1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

52

Λυσίου τοῦ ῥήτορός φησιν ὁ κριτικὸς ∆ιονύσιος, ὅτι τὸ ἄτεχνον αὐτοῦ λίαν ἔντεχνον ἦν.

181.Τ ΣΑΤΟΡΝΙΝΩΙ 181.1 Εἰ καὶ τὸ τῆς ἀρχῆς ὕψος ἀπρόσιτον, ἀλλὰ φιλάν θρωπον ἡ φιλία, δι' ἣν ἐθαρρήσαμεν ταύτην σοι προσα γαγεῖν τὴν παράκλησιν. 181.2 Πᾶσιν οἷς εὖ πεποίηκας ἡμᾶς, καὶ τοῦτο πρόσθες· τὸν λογιώτατον υἱὸν ἡμῶν Εὐδόξιον, ἄνδρα καὶ βίῳ καὶ λόγῳ τῆς σῆς ἀρετῆς ἄξιον, καὶ τἄλλα ἡδέως ἰδεῖν καταξίωσον καὶ τῆς παρὰ σεαυτοῦ προστασίας ἀξιῶσαι περὶ ὧν ἂν δέηται τῆς σῆς καλοκἀ γαθίας. 181.3 Ἡμεῖς δὲ ἀντιδώσομεν τὰς εὐχάς, ᾧ μόνῳ δυνατὸν ἡμῖν τοὺς εὐεργέτας ἀμείβεσθαι. 182.Τ ΓΡΗΓΟΡΙΩΙ 182.1 20Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη20· καὶ τὸ κεφάλαιον ἐν πολέμῳ καὶ στάσει τὰ ἡμέτερα, καὶ ἣν παρελάβομεν παρὰ τῶν ἁγίων Πατέρων εἰρήνην οὐκ ἐτηρήσαμεν. 182.2 Ταύτην μὲν οὖν οἶδ' ὅτι αὐτὸς ἀποκα ταστήσεις ἐν τῇ δυνάμει τοῦ σέ τε καὶ τὰ σὰ φέροντος Πνεύματος. 182.3 Ἡμῶν δὲ μηδεὶς καταψευδέσθω, παρα καλῶ, μηδὲ τῶν κυρίων τῶν ἐπισκόπων, ὅτι ἀκόντων ἡμῶν ἄλλον ἐπεκήρυξαν ἡμῖν ἐπίσκοπον· οὐ γὰρ τοσοῦτον αὐτοῖς ἀπερρίμμεθα, οὐδὲ οὕτως ἔχουσι πρὸς ἡμᾶς ἀπεχθῶς. 182.4 Ἀλλὰ πολλὰ δεηθεὶς διὰ τὴν ἐμαυτοῦ νέκρωσιν, καὶ ἅμα τὸ βάρος φοβηθεὶς τῆς Ἐκκλησίας ἀμελουμένης, ταύτην ᾔτησα παρ' αὐτῶν χάριν, οὔτε κανόσιν ἐναντιουμένην, καὶ ἡμᾶς ἀναψύχουσαν, δοθῆναι τῇ Ἐκκλησίᾳ ποιμένα, ὃς καὶ δέδοται ταῖς σαῖς εὐχαῖς, ἄξιος τῆς ὑμετέρας θεοσεβείας· ὃν καὶ εἰς χεῖράς σου τίθημι, τὸν αἰδεσιμώτατον Εὐλάλιον λέγω, τὸν θεοφιλέσ τατον ἐπίσκοπον, οὗ καὶ ταῖς χερσὶν ἐναποψύξαιμι. 182.5 Εἰ δέ τις οἴεται μὴ χρῆναι ζῶντος ἐπισκόπου ἄλλον χειροτονεῖν, ἴστω μηδ' ἐνταῦθα κρατῶν ἡμῶν· πᾶσι γὰρ δῆλον ὅτι μὴ Ναζιανζοῦ, Σασίμων δὲ προεβλήθημεν, εἰ καὶ πρὸς ὀλίγον, αἰδοῖ τοῦ πατρὸς καὶ τῶν ἱκετευσάντων, ὡς ξένοι τὴν προστασίαν κατεδεξάμεθα. 183.Τ ΘΕΟ∆ΩΡΩΙ 183.1 Ἔσχε τι καὶ παρ' ἡμῖν ὁ φθόνος, ὃν οὐδεὶς ῥᾳδίως διέφυγεν. Ἰδοὺ καὶ Καππαδόκαι στασιάζομεν, ἵν' οὕτως εἴπω, -τὸ μὴ πρότερον ἀκουσθὲν μηδὲ πιστευθὲν κακόν, 20ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ20· -ἀλλ' εἰδῶμεν ἅπαντες ὄντες ἄνθρωποι, καὶ μὴ προχείρως ἑτέρων καταγινώσκωμεν. 183.2 Ἀλλ' ἐμοί τι κέρδος καὶ παρὰ τῆς συμφορᾶς (εἰ δεῖ παραδόξως εἰπεῖν), καὶ ὄντως ῥόδα ἐξ ἀκανθῶν, ὡς ἡ παροιμία, συλλέγομεν. 183.3 Ἐγὼ γοῦν οὔπω πρότερον οὔτε κατ' ὄψιν συντετυχηκὼς τῇ σῇ εὐλαβείᾳ, οὔτε διὰ γραμμάτων ὡμιληκώς, ἀλλὰ τῇ περὶ σοῦ φήμῃ μόνῃ καταυγαζόμενος, νῦν καὶ εἰς ἀνάγκην ἦλθον τῆς διὰ τῶν γραμμάτων ἐντεύξεως καὶ χάρις πολλὴ τῷ τοῦτο χαρισαμένῳ. 183.4 Τὸ μὲν οὖν τοῖς ἄλλοις ἐπισκόποις περὶ ὧν ἐπέστειλας γράφειν, οὔπω γὰρ τούτου καιρός, παραλείψομεν καὶ ἅμα ἡ ἀρρωστία ὀκνηροτέρους ἡμᾶς πρὸς τοῦτο καθίστησιν· ἃ δέ σοι γράφομεν, κἀκείνοις διὰ σοῦ γράφομεν. 183.5 Παυσάσθω περιεργαζόμενος τὰ παρ' ἡμῖν ὁ κύριός μου καὶ θεοφιλέστατος Ἑλλάδιος ὁ ἐπίσκοπος· οὐ πνευματικῇ γάρ, ἀλλὰ ἐριστικῇ ταῦτα ζητεῖ περιόδῳ, οὐδὲ ἀκριβείᾳ κανόνων, ἀλλ' ὀργῆς ἐκπληρώσει, ὡς δῆλόν ἐστιν ἐκ τοῦ καιροῦ καὶ πολλῶν τῶν σὺν τούτῳ κεκινημένων ἔξω τοῦ λόγου· χρὴ γὰρ οὕτω λέγειν καὶ μὴ λυπεῖν. 183.6 Ἐγὼ γὰρ εἰ μὲν τοῦ σώματος οὕτως εἶχον ὡς Ἐκκλησίας δύνασθαι προστατεῖν Ναζιανζοῦ, ᾗ τὴν ἀρχὴν ἐπεκηρύχθην ἀλλὰ μὴ Σασίμοις, ὥς τινες ὑμᾶς πείθουσιν οὐκ ὀρθῶς, οὐχ οὕτως ἤμην ἄθλιος οὐδὲ τῶν θείων διατάξεων ἀμαθὴς ὡς ἢ τῆς Ἐκκλη σίας ὑπεριδεῖν ἢ τὴν τοῦ βίου ῥᾳστώνην μεταδιώκειν, πρὸ τῶν ἀποκειμένων μισθῶν τοῖς κάμνουσι κατὰ Θεὸν καὶ τὸ πιστευθὲν τάλαντον ἀπεργαζομένοις. 183.7 Τί γάρ μοι τῶν πολλῶν πόνων ὄφελος καὶ τῶν μεγάλων ἐλπίδων, περὶ τῶν μεγίστων βουλευσαμένῳ κακῶς; Ἐπειδὴ δὲ καὶ τὸ σῶμα κακῶς ἔχει μοι, ὃ πᾶσι δῆλόν ἐστι, καὶ βάρος οὐδὲν ἐκ τῆς ὑποχωρήσεως ἔδεισα ταύτης δι' ἣν εἶπον αἰτίαν· καὶ τὴν Ἐκκλησίαν ἑώρων ἐχομένην ἡμῶν, βλαπ τομένην δὲ περὶ