1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

47

ἑτέρας οὗτος προεφήτευσεν ὕστερον. Πόθεν τοῦτο δῆλον; Ἀπό τε τῶν εἰρημένων, ἀπό τε ἑτέρων πλειόνων σημείων. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ τόπου· οὐ γὰρ ἐν μιᾷ πόλει, καθάπερ ἐπὶ τῶν Ἰουδαίων, ἀλλ' Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὴν θεραπείαν ἐπιτελεῖσθαι ταύτην προεῖπεν. Εἶτα ἀπὸ τοῦ τρόπου τῆς θυσίας· τῷ γὰρ καθαρὰν αὐτὴν προειπεῖν, ἔδειξε ποίαν ἔλεγε. Καὶ ἀπὸ τῶν προσώπων δὲ τῶν προσαγόντων αὐτήν· οὐ γὰρ εἶπεν, Ἐν τῷ Ἰσραὴλ, ἀλλ', Ἐν τοῖς ἔθνεσι. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι ἐν μιᾷ καὶ δυσὶ καὶ τρισὶ πόλεσι τὰ τῆς λατρείας περιστήσεται ταύτης, οὐχ ἁπλῶς εἶπεν, Ἐν παντὶ τόπῳ, ἀλλ', Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· δεικνὺς ὅτι, ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν, τοσαύτην καὶ τὸ κήρυγμα καταλήψεται. Καθαρὰν δὲ λέγει θυσίαν, ὡς τῆς προτέρας ἀκαθάρτου οὔσης, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν προαίρεσιν τῶν προσαγόντων. ∆ιὰ τοῦτο ἔλεγε· Θυμίαμα βδέλυγμά μοί ἐστιν. Ἄλλως δὲ, καὶ αὐτὴν τὴν θυσίαν εἴ τις παραβάλοι, πολὺ τὸ μέσον εὑρήσει καὶ ἄπειρον καὶ τοσοῦτον, ὡς ταύτην κυρίως μόνην κατὰ τὸν τῆς συγκρίσεως λόγον λέγεσθαι καθαράν. Καὶ ὅπερ ἐπὶ τοῦ νόμου καὶ τῆς χάριτος ἔλεγεν ὁ Παῦλος, ὅτι οὐ δεδόξασται τὸ δεδοξασμένον, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, τοῦτο καὶ ἐνταῦθα θαῤῥοῦντες 48.903 ἂν εἴποιμεν, ὅτι συγκρινομένη πρὸς ἐκείνην αὕτη ἡ θυσία, κυρίως ἂν λεχθείη καὶ μόνη καθαρά. Οὐ γὰρ διὰ καπνοῦ καὶ κνίσσης, οὐδὲ δι' αἱμάτων καὶ λύτρων, ἀλλὰ διὰ τῆς τοῦ Πνεύματος προσάγεται χάριτος. Ἄκουσον δὴ καὶ ἑτέρου προφήτου τὸ αὐτὸ τοῦτο προαναφωνοῦντος καὶ λέγοντος, ὅτι οὐκ ἐν ἑνὶ τόπῳ στήσεται τὰ τῆς τοῦ Θεοῦ θεραπείας, ἀλλὰ πάντες αὐτὸν εἴσονται λοιπὸν ἄνθρωποι. Ὁ οὖν Σοφονίας οὕτω πώς φησιν· Ἐπιφανήσεται Κύριος ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἀπὸ τοῦ τόπου αὐτοῦ. Καίτοι γε οὐκ ἐφεῖτο τοῦτο, ἀλλ' εἰς ἕνα τόπον λατρεύειν ἐκέλευσεν ὁ Μωϋσῆς. Ὅταν οὖν ἀκούσῃς τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων, ὅτι οὐκ ἔτι εἰς μίαν πόλιν, οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται συνάγεσθαι πάντοθεν οἱ ἄνθρωποι, ἀλλ' οἴκοι καθήμενος ἕκαστος θεραπεύσει τὸ θεῖον, τίνα ἂν ἔχοις εἰπεῖν ἕτερον καιρὸν, ἀλλ' ἢ τὸν παρόντα τοῦτον; Ἄκουε γοῦν πῶς καὶ τὰ Εὐαγγέλια καὶ ὁ Ἀπόστολος τῷ προφήτῃ τούτῳ συνᾴδουσιν. Ὁ γοῦν προφήτης εἶπεν, Ἐπιφανήσεται Κύριος· ὁ Ἀπόστολός φησιν, Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις παιδεύουσα ἡμᾶς. Οὗτος εἶπεν, Ἐπὶ τὰ ἔθνη· ἐκεῖνός φησιν, Ἐπὶ πᾶσιν ἀνθρώποις. Οὗτος εἶπεν, Ἐξολοθρεύσει τοὺς θεοὺς αὐτῶν· ἐκεῖνος εἶπεν, Παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως ζήσωμεν. Πάλιν ὁ Χριστὸς τῇ Σαμαρείτιδί φησι, Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυ48.904 νοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ταῦτα δὲ ἔλεγε, τήν τε ἀνάγκην ἡμῶν λύων λοιπὸν τὴν ἐκ τῆς τοῦ τόπου παρατηρήσεως, καὶ τὸ τῆς λατρείας ὑψηλότερον καὶ πνευματικώτερον εἰσάγων. Ἐνῆν μὲν οὖν μετὰ τούτων δεῖξαι πάλιν, ὅτι οὔτε θυσία, οὔτε ἱερωσύνη, οὔτε βασιλεὺς παρὰ Ἰουδαίοις ἔσται λοιπόν. Μάλιστα μὲν γὰρ διὰ τῆς κατὰ τὴν πόλιν κατασκαφῆς ἅπαντα ταῦτα συναποδέδεικται· πλὴν ἀλλ' ἐνῆν καὶ προφήτας παραγαγεῖν ῥητῶς αὐτὸ τοῦτο λέγοντας. Ἀλλ' ὁρῶ κεκμηκότας ὑμᾶς τῷ μήκει τῶν εἰρημένων, καὶ δέδοικα μὴ μάτην καὶ εἰκῆ δόξω διενοχλεῖν. ∆ιόπερ αὐτὸ εἰς ἕτερον ὑμῖν ὑποσχόμενος καιρὸν ἐρεῖν, ἐκεῖνο τέως δέομαι ὑμῶν, τοὺς ἀδελφοὺς διασῶσαι τοὺς ὑμετέρους, ἀπαλλάξαι τῆς πλάνης, ἐπαναγαγεῖν ἐπὶ τὴν ἀλήθειαν. Οὐδὲν γὰρ ὄφελος ἀκροάσεως, ὅταν ἡ διὰ τῶν ἔργων ἐπίδειξις μὴ συμβαίνῃ τοῖς λεγομένοις. Καὶ γὰρ τὰ εἰρημένα οὐ δι' ὑμᾶς εἴρηται, ἀλλὰ δι' ἐκείνους τοὺς ἀσθενοῦντας, ἵνα παρ' ὑμῶν ἐκεῖνοι μανθάνοντες ταῦτα, καὶ τῆς πονηρᾶς ἀπαλλαγέντες συνηθείας, εἰλικρινῆ καὶ γνήσιον τὸν Χριστιανισμὸν ἐπιδείξωνται, καὶ τὰς πονηρὰς φεύξωνται τῶν Ἰουδαίων