54
ἔσβεσας ἅπαντα. Ὥσπερ γὰρ πνεῦμα ἡ ὀργὴ, καὶ ὁ ὅρκος ἐστί. Χάλασον τὰ ἱστία· οὐδὲν ὄφελος ἱστίου, 60.82 πνεύματος οὐκ ὄντος. Ἂν τοίνυν μὴ κράζωμεν, μηδὲ ὀμνύωμεν, τὰ νεῦρα ἐξεκόψαμεν τοῦ θυμοῦ. Εἰ δὲ ἀπιστεῖτε, πεῖραν λάβετε τοῦ πράγματος, καὶ ὅτι οὕτως ἔχει, τότε γνώσεσθε. Θὲς τῷ θυμουμένῳ νόμον μηδέποτε ὀμνύναι, καὶ οὐκ ἀναγκασθήσῃ περὶ ἐπιεικείας αὐτῷ διαλεχθῆναι. Οὕτω τὸ πᾶν ἤνυσται· καὶ οὔτε ἐπιορκήσετε, οὔτε ὀμόσεσθε ὅλως. Οὐκ ἴστε, εἰς ὅσας ἀτοπίας ἑαυτοὺς ἐντεῦθεν ἐμβάλλετε; Ἀνάγκη γὰρ δεσμῷ ἑαυτοὺς περιβάλλοντες, καὶ πάσῃ μηχανῇ σπουδάζοντες ὥστε καθάπερ ἐξ ἀφύκτου τινὸς κακοῦ τὴν ψυχὴν ἐξελκύσαι, εἶτα μὴ δυνηθέντες, λοιπὸν ἐν ὀδύνῃ διάγειν καὶ μάχαις, καὶ ἀρᾶσθαι τῷ θυμῷ· ἀλλὰ πάντα εἰκῆ καὶ μάτην γίνεται. Οὐκοῦν ἀπείλησον, διόρισαι, πάντα ποίησον χωρὶς ὅρκου. Ἔξεστιν ἀναλῦσαι καὶ τὰ λεχθέντα, καὶ τὰ γενόμενα, ἂν θέλῃς. Οὕτω τήμερον ἀνάγκη πραότερον ὑμῖν διαλεχθῆναι. Ἐπειδὴ γὰρ ἠκούσατε, καὶ τὸ πλέον ὑμῖν κατώρθωται. Φέρε δὴ λοιπὸν, τίνος ἕνεκεν ἐπεισῆλθεν ὁ ὅρκος, καὶ διὰ τί συνεχωρήθη εἶναι, εἴπωμεν. Ἄνωθεν τὴν γένεσιν αὐτοῦ διηγούμενοι, καὶ πότε ἐτέχθη, καὶ πῶς, καὶ παρὰ τίνων, ἀμειψόμεθα ὑμᾶς τῇ διηγήσει ὑπὲρ τῆς ὑπακοῆς. Τὸν μὲν γὰρ κατωρθωκότα ἀναγκαῖον καὶ φιλοσοφεῖν· τὸν δὲ μηδέπω, οὐδὲ λόγον ἀκοῦσαι ἄξιον. Ἐποίησαν συνθήκας πολλὰς οἱ περὶ τὸν Ἀβραὰμ, καὶ ἔσφαξαν θύματα, καὶ θυσίας ἀνήνεγκαν, καὶ οὐδέπω ἦν ὅρκος. Πόθεν οὖν ἐπεισῆλθεν ὁ ὅρκος; Ὅτε τὰ κακὰ ηὐξήθη, ὅτε πάντα ὁμοῦ ἄνω καὶ κάτω γέγονεν, ὅτε πρὸς εἰδωλολατρείαν ἀπέκλιναν· τότε δὴ, τότε, ὅτε ἄπιστοι λοιπὸν ἐφαίνοντο, τὸν Θεὸν ἐκάλουν μάρτυρα, ὥσπερ ἐγγυητὴν διδόντες τῶν λεγομένων ἀξιόχρεων. Τοῦτο γὰρ ὅρκος ἐστὶ, τρόπων ἀπιστουμένων ἐγγύη. Ὥστε πρώτη κατηγορία αὕτη τοῦ ὀμνύοντος, εἰ μὴ πιστεύοιτο χωρὶς ἐγγύου, καὶ ἐγγύου μεγάλου· διὰ γὰρ τὴν πολλὴν ἀπιστίαν οὐκ ἄνθρωπον ζητοῦσιν ἔγγυον, ἀλλὰ τὸν Θεόν. ∆εύτερον, καὶ τοῦ λαμβάνοντος τὸν ὅρκον τὸ αὐτὸ ἔγκλημα, εἰ ὑπὲρ συναλλαγμάτων διαφερόμενος, τὸν Θεὸν ἕλκοι πρὸς τὴν ἐγγύην, καὶ λέγοι μὴ ἀφίστασθαι, εἰ μὴ ἐκεῖνον λάβοι. Ὢ τῆς ὑπερβαλλούσης ἀναισθησίας, ὢ τῆς ὕβρεως! σκώληξ καὶ γῆ καὶ σποδὸς τυγχάνων καὶ καπνὸς, τὸν ∆εσπότην σου ἕλκεις εἰς ἐγγύην, κἀκεῖνον ἀναγκάζεις λαβεῖν. Εἰπέ μοι, εἰ τῶν παίδων ὑμῶν φιλονεικούντων πρὸς ἀλλήλους, καὶ ἀπιστουμένων ἑαυτοῖς, ἔφησεν ὁ ὁμόδουλος μὴ ἀποστήσεσθαι, ἕως ἂν τὸν κοινὸν δεσπότην ἐγγυητὴν λάβοι· ἆρα οὐκ ἂν ἔλαβε πληγὰς μυρίας, καὶ ἔμαθεν, ὅτι τῷ δεσπότῃ εἰς ἄλλα κεχρῆσθαι δεῖ, οὐκ εἰς ταῦτα; Τί λέγω ὁμόδουλον; Εἰ γὰρ αἰδεσιμώτερον εἵλετο ἄνδρα, οὐχ ὕβριν τὸ πρᾶγμα ἡγήσατο ἄν; Ἀλλ' ἐγὼ οὐ βούλομαι, φησί. Καλῶς· οὐκοῦν μηδὲ ἐκεῖνον ἀνάγκαζε, ἐπεὶ καὶ ἐπ' ἀνθρώπων τοῦτο γίνεται, ἂν εἴπῃ, Τὸν δεῖνα δίδωμι ἐγγυητὴν, σὺ οὐκ ἀνέχῃ. Τί οὖν; καὶ ἀπολέσω, φησὶ, τὸ διδόμενον; Οὐ λέγω τοῦτο, ἀλλὰ ὅτι τὸν Θεὸν ὑβρίσαι ἀνέχῃ. ∆ιὸ καὶ μᾶλλον ὁ καταναγκάζων ἢ ὁ ὀμνὺς ἀπαραίτητον ἔχει τὴν κόλασιν· ὡσαύτως καὶ ὁ μηδενὸς αἰτοῦντος ὀμνύς. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ὀμνύει ἕκαστος ὑπὲρ ὀβολοῦ ἑνὸς, ὑπὲρ προσθήκης μικρᾶς, ὑπὲρ ἀδικίας. Ταῦτα, ὅταν μὴ ὦσιν ἐπιορκίαι. ἂν δὲ ἐπιορκίᾳ παρακολουθήσῃ, πάντα ἄνω καὶ κάτω, καὶ ὁ λαβὼν, καὶ ὁ δοὺς πεποίηκεν. Ἀλλ' ἔστιν ἀγνοούμενά τινα, φησίν. Ἀλλὰ ταῦτα προορώμενος, μηδὲν ποίει ῥᾳθύμως· εἰ δὲ ῥᾳθύμως ποιεῖς, ἀπαίτει σαυτὸν δίκην ζημίας. Βέλτιον οὕτω ζημιωθῆναι, ἢ ἑτέρως. Εἰπὲ γάρ μοι, ἕλκεις εἰς ὅρκον τὸν ἄνδρα, τί προσδοκῶν; ὅτι ἐπιορκήσει; Ἀλλὰ τοῦτο 60.83 ἀνοίας ἐσχάτης· ἐπὶ τὴν σὴν γὰρ κεφαλὴν ἡ δίκη τραπήσεται· βέλτιόν σε τὰ χρήματα ἀπολέσαι, ἢ ἐκεῖνον ἀπόλλυσθαι. Τί μετὰ τῆς σῆς ζημίας τοῦτο ποιεῖς, καὶ μετὰ τῆς ὕβρεως τοῦ Θεοῦ; Θηρίου αὕτη ἡ ψυχὴ, καὶ ἀσεβοῦς ἀνδρός. Ἀλλὰ προσδοκῶ, ὅτι οὐκ ἐπιορκήσει. Οὐκοῦν καὶ χωρὶς ὅρκου πίστευσον. Ἀλλ' εἰσὶ πολλοὶ, φησὶν, οἳ χωρὶς ὅρκου εἵλοντο ἀποστερῆσαι· μετὰ δὲ ὅρκον, οὐκέτι. Ἀπατᾷς σεαυτὸν, ἄνθρωπε. Ἄνθρωπος κλέπτειν μεμαθηκὼς καὶ τὸν