1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

54

Θεότητος κήρυκας καὶ μετὰ κινδύνων καὶ ἀκινδύνως, καὶ μηδὲν ὑφαιρεῖν ἀνεχομένους τῆς μιᾶς καὶ ἀπροσίτου Θεότητος. 185.7 Καὶ ὑπὲρ ἡμῶν προσεύχου, παρακαλῶ, σφόδρα καμνόντων τῇ ἀρρωστίᾳ. Τὴν σὺν σοὶ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ πάντες προσαγορεύουσι. Ἐρρωμένος, εὔθυμος, εὐδόκιμος ἐν Κυρίῳ χαρισθείης ἡμῖν καὶ ταῖς Ἐκκλησίαις τὸ κοινὸν στήριγμα. 186.Τ ΤΩΙ ΑΥΤΩΙ 186.1 Τί ἂν ἐποίησας, εἰ παρὼν αὐτὸς εἶχον πράγματα; ἦ δῆλον ὅτι πᾶσαν ἂν ἔθου σπουδὴν ἐλευθερῶσαί με τῆς ἐπηρείας, εἴπερ τι δεῖ τοῖς προλαβοῦσι τεκμαίρεσθαι. 186.2 Τοῦτο καὶ νῦν ἡμῖν χάρισαι διὰ τῆς κοσμιωτάτης ἀνεψιᾶς ἡμῶν τῆς προσπιπτούσης σοι δι' ἡμῶν, αἰδεσθεὶς μὲν τὴν ἡλικίαν τῆς ἱκέτιδος, αἰδεσθεὶς δὲ τὸν τρόπον καὶ τὴν εὐλάβειαν οὐ κατὰ πολλὰς οὖσαν γυναῖκας, 186.3 αἰδεσθεὶς δὲ πρὸς τοῖς ἄλλοις καὶ τὴν ἀπραγμοσύνην τῆς γυναικὸς καὶ τὸ παρὰ τῶν οἰκείων νῦν ἔχειν πράγματα, πρὸ πάντων δὲ τὴν ἡμετέραν παράκλησιν. 186.4 Ἡ μείζων δὲ χάρις, τὸ τάχος τῆς εὐεργεσίας ἣν ἀπαιτοῦμεν. Τὸ μὲν γὰρ φιλάνθρωπον τῇ χήρᾳ καὶ ὁ ἄδικος ἐν τῷ Εὐαγ γελίῳ κριτὴς ἐχαρίσατο, ἀλλὰ μετὰ πολλὴν ἱκεσίαν καὶ προσεδρείαν. 186.5 Παρ' ὑμῶν δὲ ὑπαρχέτω τὸ τάχος ἵνα μὴ κάμνῃ μακρὰ ταῖς φροντίσι καὶ ταῖς ἐπὶ τῆς ἀλλοδαπῆς κακοπαθείαις· εἰ καὶ τὰ μάλιστα οἶδα σαφῶς ὅτι οἰκείαν αὐτῇ ποιήσει καὶ τὴν ἀλλοτρίαν ἡ σὴ θεοσέβεια. 187.Τ ΕΥ∆ΟΞΙΩΙ 187.1 Αἰτιᾷ τὸ μὴ γράφειν, οὐδὲ αὐτὸς ὤν, οἶμαι, τῶν πλεῖστα ἐπεσταλκότων, εἰ μή με ἡ νόσος λῆρον ποιεῖ καὶ ὧν εὖ πέπονθα ἐπιλήσμονα. 187.2 Καίτοι γε, εἰ μή τι ἄλλο, ὡς ἀποθανοῦσιν ἡμῖν ὁ παρὰ τῶν σῶν λόγων ὠφείλετο ἐπιτάφιος, ᾧ τέχνη τὸ λέγειν καὶ γράφειν. Ὁ μὲν οὖν ἔλεγχος τοσοῦτος· οὐδὲ γὰρ δεῖ φιλικῶς ἐγκαλοῦντας ἔξω τῶν τῆς φιλίας ὅρων τοῦτο ποιεῖν. 187.3 Ἃ δὲ περὶ τοῦ γλυκυτάτου υἱοῦ Νικοβούλου γράφεις, μεγάλα μὲν σφόδρα καὶ θαυμαστὰ καὶ ἱκανὰ συναρπάσαι πατρὸς εὐκολίαν ῥᾳδίως οἷς βούλεται καὶ πιστεύουσαν. 187.4 Τότε δὲ ἀληθῆ εἶναι δεξόμεθα, ὅταν πεῖραν διδοὺς ἡμῖν ὁ νέος μὴ ἀνάξιος φαίνηται ἢ τῶν σῶν ὑποσχέσεων ἢ τῶν ἡμετέρων ἐλπίδων. 188.Τ ΣΤΑΓΕΙΡΙΩΙ 188.1 Ἀττικὸς σὺ τὴν παίδευσιν; Ἀττικοὶ καὶ ἡμεῖς. Νέων προκαθέζῃ; Πάσης ἡλικίας ἡμεῖς. Τυποῖς πρὸς λόγον; Ἡμεῖς πρὸς ἦθος. 188.2 Πολλὰ κοινὰ πρὸς ἀλλή λους ἡμῖν· ἓν δὲ ἀντὶ πάντων καὶ πρὸ πάντων, ὁ γλυκύ τατος υἱὸς ἡμῶν Νικόβουλος ἐν μέσῳ κείμενος. 188.3 Ὧι σὺ καλῶς ποιῶν ἐνεπιδείξῃ καὶ τὴν παίδευσιν καὶ τὴν ἡμετέραν φιλίαν, εἴπερ σοι μέλει ταύτης. 188.4 Οἶμαι δέ· καὶ γὰρ ἀθληταὶ παλαιοὶ νέοις τιμῶνται· καὶ τοσοῦτον ὥστε καὶ τὰ τῆς νίκης ἆθλα προσφέροντες τούτοις εὐγνώ μονες εἶναι νομίζονται περὶ νόμους ἀθλήσεως. 189.Τ ΕΥΣΤΟΧΙΩΙ 189.1 Μίμησαί μοι τὸν Ἀλέξανδρον, ὦ θαυμάσιε· καὶ ὥσπερ ἐκεῖνος, ἵν' Ἀθηναίοις ἀρέσῃ, φιλοτιμότερος ἦν, διὰ ταῦτά τοι καὶ θέατρον τῆς ἑαυτοῦ βασιλείας τὰς Ἀθήνας ὠνόμαζεν, οὕτω καὶ σὺ τὸ καθ' ἡμᾶς εἶναί τι νομίσας, εἰ καὶ μηδαμῆ, 189.2 ἀλλ' ἢ τῶν γε λόγων εἵνεκα καὶ τῶν Ἀθηνῶν αὐτῶν, πρὸς δὲ καὶ τοὺς κοινοὺς πατέρας τῶν λόγων αἰδούμενος, διπλασιάσαι προθυμήθητι τῷ καλῷ Προνοΐῳ τὴν περὶ λόγους σπουδήν. 189.3 Πάντως ὅ τι ἂν εἰσενέγκῃς τῷ νέῳ, ἡμῖν τοῦτο εἰσοίσεις, οἳ καὶ παθεῖν εὖ ἐπιτήδειοι καὶ λόγων ἐπαινέται ἴσως οὐ φαῦλοι· εἰ καὶ κατωτέρω σοφιστικῶν θρόνων καθήμεθα, 20σιωπῆς ἀκίνδυνον γέρας20 ἡμῖν αὐτοῖς ἐπιτάξαντες. 190.Τ ΤΩΙ ΑΥΤΩΙ 190.1 20Ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο20, σταγει- ρισμὸν ὀνειδίζων καὶ κατασοφιστεύων ἡμῶν ἐπιμελέστατα. Καὶ σοῦ τὴν παρρησίαν ἐπαινῶν ἐφ' οἷς γράφεις ἃ γράφεις (κρεῖσσον γὰρ ἐκλαλεῖν τὸ λυποῦν ἢ ἐρήμην αἱρεῖν ἀγνοοῦντας), ἔχω τι καὶ ἐγκαλεῖν. 190.2 Ὅμως δέ, ἵνα νόμον φυλάξω δικαστικόν, ἀπολογήσομαι πρότερον, εἶτα κατηγορήσω, καὶ ἀμφότερα μετὰ τῆς ἴσης εὐνοίας. 190.3 Τῷ καλῷ Σταγειρίῳ προσῆλθεν Νικόβουλος ὁ ἐμός, 20οὔ τι καθ' ἡμέτερόν γε νόον20, μὴ τοῦθ' ὑπολάβῃς· οὐχ οὕτως ἢ τῶν Ἀθηνῶν ἐπιλήσμων ἐγώ, ἢ τῆς σῆς φιλίας καὶ ἑταιρείας. Ἀλλ' ὥρμησε μὲν παρ' ἑαυτοῦ καὶ τοῦ πατρὸς οὕτω