47
ῥᾳθυμότερος ἔσται περὶ τὸ πάλιν οἰκοδομεῖν. Ἀλλ' οὐ δεῖ ῥᾳθυμεῖν οὐδὲ οὕτως· ἀλλὰ πάλιν ἔχεσθαι τῆς σπουδῆς. γʹ. Θῶμεν τοίνυν ἑαυτοῖς νόμους καθημερινούς· τέως ἀπὸ τῶν εὐκόλων ἀρξώμεθα· περικόψωμεν ἡμῶν τὴν πολυορκίαν τοῦ στόματος, χαλινὸν ἐπιθῶμεν τῇ γλώττῃ, μηδεὶς ὀμνύτω τὸν Θεόν. Οὐκ ἔστιν ἐνταῦθα δαπάνη, οὐκ ἔστιν ἐνταῦθα κάματος, οὐκ ἔστιν ἐνταῦθα χρόνου μελέτη· ἀρκεῖ θελῆσαι, καὶ τὸ πᾶν γέγονε· συνηθείας γὰρ τὸ πρᾶγμά ἐστι. Ναὶ παρακαλῶ καὶ δέομαι, σπουδὴν τοιαύτην εἰσενέγκωμεν. Εἰπὲ δή μοι, εἰ χρήματα ἐκέλευσα εἰσενεγκεῖν, οὐκ ἂν προθύμως ἕκαστος τὰ κατὰ δύναμιν συνεβάλεσθε; εἴ με ἐν κινδύνοις ἑωρᾶτε τοῖς ἐσχάτοις, οὐκ ἂν καὶ ἀπὸ τῆς σαρκὸς, εἴ γε οἷόν τε ἦν, ἀποτεμόντες ἔδοτε ἄν; Ἐν κινδύνῳ καὶ νῦν εἰμι καὶ πολλῷ, καὶ ὡς ἂν εἰ καὶ μετὰ τούτου καὶ δεσμωτήριον ᾤκουν, ἢ μυρίας ἔλαβον πληγὰς, ἢ εἰς μέταλλα ἐτύγχανον, οὐκ ἂν τούτου πλέον ἤλγησα. Χεῖρα τοίνυν ὀρέξατε. Ἐννοήσατε γὰρ, ὅσος κίνδυνος, μηδὲ τὸ μικρότατον τοῦτο (μικρότατον δὲ λέγω, ὅσον εἰς πόνον ἥκει) δυνηθῆναι κατορθῶσαι. Τί ἐρῶ τότε ἐγκαλούμενος; διατί μὴ διηλέγχθης; διατί μὴ ἐπέταξας; διατί μὴ νόμον ἔθηκας; διατί τοὺς μὴ πειθομένους οὐκ ἐκώλυσας; Οὐκ ἀρκεῖ μοι εἰπεῖν, ὅτι ἐνουθέτησα. Ἀλλὰ καὶ σφοδροτέρας, φησὶν, ἐπιτιμήσεως ἔδει· ἐπεὶ καὶ ὁ Ἠλεὶ ἐνουθέτει. Ἀλλὰ μὴ γένοιτο ὑμᾶς ἐκείνοις παραβαλεῖν τοῖς παισί. Κἀκεῖνος ἐνουθέτει, καὶ ἔλεγε· Μὴ τέκνα, μὴ ποιεῖτε οὕτω· πονηρὰ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Ἀλλὰ προϊοῦσα ἡ Γραφή φησιν, ὅτι οὐκ ἐνουθέτει τοὺς υἱοὺς αὐτοῦ. Τοῦτο δὲ λέγει, ἐπειδὴ οὐ σφοδρῶς, οὐδὲ μετ' ἐπιπλήξεως τοῦτο ἐποίει. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν μὲν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων οὕτως ἰσχυροὺς εἶναι τοὺς νόμους, κἂν ὁ διδάσκων ἐπιτάξῃ πάντα γίνεσθαι· ἐνταῦθα δὲ οὕτως ἡμᾶς καταπεφρονῆσθαι καὶ ἀπεῤῥῖφθαι; Οὐ τῆς ἐμαυτοῦ δόξης μοι μέλει (δόξα γὰρ ἐμὴ, ἡ ὑμετέρα εὐδοκίμησις), ἀλλὰ τῆς ὑμετέρας σωτηρίας. Καθ' ἑκάστην ἡμέραν βοῶμεν, ἐνηχοῦμεν ὑμῶν ταῖς ἀκοαῖς· ὁ δὲ ἀκούων οὐδείς· καὶ οὐδὲν σφοδρὸν ἐπιδεικνύμεθα. Φοβοῦμαι, μὴ τῆς ἀκαίρου ταύτης καὶ πολλῆς φιλανθρωπίας λόγον κατὰ τὴν μέλλουσαν ἡμέραν ὑπόσχωμεν. ∆ιὸ μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ κηρύττω πᾶσι, καὶ διαμαρτύρομαι, ὥστε τοὺς τὴν παράβασιν ταύτην ἐπιδεικνυμένους, τοὺς τὰ ἐκ τοῦ πονηροῦ φθεγγομένους (τοῦτο γάρ ἐστιν ὁ ὅρκος), τῶν οὐδῶν μὴ ἐπιβαίνειν τῶν ἐκκλησιαστικῶν. Προθεσμία δὲ ὑμῖν ἔστω ὁ μὴν ὁ παρὼν, ὥστε κατορθῶσαι. Μὴ γάρ μοι εἴπῃς, ὅτι Μὲ ἡ τῶν πραγμάτων ἀνάγκη κατεπείγει, ὅτι ἀπιστοῦμαι. Τέως τοὺς ἀπὸ τῆς συνηθείας περίκοπτε. Οἶδα, ὅτι 60.74 πολλοὶ γελάσονται ἡμᾶς, ἀλλὰ βέλτιον ἡμᾶς γελᾶσθαι νῦν, ἢ κλαίεσθαι τότε· γελάσονται δὲ ὅσοι μαίνονται. Τίς γὰρ, εἰπέ μοι, νοῦν ἔχων φυλαττομένης ἐντολῆς γελάσεται; Εἰ δὲ ἄρα γελάσονται, ἀλλ' οὐχ ἡμᾶς, ἀλλὰ τὸν Χριστὸν οἱ τοιοῦτοι γελάσονται. Ἐφρίξατε τὸ εἰρημένον; Οἶδα κἀγώ. Εἰ μὲν οὖν ἐγὼ τὸν νόμον τοῦτον εἰσήγαγον, ἐμὸς ἂν εἴη καὶ ὁ γέλως· εἰ δὲ ὁ νομοθέτης ἕτερός ἐστιν, ἐκεῖ διαβαίνει ἡ χλευασία. Καὶ ἐνεπτύσθη ποτὲ ὁ Χριστὸς, καὶ ἐπὶ κόῤῥης ἐπλήγη καὶ ἐῤῥαπίσθη. Ἀνέχεται καὶ νῦν ταῦτα, καὶ οὐδὲν ἀπεικός. ∆ιὰ τοῦτο γέεννα ἡτοίμασται, διὰ τοῦτο σκώληξ ἀτελεύτητος. Ἰδοὺ πάλιν λέγω καὶ διαμαρτύρομαι· Ὁ βουλόμενος γελάτω, ὁ βουλόμενος χλευαζέτω· εἰς τοῦτο κείμεθα, εἰς τὸ γελᾶσθαι καὶ χλευάζεσθαι, εἰς τὸ πάντα παθεῖν. Περικαθάρματα τοῦ κόσμου ἐσμὲν, κατὰ τὸν μακάριον Παῦλον. Εἴ τις μὴ βούλεται κατορθῶσαι τοῦτο τὸ ἐπίταγμα, ὥσπερ σάλπιγγί τινι διὰ τοῦ λόγου ἀπαγορεύω τῶν οὐδῶν μὴ ἐπιβαίνειν τῶν ἐκκλησιαστικῶν τῷ τοιούτῳ, κἂν ἄρχων ᾖ, κἂν αὐτὸς ὁ τὸ διάδημα περικείμενος. Ἢ καθέλετέ με ταυτησὶ τῆς ἀρχῆς, ἢ μένοντα μὴ περιβάλλετε κινδύνοις. Οὐκ ἀνέχομαι ἐπὶ τὸν θρόνον τοῦτον ἀναβαίνειν μὴ μεγάλα κατορθῶν. Εἰ γὰρ μὴ τοῦτο δυνατὸν, βέλτιον ἑστάναι κάτω. Ἄρχοντος γὰρ μηδὲν τοὺς ἀρχομένους ὠφελοῦντος οὐδὲν ἀθλιώτερον. Ἔτι συντείνατε ἑαυτοὺς, καὶ προσέχετε, παρακαλῶ· ἢ μᾶλλον εἰπεῖν, συντείνωμεν ἑαυτοὺς, καὶ πάντως ἔσται τι πλέον. Νηστεύσατε,