὶ ἄλλα ὁρᾷ. Μέχρι δὲ τότε πανταχοῦ τὸν Χριστὸν Ναζωραῖον ὀνομάζουσιν. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, φησὶν, ἔγειραι καὶ περιπάτει. Τέως γὰρ τοῦτο ἦν τὸ ζητούμενον, τὸ πιστευθῆναι αὐτόν. Μὴ δὴ πρὸς τὴν ἀρχὴν ἀποκάμωμεν τοῦ διηγήματος· ἀλλ' εἰ καὶ κατόρθωμά τις εἰπὼν διαλίπῃ, πάλιν ἀναλάβωμεν τὴν ἀρχήν. Ἂν ἐν ἕξει γενώμεθα, ταχέως πρὸς τὸ τέλος ἥξομεν· ταχέως πρὸς τὴν κορυφὴν στησόμεθα. Σπουδὴ γὰρ, φησὶ, σπουδὴν γεννᾷ, καὶ ῥᾳθυμία ῥᾳθυμίαν. Ὁ μικρόν τι κατωρθωκὼς ἔλαβε παράκλησιν ἐπὶ τὸ μεῖζον ἐλθεῖν, καὶ μᾶλλον ἐξ ἐκείνου περαιτέρω χωρῆσαι. Καὶ καθάπερ τὸ πῦρ ὅσα ἂν περιλάβῃ ξύλα, τοσούτῳ σφοδρότερον γίνεται· οὕτω καὶ προθυμία, ὅσους ἂν διεγείρῃ λογισμοὺς εὐσεβεῖς, τοσούτῳ μᾶλλον κατὰ τῶν ἄλλων ὁπλίζεται. Οἷόν τι λέγω· Ἑστήκασιν ἐν ἡμῖν καθάπερ ἄκανθαι ἐπιορκία, ψεῦδος, ὑπόκρισις, δόλος, κακουργία, λοιδορία, σκώμματα, γελωτοποιίαι, αἰσχρολογίαι, εὐτραπελίαι· πάλιν ἐν ἄλλῳ μέρει πλεονεξία, ἁρπαγὴ, ἀδικία, συκοφαντία, ἐπιβουλαί· πάλιν ἐπιθυμία πονηρὰ, ἀκαθαρσία, ἀσέλγεια, πορνεία, μοιχεία· πάλιν φθόνος, ζηλοτυπία, ὀργὴ, θυμὸς, μνησικακία, ἀνταπόδοσις, βλασφημία. μυρία τοιαῦτα· ἂν τὰ πρότερα κατορθώσωμεν, οὐκ ἐκεῖνα μόνον κατώρθωται, ἀλλὰ δι' ἐκείνων καὶ τὰ μετὰ ταῦτα. Ἰσχυρότερος γὰρ γίνεται λοιπὸν ὁ λογισμὸς πρὸς τὴν ἐκείνων ἀνατροπήν. Οἶον, ὁ πολλὰ ὀμνὺς ἂν περιέλῃ τὸ σατανικὸν ἔθος τοῦτο, οὐ τοῦτο μόνον αὐτῷ κατώρθωται, ἀλλὰ καὶ ἑτέρα εὐλάβεια ἐπεισῆκται. Οὐδεὶς γὰρ, οἶμαι, τῶν οὐκ ὀμνυόντων εὐκόλως θελήσει ἄλλο τι πρᾶξαι πονηρὸν, ἀλλὰ τὴν ἤδη κατορθωθεῖσαν ἀρετὴν αἰσχυνθήσεται. Καθάπερ γὰρ ὁ φορῶν ἱμάτιον καλὸν αἰσχύνεται βορβόρῳ ἐγκυ 60.73 λίσαι ἑαυτόν· οὕτω δὴ καὶ οὗτος. Ἀπὸ δὲ τούτου ἥξει εἰς τὸ μὴ ὀργίζεσθαι, μηδὲ τύπτειν, μηδὲ ὑβρίζειν. Ἂν γὰρ ἅπαξ τὰ μικρὰ κατορθώσῃ, τὸ πᾶν ἤνυσται. Συμβαίνει δὲ πολλάκις καὶ τὸ ἐναντίον, ἅπαξ κατορθώσαντάς τι πάλιν ἀπὸ ῥᾳθυμίας τοῖς αὐτοῖς περιπεσεῖν, ὡς ἐκ τούτου καὶ εἰς ἀδύνατον περιστῆναι λοιπὸν τὸ πρᾶγμα. Οἷον, ἐθήκαμεν ἑαυτοῖς νόμον μὴ ὀμνύναι, κατωρθώσαμεν ἡμέρας τρεῖς ἢ καὶ τέσσαρας· μετ' ἐκείνας εἰς ἀνάγκην περιπεσόντες, τὸ συλλεχθὲν κέρδος ἅπαν ἐσκορπίσαμεν· εἰς ῥᾳθυμίαν λοιπὸν ἐμπίπτομεν καὶ ἀπόγνωσιν, ὡς μηδὲ τῶν αὐτῶν ἅψασθαι βουληθῆναι πάλιν· καὶ εἰκότως. Ὁ γάρ τι οἰκοδομήσας ἑαυτῷ, εἶτα ἰδὼν καθῃρημένον τὸ οἰκοδόμημα,