1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

55

σάλπιγγος δὲ λαμπρότερον διὰ τῆς ὄψεως πᾶσι παραινοῦσα, μηκέτι τοῖς τοιούτοις ἐπιχειρεῖν πράγμασι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέρῳ πάλιν αὐτὸν ἐχειροτόνησε τρόπῳ. Ἐπειδὴ γὰρ πολλοὶ συστάντες ἐπεθύμουν αὐτοῦ τῆς τιμῆς περιμάχητον γάρ πως ἡ ἀρχὴ, καὶ πολλοῖς ἐπέραστον, ἐκέλευσε πυρεῖα πάλιν ἐνεγκόντας, καὶ θυμίαμα ἐπιθέντας, τὴν ἄνωθεν 48.913 ἀναμένειν ψῆφον. Καὶ θυμιώντων αὐτῶν, ἡ γῆ διαστᾶσα πάντας κατέπιε τοὺς συναιρομένους αὐτοῖς, καὶ τοὺς τὰ πυρεῖα λαβόντας ἄνωθεν κατέφλεξε πῦρ. Καὶ ἵνα μὴ τῷ χρόνῳ λήθῃ τὸ γενόμενον παραδοθὲν ἀγνοεῖν τοὺς μετὰ ταῦτα ποιῇ τὴν παράδοξον τοῦ Θεοῦ ψῆφον, προσέταξεν ὁ Μωϋσῆς ἐκεῖνα τὰ πυρεῖα λαβόντας περιελάσαι τῷ θυσιαστηρίῳ, ἵν' ὥσπερ ἡ ῥάβδος χωρὶς φωνῆς ἠφίει φωνὴν διὰ τῆς ὄψεως, οὕτω καὶ τὰ πέταλα ταῦτα τοῖς μετὰ ταῦτα διαλέγηται πᾶσι καὶ παραινῇ καὶ συμβουλεύῃ, μηδαμῶς μιμεῖσθαι τὴν τῶν προτέρων ἄνοιαν, ἵνα μὴ τὴν αὐτὴν ὑπομείνωσι δίκην. Ὁρᾷς πῶς τὸ παλαιὸν οἱ ἱερεῖς ἐχειροτονοῦντο; Νυνὶ δὲ παίγνια τὰ παρὰ Ἰουδαίοις πάντα καὶ γέλως καὶ αἰσχύνη καὶ καπηλεῖα καὶ μυρίας μεστὰ παρανομίας. Τούτοις οὖν ἀκολουθεῖς, εἰπέ μοι, τοῖς ἀπεναντίας ἀεὶ τοῖς τοῦ Θεοῦ νόμοις ἅπαντα καὶ ποιεῖν καὶ λέγειν φιλονεικοῦσι, καὶ πρὸς τὰς συναγωγὰς αὐτῶν τρέχεις; καὶ οὐ δέδοικας μὴ σκηπτὸς ἄνωθεν κατενεχθεὶς καταφλέξῃ σου τὴν κεφαλήν; Οὐκ οἶδας ὅτι, κἂν μὴ λῃστεύῃ τις, ἐν δὲ τῷ τῶν λῃστευόντων σπηλαίῳ φανῇ, τὴν αὐτὴν ἐκείνοις δίδωσι δίκην; Καὶ τί λέγω τὰ τῶν λῃστῶν; Ἴστε δήπου πάντες καὶ μέμνησθε, ὅτε τοὺς ἀνδριάντας καθεῖλον παρ' ἡμῖν μιαροί τινες ἄνθρωποι καὶ γόητες, πῶς οὐκ ἐκεῖνοι μόνον οἱ τολμήσαντες, ἀλλὰ καὶ ὅσοι παρόντες ἁπλῶς τοῖς γενομένοις ἐφάνησαν, εἰς δικαστήριον ἀναρπασθέντες καὶ συναπαχθέντες ἐκείνοις, τὴν ἐσχάτην ἔδωκαν δίκην; Σὺ δὲ, ἔνθα Πατὴρ ὑβρίζεται, καὶ Υἱὸς βλασφημεῖται, ἔνθα τὸ Πνεῦμα τὸ ἅγιον καὶ ζωοποιὸν ἀθετεῖται, σπεύδεις τρέχειν, εἰπέ μοι; καὶ οὐ δέδοικας οὐδὲ φρίττεις εἰς τοὺς βεβήλους καὶ ἀκαθάρτους τόπους ἐκείνους σαυτὸν εἰσάγων; Καὶ ποίαν ἕξεις, εἰπέ μοι, ἀπολογίαν, τίνα συγγνώμην, ἑκὼν σεαυτὸν εἰς τὸ βάραθρον ὠθῶν, καὶ κατὰ κρημνῶν ἀφιείς; Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι νόμος ἐκεῖ κεῖται καὶ προφητῶν βιβλία. Οὐκ ἀρκεῖ τοῦτο ποιῆσαι τόπον ἅγιον. Τί γὰρ μεῖζόν ἐστι, βιβλία κεῖσθαι ἐν τόπῳ, ἢ φθέγγεσθαι τὰ ἀπὸ τῶν βιβλίων; Εὔδηλον ὅτι τὰ ἀπὸ τῶν βιβλίων φθέγγεσθαι καὶ ἔχειν ἐν διανοίαις. Τί οὖν, εἰπέ μοι, ἐπειδὴ ὁ διάβολος ἐφθέγξατο ἀπὸ τῶν Γραφῶν, ἆρα ἡγιάσθη αὐτοῦ τὸ στόμα; Οὐκ ἔστιν εἰπεῖν, ἀλλ' ἔμεινεν ὢν διάβολος. Τί δὲ οἱ δαίμονες; ἐπειδὴ ἐκήρυττον καὶ ἔλεγον· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ εἰσι τοῦ ὑψίστου, καταγγέλλοντες ὑμῖν ὁδὸν σωτηρίας, ἆρα οὖν διὰ τοῦτο εἰς τοὺς ἀποστόλους αὐτοὺς ἐντάξομεν; Οὐδαμῶς, ἀλλ' ὁμοίως αὐτοὺς μένομεν ἀποστρεφόμενοι καὶ μισοῦντες. Εἶτα ῥήματα μὲν προφερόμενα οὐχ ἁγιάζει, τὰ δὲ βιβλία κείμενα ἁγιάζει; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; ∆ιὰ τοῦτο μάλιστα μὲν μισῶ τὴν συναγωγὴν, ἐπειδὴ τὸν νόμον ἔχει καὶ τοὺς προφήτας, καὶ πλέον αὐτὴν μισῶ νῦν, ἢ εἰ μηδὲν εἶχε τούτων. Τί δήποτε; Ὅτι μέγα τὸ δέλεαρ, πολλὴ ἡ ἀπάτη τοῖς ἀφελεστέροις ἐντεῦθεν γίνεται· ἐπεὶ καὶ τὸν δαίμονα ἐκεῖνον διὰ τοῦτο φθεγγόμενον μᾶλλον ἢ σιωπῶντα ἤλαυνεν ὁ Παῦλος. ∆ιαπονηθεὶς γὰρ, φησὶ, τῷ πνεύματι εἶπεν· Ἔξελθε ἀπ' αὐτῆς. Καὶ τίνος ἕνεκεν; Ἐπειδὴ ἐβόα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί. Σιγῶντες μὲν γὰρ οὐχ οὕτως ἠπάτων, φθεγγόμενοι δὲ πολλοὺς ἤμελλον τῶν ἀφελεστέρων ὑποσύρειν καὶ 48.914 πείθειν, καὶ ἐν τοῖς ἄλλοις αὐτοῖς προσέχειν. Ἵνα γὰρ θύραν ἀνοίξωσι ταῖς ἑαυτῶν ἀπάταις, καὶ τῷ ψεύδει πολλὴν δῶσι παῤῥησίαν, διὰ τοῦτο καὶ ἀληθῆ τινα ἀνέμιξαν, καθάπερ οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα, μέλιτι τὸ στόμα τῆς κύλικος περιχρίοντες, εὐπαράδεκτον ποιοῦσι τὴν βλάβην. ∆ιὰ τοῦτο δὴ μάλιστα Παῦλος διεπονεῖτο, καὶ ἔσπευδεν αὐτοὺς ἐπιστομίσαι, ἐπειδὴ μὴ τὴν αὐτοῖς προσήκουσαν ἥρπαζον ἀξίαν. ∆ιὰ τοῦτο κἀγὼ μισῶ Ἰουδαίους, ἐπειδὴ νόμον ἔχουσι, νόμον ὑβρίζοντες, καὶ ταύτῃ