49
ἡμετέρας θρασύτητος, ἀλλὰ τῆς σῆς ἡμερότητος· οὐδεὶς γὰρ κόρος ἡμῖν τοῦ διὰ γραμμάτων ὑμῖν ὁμιλεῖν, ἐπειδή γε ἄλλως οὐκ ἔχομεν, οὕτως οἰκονομήσαντος τοῦ Θεοῦ τὰ ἡμέτερα. 170.2 Τῷ δὲ τιμιωτάτῳ υἱῷ ἡμῶν καὶ συμπρεσ βυτέρῳ Σακερδῶτι (ὃν διαφερόντως ἠγαπήσαμέν τε καὶ ἀγαπῶμεν γνησίως φιλοσοφοῦντα καὶ τῷ Θεῷ διὰ τῆς πολιτείας ἑνούμενον), ὁρμήσαντι τῶν οἰκείων ἕνεκεν ἐπὶ τὴν μεγάλην διὰ σὲ πόλιν, οὐκ οἶδα τί ἂν ἐχαρισάμεθα μεῖζον ἢ τῇ σῇ καλοκἀγαθίᾳ γνωρίσαντες.
171.Τ ΑΜΦΙΛΟΧΙΩΙ 171.1 Μόλις ποτὲ τῶν ἐκ τῆς ἀρρωστίας ἀνανεύσαντες
πόνων, ἐπὶ σὲ τὸν τῆς ἰάσεως πρόξενον δεδραμήκαμεν· γλῶσσα γὰρ ἱερέως φιλοσοφοῦσα τὸν Κύριον ἀνεγείρει τοὺς κάμνοντας. Ποίει τοίνυν τὸ κρεῖττον ἱερουργῶν καὶ λῦε τῶν ἡμαρτημένων τὸ μέγεθος, τῆς ἀναστασίμου θυσίας ἁπτόμενος. 171.2 Ἐμοὶ γὰρ καὶ ἐγρηγορότι καὶ καθεύδοντι μέλει τὰ κατὰ σέ, καί μοι γέγονας πλῆκτρον ἀγαθόν, καὶ λύραν ἐναρμόνιον ταῖς ἡμετέραις ψυχαῖς εἰσῴκησας, ἀφ' ὧν μυριάκις γράφων πρὸς ἐπίγνωσιν τὰς ἡμετέρας ψυχὰς ἐξήσκησας. 171.3 Ἀλλ', ὦ θεοσεβέστατε, μὴ κατόκνει καὶ προσεύχεσθαι καὶ πρεσβεύειν ὑπὲρ ἡμῶν, ὅταν λόγῳ καθέλκῃς τὸν Λόγον, ὅταν ἀναιμάκτῳ τομῇ σῶμα καὶ αἷμα τέμνῃς δεσποτικόν, φωνὴν ἔχων τὸ ξίφος. 172.Τ ΕΛΛΑ∆ΙΩΙ 172.1 Ἥσθην τοῖς γράμμασι· πῶς δὲ οὐκ ἔμελλον τῷ μνήμην εἶναί σοι καὶ τεθνηκότων; Προσόντων δὲ καὶ τῶν συμβόλων τῆς ἑορτῆς, πλείων ἡ χάρις. 172.2 Ἀλλὰ πρόσθες οἷς δίδως, ἅπερ αἰτεῖς. Προσεύχου δὲ περὶ ἡμῶν, εἰ μὲν συμφέρει, πάλιν ἡμᾶς ὑπομνησθῆναι καὶ ὑπομνῆσαι τῆς ἑορτῆς· εἰ δὲ μή, πρὸς τὰ ἐκεῖσε μετατεθῆναι, καὶ τὴν ἀληθινὴν ἑορτὴν ἢ λαβεῖν ἢ ἰδεῖν ἔνθα εὐφραινομένων πάν των ἡ κατοικία. Τῶν γὰρ τοῦ βίου στροφῶν κεκορέσμεθα. 173.Τ ΠΟΣΤΟΥΜΙΑΝΩΙ 173.1 Ὑψηλὸς εἶ τὴν παίδευσιν, καὶ ταύτην ὁποτέραν βούλει καὶ εἰς ὅ τι βούλει τῶν λόγων εἶδος. Τῆς μὲν γὰρ κλέος οἷον ἀκούομεν (οὐ γὰρ Ῥωμαϊκός τις ἐγὼ τὴν γλῶσσαν, οὐδὲ τὰ Ἰταλῶν δεινός), τῆς δὲ πεπειράμεθα ὥστε καὶ ἄλλοις γνωρίζειν ἔχειν, εἴ τι καὶ ἡμῖν μέτεστι τοῦ τὰ τοιαῦτα κρίνειν· μετεῖναι δὲ οὐκ ὀλίγοι φασίν. 173.2 Ἤρθης ἀρχαῖς οὐκ ὀλίγαις· μᾶλλον δὲ ἦρας οὐκ ὀλίγας, εἰ δεῖ τὸν ἀληθέστερον εἰπεῖν λόγον. Ἦλθες ἐπὶ τὸ ἀκρότατον τῆς ἐξουσίας, οὐ τύχης δῶρον, ὡς ἂν πολλοὶ φαῖεν, ἀλλ' ἀρετῆς ἆθλον ταύτην δεξάμενος, ἵνα καὶ αὐτὴ γένηται σεμνοτέρα καὶ βασιλεὺς ἐπαινεθῇ τῆς ἐπὶ σοὶ κρίσεως. 173.3 Ἔτι καὶ ταῦτα μικρά, προσθήσω δέ τι καὶ τῶν ἡμετέρων· προετελέσθης πρότερον τὴν εὐσέβειαν, εἶθ' ὑπεδέξω. Μέμνημαι γὰρ τῶν σῶν λόγων καὶ τὸ θαῦμα ἔνηχον ἔτι ταῖς ἐμαῖς ἀκοαῖς. Εἰ τούτοις προσθείης τὸ καὶ μεμνῆσθαι τῶν φίλων (προσθήσεις δὲ οἶδ' ὅτι, τοῖς παρελθοῦσι τοῦτο τεκμαίρομαι), μᾶλλόν σε θαυμασόμεθα. 173.4 Οὗτος τῆς ἀνθρωπίνης ὅρος εὐδαιμονίας, εἴτ' οὖν μακαριότητος. Τὸ δὲ πρόσθε Γαδείρων μὴ πειρατὸν εἶναι ἀνθρώποις, Πινδάρῳ φιλοσοφοῦντι πιστεύομεν. 173.5 Ἐπεὶ δὲ μεγάλων τυχών, μεγάλων καὶ ὑπόχρεως εἶ, καί σε πεποίηκεν ἡμέτερον πρότερον, εἶτα ἐπέστησεν ἡμῖν εὖ ποιῶν ὁ Θεός, καὶ ἅμα τῶν ἀτόπων ἄνδρα τοσοῦτον μὴ τὰ μέγιστα ἀπαιτεῖν, ἐκεῖνο δέξαι με παραινοῦντα. 173.6 Μηδὲν οὕτω νόμιζε τῇ σῇ πρέπειν ἀρχῇ (ἐπειδὴ πάλιν σύνοδος ἐπισκόπων, οὐκ οἶδα δι' ὅ τι καὶ ὅπως συναγο μένων), ὡς τὸ ἐπὶ σοῦ καὶ διὰ σοῦ εἰρηνεύεσθαι τὰς Ἐκκλησίας, κἂν δέῃ σφοδρότερον ἐπιτιμῆσαι τοῖς στασιά ζουσιν. 173.7 Εἰ δέ τῳ δοκῶ περιττὸς εἶναι, τῶν μὲν πραγ μάτων ἀναχωρήσας, τὴν δὲ φροντίδα μὴ καταλύσας, τοῦτο σὺ μὴ θαυμάσῃς. Οὐ γὰρ ὥσπερ τῶν θρόνων καὶ τῆς ὀφρύος τοῖς βουλομένοις, οὕτω καὶ τῆς εὐσεβείας παρεχωρήσαμεν· ἀλλὰ νῦν ἀξιόπιστοι καὶ πλέον, ὡς οἶμαι καὶ σοὶ δοκεῖν, ὡς οὐδὲν ἴδιον, ἀλλὰ τὸ κοινὸν θεραπεύοντες. 174.Τ ΕΥ∆ΟΞΙΩΙ 174.1 Νικῶ σε τοῖς φιλικοῖς· ἐπιστέλλω γὰρ πρότερος, ὡς ὁρᾷς. Καὶ οὐδ' ἂν ἐκαλλωπισάμην, εὖ ἴσθι (οὐ γὰρ ἐμόν), εἰ μὴ μέγα ἐποιούμην τὴν σὴν φιλίαν, μηδὲ