1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

51

ἵνα μὴ λέγωσι, Καὶ πῶς ἔχει ταῦτα λόγον, εἰ τὸν παράνομον δοξάζει; διὰ τοῦτο αὐτοὺς ἀναμιμνήσκει τῆς κρίσεως τῆς ἐπὶ Πιλάτου, δεικνὺς, ὅτι εἰ θέλοιεν προσέχειν, οὐκ ἔστι παράνομος· οὐ γὰρ ἂν ὁ Πιλᾶτος ἠθέλησεν αὐτὸν ἀπολῦσαι. Καὶ οὐκ εἶπε, Θελήσαντος, ἀλλὰ, Κρίναντος ἐκείνου ἀπολύειν· δηλῶν, ὅτι τὸν μὲν ἑτέρους ἀνελόντα ᾐτήσατε ἀφεθῆναι, τὸν δὲ τοὺς ἀνῃρημένους ζωογονοῦντα οὐκ ἠθελήσατε. Καὶ ἵνα μὴ λέγωσι πάλιν, Πῶς νῦν αὐτὸν δοξάζει ὁ τότε μὴ βοηθήσας; παράγουσι τοὺς προφήτας μαρτυροῦντας, ὅτι οὕτως ἔδει γενέσθαι. Εἶτα, ἵνα μὴ νομίσωσι τοῦ Θεοῦ τὴν οἰκονομίαν ἀπολογίαν αὐτῶν εἶναι, πρότερον αὐτῶν καθάπτεται. Καὶ τὸ κατὰ πρόσωπον δὲ Πιλάτου ἀρνήσασθαι, οὐκ ἦν τὸ τυχὸν, ἐκείνου βουλομένου ἀπολῦσαι· καὶ ὅτι οὐ δυνατὸν ὑμῖν ἀρνήσασθαι, κατηγορεῖ ὁ αἰτηθεὶς ἀντ' αὐτοῦ. Οὕτω καὶ τοῦτο οἰκονομία μεγάλη ἦν. Ἐνταῦθα τὴν ἀναισχυντίαν αὐτῶν δείκνυσι καὶ τὴν ἰταμότητα· καὶ ὅτι ὁ μὲν Ἕλλην καὶ μόνον τότε πρῶτον αὐτὸν ἰδὼν, ἀπήλλαξεν αὐτὸν, καίτοι γε οὐδὲν μέγα ἀκούσας· οἱ δὲ τοῖς σημείοις συντρεφόμενοι, τὸ ἐναντίον πεποιήκασιν. Ὅτι δὲ δικαίως ἔκρινεν ἐκεῖνος ἀπολύειν, καὶ οὐ κατὰ χάριν τοῦτο ἐποίει, ἄκουε αὐτοῦ ἀλλαχοῦ λέγοντος· Ἔθος ὑμῖν ἐστιν ἀπολύειν ἕνα τινά· Θέλετε οὖν τοῦτον ἀπολύσω ὑμῖν; Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε. Οὐκ εἶπεν, Ἐξεδώκατε, ἀλλὰ πανταχοῦ, Ἠρνήσασθε. Εἰκότως. Οὕτω γὰρ καὶ ἔλεγον· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Καὶ οὐκ εἶπεν, Οὐκ ἐξῃτήσασθε τὸν ἄληπτον, οὐδὲ ἠρνήσασθε μόνον, ἀλλὰ καὶ ἀπεκτείνατε. Ὅτε πεπωρωμένοι ἦσαν, οὐδὲν τοιοῦτον εἶπεν· ὅτε μάλιστα ἐσείσθησαν αὐτῶν αἱ ψυχαὶ, τότε πλήττει σφοδρότερον, ὅτε καὶ αἰσθέσθαι δύνανται. Καθάπερ γὰρ ἡμεῖς τοῖς μὲν μεθύουσιν οὐδὲν λέγομεν, ὅταν δὲ νήψωσι καὶ ἀνενέγκωσιν ἀπὸ τῆς μέθης, τότε ἐπιπλήττομεν· οὕτω δὴ καὶ Πέτρος, ὅτε ἠδύναντο συνιέναι τῶν λεγομένων, τότε καὶ τὴν γλῶτταν ἠκόνησε· πολλὰ τὰ ἐγκλήματα ἀριθμεῖ· οἷον ὅτι, ὃν ὁ Θεὸς ἐδόξασεν, οὗτοι παρέδωκαν· ὅτι, ὃν ὁ Πιλᾶτος ἀπέλυεν, οὗτοι ἠρνήσαντο κατὰ πρόσωπον ἐκείνου· ὅτι προετίμησαν τὸν λῃστήν. γʹ. Ὅρα πάλιν λανθανόντως πῶς περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται, δεικνὺς, ὅτι ἑαυτὸν ἤγειρε· καθάπερ ἐν τῇ προτέρᾳ δημηγορίᾳ ἔλεγε· Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ· καὶ ἐνταῦθα, Τὸν δὲ ἀρχηγὸν, φησὶ, τῆς ζωῆς ἀπεκτείνατε. Οὐκ ἄρα παρ' ἑτέρου ἔσχε τὸ ζῇν. Ὥσπερ ἀρχηγὸς τῆς κακίας αὐτὸς ἂν εἴη ὁ τὴν κακίαν τεκὼν, καὶ ἀρχηγὸς φόνου ὁ τὸν φόνον πρῶτος εἰσαγαγών· οὕτω καὶ ἀρχηγὸς ζωῆς ὁ παρ' ἑαυτοῦ τὴν ζωὴν ἔχων. 60.79 Ὃν ὁ Θεὸς ἤγειρε, φησίν. Ἐπειδὴ τοῦτο ἐφθέγξατο, ἐπήγαγε· Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην. Καὶ μὴν ἐὰν ἡ εἰς αὐτόν ἐστι πίστις ἡ τὸ πᾶν ἐργασαμένη, καὶ ὅτι εἰς αὐτὸν ἐπίστευσε, τίνος ἕνεκεν οὐκ εἶπεν, ∆ιὰ τοῦ ὀνόματος, ἀλλ', Ἐν τῷ ὀνόματι; Ὅτι οὔπω ἐθάῤῥουν εἰπεῖν, Ἡ εἰς αὐτὸν πίστις. Ἵνα δὲ μὴ τὸ, ∆ι' αὐτοῦ, ταπεινὸν ᾖ, ἐπήγαγε· Καὶ τὸ ὄνομα αὐτοῦ ἐστερέωσεν αὐτόν. Καὶ τοῦτο πρότερον εἰπὼν, τότε φησί· Καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην. Ὅρα, πῶς δείκνυσιν, ὅτι καὶ ἐκεῖνο συγκαταβαίνων εἶπεν. Οὐ γὰρ ἂν ἑτέρου ἐδεήθη πρὸς ἀνάστασιν, οὗ τὸ ὄνομα χωλὸν οὐδὲν νεκροῦ διαφέροντα ἤγειρε. Σκόπει, πῶς πανταχοῦ τὰς μαρτυρίας αὐτῶν ἐπισπᾶται. Ἀνωτέρω μὲν γὰρ ἔλεγε· Καθὼς καὶ αὐτοὶ οἴδατε· καὶ, Ἐν μέσῳ ὑμῶν· καὶ πάλιν, Ὃν θεωρεῖτε καὶ οἴδατε, ἀπέναντι πάντων ὑμῶν. Καίτοι ἐν τῷ ὀνόματι αὐτοῦ οὐκ ᾔδεσαν, ὅτι ὑγιὴς ἕστηκεν, ἀλλὰ τοῦτο ᾔδεσαν, ὅτι χωλὸς ἦν. Καὶ αὐτοὶ δὲ οἱ πεποιηκότες ὡμολόγουν, ὅτι οὐκ ἰδίᾳ δυνάμει, ἀλλὰ τῇ τοῦ Χριστοῦ ἐστερέωτο. Εἰ δὲ μὴ τοῦτο ἦν, καὶ ὄντως πεπεισμένοι ἦσαν, ὅτι ἀνέστη, οὐκ ἂν ἠθέλησαν τοῦ νεκροῦ τὴν δόξαν στῆσαι μᾶλλον ἢ τὴν ἑαυτῶν, καὶ ταῦτα ἐκείνων πρὸς αὐτοὺς ὁρώντων. Εἶτα πεφοβημένας αὐτῶν τὰς ψυχὰς εὐθέως τῇ τῶν ἀδελφῶν προσηγορίᾳ παρεμυθήσατο, εἰπών· Ἄνδρες ἀδελφοί. Ἐκεῖ μὲν γὰρ οὐδὲν περὶ ἑαυτῶν εἶπεν, ἀλλὰ