52
μόνον περὶ τοῦ Χριστοῦ, Ἀσφαλῶς οὖν γινωσκέτω, λέγων, πᾶς οἶκος Ἰσραήλ· ἐνταῦθα δὲ καὶ παραίνεσιν προσάγει. Ἐκεῖ ἀνέμενεν αὐτοὺς εἰπεῖν· ἐνταῦθα ᾔδει πόσον εἰργάσαντο, καὶ ὡς οὗτοι μᾶλλον ἦσαν ᾠκειωμένοι. Καὶ μὴν τὰ ἄνω εἰρημένα οὐκ ἦν ἀγνοίας. Τὸ γὰρ τὸν λῃστὴν αἰτῆσαι, τὸ τὸν κριθέντα ἀπολυθῆναι μὴ λαβεῖν, τὸ καὶ θελῆσαι ἀνελεῖν, ποίας ἀγνοίας; Ἀλλ' ὅμως δίδωσιν αὐτοῖς ἐξουσίαν ἀρνήσασθαι, καὶ μεταγνῶναι ἐπὶ τοῖς γεγενημένοις· μᾶλλον δὲ καὶ ἀπολογίαν ὑπὲρ αὐτῶν συντίθησιν εὐπρόσωπον, καὶ λέγει· Ὅτι μὲν οὖν ἀθῷον ἀνῃρεῖτε, ᾔδειτε· ὅτι δὲ τὸν ἀρχηγὸν τῆς ζωῆς, ἴσως ἠγνοεῖτε. Καὶ ἐντεῦθεν οὐκ αὐτοὺς μόνους ἀφίησιν ἐγκλημάτων, ἀλλὰ καὶ τοὺς τῶν κακῶν ἀρχιτέκτονας. Ἦ γὰρ ἂν φιλονεικοτέρους αὐτοὺς ἐποίησεν, εἴ γε εἰς κατηγορίαν τὸν λόγον ἐξήγαγεν. Ὁ γάρ τι δεινὸν ἐργασάμενος, ὅταν τις κατηγορῇ, πειρώμενος ἀπολογεῖσθαι, σφοδρότερος γίνεται. Καὶ οὐ λέγει λοιπὸν, ὅτι Ἐσταυρώσατε, ἐφονεύσατε· ἀλλ', Ἐπράξατε, ἐπὶ συγγνώμην αὐτοὺς ἄγων. Εἰ ἐκεῖνοι κατὰ ἄγνοιαν, πολλῷ μᾶλλον οὗτοι· εἰ ἐκεῖνοι ἀφίενται, πολλῷ μᾶλλον οὗτοι. Τὸ δὲ θαυμαστὸν, ὅτι καὶ ἄνω καὶ ἐνταῦθα εἰπὼν, ἐκεῖ μὲν, Τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει, ἐνταῦθα δὲ, ὅτι Προκατήγγειλε πᾶσι τὸν Χριστὸν, οὐδαμοῦ παράγει μαρτυρίαν, διότι ἑκάστη αὐτῶν μετὰ πολλῶν ἐγκλημάτων, καὶ τῆς κολάσεως τῆς κατ' αὐτῶν εἴρηται. Καὶ δώσω, φησὶ, τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· καὶ πάλιν, Ἃ προκατήγγειλε, φησὶ, διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν αὐτὸν, ἐπλήρωσεν οὕτω. Μεγάλην δείκνυσι τὴν βουλὴν, εἴ γε πάντες τοῦτο ἔλεγον, καὶ οὐχ εἷς μόνος. Οὐ μὴν ἐπειδὴ κατὰ ἄγνοιαν γέγονε, παρὰ τὸ τῷ Θεῷ δοκοῦν γέγονεν. 60.80 Ὅρα, πόση τοῦ Θεοῦ ἡ σοφία, ὅταν ταῖς ἑτέρων πονηρίαις εἰς τὸ δέον ᾖ κατακεχρημένη. Ἐπλήρωσε φησίν. Ἵνα μὴ νομίσωσι λοιπὸν ὑπολείπεσθαί τι, τοῦτο ἐπήγαγε, δηλῶν ὅτι ὅσα παθεῖν ἔδει, πεπλήρωται. Ἀλλὰ μὴ νομίσητε, ἐπειδὴ οἱ προφῆται ταῦτα εἶπον, καὶ ἐπειδὴ κατὰ ἄγνοιαν ἐπράξατε. ὅτι ἀρκεῖ εἰς ἀπολογίαν ὑμῖν τοῦτο. Ἀλλ' οὐ λέγει οὕτως, ἀλλὰ πραότερον· Μετανοήσατε οὖν. ∆ιὰ τί; Εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας. Οὐ λέγω τὰ ἐν τῷ σταυρῷ τετολμημένα· ἴσως ἐκεῖνα κατὰ ἄγνοιαν· ἀλλ' ὥστε τὰς ἑτέρας ὑμῶν ἁμαρτίας ἐξαλειφθῆναι. Εἶτα ἐπάγει· Ὅπως ἂν ἔλθωσιν ὑμῖν καιροὶ ἀναψύξεως. Ἐνταῦθα περὶ τῆς ἀναστάσεως διαλέγεται ἀμυδρῶς. Ὄντως γὰρ ἐκεῖνοι ἀναψύξεως καιροὶ, οὓς ἐπεζήτει καὶ Παῦλος, λέγων· Καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι. Εἶτα δεικνὺς, ὅτι αὐτὸς τῶν καιρῶν τῆς ἀναψύξεως αἴτιος, Καὶ ἀποστείλῃ, φησὶ, τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν Χριστόν. Οὐκ εἶπεν, Ἐξαλειφθῇ ὑμῶν ἡ ἁμαρτία, ἀλλ', Αἱ ἁμαρτίαι, καὶ ἐκείνην αἰνιττόμενος, Ἀποστείλῃ. Τοῦτο εἰπὼν, οὐ λέγει πόθεν λοιπὸν, ἀλλὰ μόνον ἐπάγει, Ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι. Ἀκμὴν δέξασθαι. Καὶ πῶς οὐκ εἶπεν, Ὃν οὐρανὸς ἐδέξατο; Τοῦτο ὡς περὶ τῶν ἄνω χρόνων διαλεγόμενος εἶπεν, Οὕτως ᾠκονόμηται, φησὶν, οὕτω συντέθειται· περὶ δὲ τῆς αἰωνίου ὑπάρξεως αὐτοῦ οὐδέπω φησὶν, ἀλλ' ἔτι τοῖς τῆς οἰκονομίας λόγοις ἐνδιατρίβει καὶ λέγει· Μωσῆς μὲν γὰρ εἶπε πρὸς τοὺς πατέρας, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος. Εἶτα ἀνωτέρω εἰπὼν, Ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων αὐτοῦ προφητῶν ἀπ' αἰῶνος, αὐτὸν εἰσάγει λοιπὸν τὸν Χριστόν. Εἰ γὰρ πολλὰ προεῖπεν, αὐτοῦ δὲ ἀκούειν χρὴ, οὐκ ἄν τις ἁμάρτοι ταῦτα τοὺς προφήτας εἰρηκέναι λέγων. δʹ. Ἄλλως δὲ θέλει δεῖξαι, ὅτι τὰ αὐτὰ καὶ οἱ προφῆται προεῖπον. Κἄν τις ἀκριβῶς ἐξετάζῃ, εὑρήσει καὶ ἐν τῇ Παλαιᾷ ἀμυδρῶς μὲν, εἰρημένα δέ· ὥστε οὐδὲν νεώτερον. Τὸν προκεχειρισμένον, φησίν. Ἐνταῦθα αὐτοὺς καὶ φοβεῖ, ὡς πολλῶν ὑπολειπομένων, Πῶς οὖν ἔλεγεν, Ἐπλήρωσεν ἃ ἔδει παθεῖν; Ἐπλήρωσεν, εἶπεν, οὐκ, Ἐπληρώθη· δεικνὺς, ὅτι ἃ μὲν ἐχρῆν παθεῖν, ἐπλήρωσεν· ἃ δὲ γενέσθαι λείπεται ἔτι, οὐδέπω. Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. Ὃ μάλιστα ᾠκειοῦτο αὐτοὺς, λέγει. Ὁρᾷς, πῶς ταπεινὰ καὶ ὑψηλὰ παρασπείρει;