48
παρακαλέσατε τὸν Θεὸν, καὶ ἡμεῖς μεθ' ὑμῶν, ὥστε τὴν ὀλέθριον ταύτην ἐξελεῖν συνήθειαν. Οὐδὲν μέγα ἐστὶ γενέσθαι διδασκάλους τῆς οἰκουμένης· οὐ μικρὸν ἀκουσθῆναι πανταχοῦ, ὅτι δὴ ἐν τῇδε τῇ πόλει οὐδείς ἐστιν ὁ ὀμνύς. Ἐὰν τοῦτο γένηται, οὐ τῶν οἰκείων κατορθωμάτων λήψεσθε μόνον τὸν μισθὸν, ἀλλὰ καὶ τῆς ὑπὲρ τῶν ἀδελφῶν σπουδῆς· ὅπερ γὰρ ὑμῖν εἰμι ἐγὼ, τοῦτο ὑμεῖς τῇ οἰκουμένῃ γενήσεσθε. Πάντως καὶ ἕτεροι ζηλώσουσιν ὑμᾶς· πάντως ἔσεσθε λύχνος ἐπὶ λυχνίας κείμενος. Καὶ τοῦτό ἐστι, φησὶ, τὸ πᾶν; Οὐ τοῦτό ἐστι τὸ πᾶν, ἀλλὰ τοῦτο ἀρχὴ τῶν ἄλλων. Ὁ μὴ ὀμνὺς, πάντως ἐπὶ εὐλάβειαν ἥξει καὶ ἑτέραν, καὶ ἑκὼν καὶ ἄκων, καὶ αἰσχυνόμενος καὶ φοβούμενος. Ἀλλ' οὐκ ἀνέχονται πολλοὶ, φησὶν, ἀλλ' ἀποπηδῶσιν. Ἀλλὰ βέλτιον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἀπὸ γοῦν τούτου πάντα ἀνατέτραπται, πάντα ἄνω καὶ κάτω γέγονεν, ὅτι καθάπερ ἐν τοῖς θεάτροις πλήθους ἐφιέμεθα, οὐ πλήθους δοκίμου. Τί γὰρ ὄχλος, εἰπέ μοι, δυνήσεται ὀνῆσαι; Βούλει μαθεῖν, ὅτι ὄχλος οἱ ἅγιοί εἰσιν, οὐχ οἱ πολλοί; Ἐξαγάγετε εἰς πόλεμον ἑκατὸν μυριάδας καὶ ἕνα ἅγιον· ἴδωμεν τίς πλείονα κατορθοῖ. Ἐξῆλθεν ὁ Ἰησοῦς ὁ τοῦ Ναυὴ εἰς τὸν πόλεμον, καὶ μόνος ἅπαντα κατώρθωσεν, ὥστε οἱ ἄλλοι οὐδὲν ὤνησαν. Ὁ πολὺς ὄχλος, ἀγαπητὲ, ὅταν θέλημα τοῦ Θεοῦ μὴ ποιῇ, οὐδὲν διενήνοχε τῶν οὐκ ὄντων. Εὔχομαι μὲν οὖν, καὶ βούλομαι, καὶ ἡδέως ἂν καὶ κατεκόπην· ὥστε κοσμῆσαι πλήθει τὴν Ἐκκλησίαν, ἀλλὰ πλήθει δοκίμῳ· εἰ δὲ τοῦτο οὐχ οἷόν τε, τοὺς ὀλίγους αὐτοὺς δοκίμους εἶναι βούλομαι. Οὐχ ὁρᾶτε, ὅτι βέλτιον ἕνα λίθον τίμιον ἔχειν, ἢ μυρίους ὀβολούς; οὐχ ὁρᾶτε, ὅτι βέλτιον τὸν ὀφθαλμὸν ὑγιαίνοντα ἔχειν, ἢ τούτου πεπηρωμένου πολυσαρκίᾳ βαρύνεσθαι; οὐχ ὁρᾶτε, ὅτι 60.75 βέλτιον πρόβατον ἓν ὑγιαῖνον ἔχειν, ἢ μυρία ψώρας ἐμπεπλησμένα; οὐχ ὁρᾶτε, ὅτι εὐτεκνία μετὰ ὀλιγοτεκνίας βελτίων, ἢ πολυπαιδία μετὰ κακοπαιδίας; οὐχ ὁρᾶτε, ὅτι ἐν μὲν τῇ βασιλείᾳ ὀλίγοι, ἐν δὲ τῇ γεέννῃ πολλοί; Τί ἐμοὶ καὶ τῷ πλήθει; τί τὸ ὄφελος; Οὐδέν· ἀλλὰ μᾶλλον τοῖς ἄλλοις λύμη. Ταὐτὸν γάρ ἐστιν, οἷον ἂν εἴ τις ἐξὸν δέκα ὑγιαίνοντας ἔχειν ἢ μυρίους νοσοῦντας, ἐπεισάγοι τοῖς δέκα τοὺς μυρίους. Οἱ πολλοὶ μηδὲν κατορθοῦντες, οὐδὲν ἕτερον ἡμῖν προξενήσουσιν, ἀλλ' ἢ κόλασιν τότε, καὶ κατὰ τὸ παρὸν ἀδοξίαν. Οὐδεὶς γὰρ ὅτι πολλοί ἐσμεν ἐρεῖ, ἀλλ' ὅτι ἄχρηστοι, μέμφεται. Τοῦτο γοῦν ἡμῖν ἀεὶ λέγουσιν, ὅταν εἴπωμεν, ὅτι Πολλοί ἐσμεν· Ἀλλὰ κακοὶ, φησίν. Ἰδοὺ πάλιν ἀπαγορεύω καὶ 60.76 λαμπρᾷ βοῶ τῇ φωνῇ, μηδεὶς νομιζέτω γέλωτα εἶναι· Ἀπείρξω καὶ κωλύσω τοὺς μὴ πειθομένους· καὶ ἕως ἂν ἐν τῷ θρόνῳ καθέζωμαι τούτῳ, οὐδὲν προήσομαι τῶν αὐτοῦ δικαιωμάτων. Ἂν μέ τις καταβιβάσῃ, λοιπὸν ἀνεύθυνός εἰμι· ἕως δ' ἂν ὑπεύθυνος ὦ, οὐ δύναμαι παριδεῖν, οὐ διὰ τὴν ἐμὴν κόλασιν, ἀλλὰ διὰ τὴν ὑμετέραν σωτηρίαν· σφόδρα γὰρ ὑμῶν ἐρῶ τῆς σωτηρίας. Ὑπὲρ τούτου δάκνομαι καὶ ἀλγῶ. Ἀλλὰ πείσθητε, ἵνα καὶ ἐνταῦθα καὶ ἐν τῷ μέλλοντι πολὺν λάβητε τὸν μισθὸν, καὶ κοινῇ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.75 ΟΜΙΛΙΑ Θʹ. Ἰδὼν δὲ, φησὶ, Πέτρος, ἀπεκρίνατο πρὸς τὸν λαόν·
Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
αʹ. Πλείονος αὕτη γέμει παῤῥησίας ἡ δημηγορία. Τοῦτο δὲ ποιεῖ, οὐκ ἐπειδὴ
ἐν τῇ προτέρᾳ ἐφοβεῖτο, ἀλλ' ἐπειδὴ οὐκ ἂν ἤνεγκαν ἐκεῖνοι ἄνθρωποι χλευασταὶ ὄντες καὶ γελωτοποιοί. Ὅθεν ἐκείνης μὲν ἀρχόμενος καὶ ἐπιστρέφει αὐτοὺς διὰ τοῦ προοιμίου εὐθὺς λέγων· Τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.