56
δείξω, ὅτι οὐ τοῦτο μόνον; Μετὰ ἀληθείας ἀποκρίνασθέ μοι, παρακαλῶ, εἰ συνεχῶς ὤμνυον καὶ διαπαντὸς, ἆρα ἂν προέστη μου ἡ ἀρχή; Οὐδαμῶς. Ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο; Τί δὲ κερδαίνεις ὅλως; εἰπέ μοι. Παῦλος ἐλίμωττε· καὶ σὺ ἑλοῦ πεινᾷν μᾶλλον ἢ παραβῆναί τινα τῶν ἐντολῶν τοῦ Θεοῦ. Τί οὕτως ἄπιστος εἶ; Σὺ μὲν οὖν πάντα αἰρῇ καὶ ποιῆσαι καὶ παθεῖν ὑπὲρ τοῦ μὴ ὀμόσαι· αὐτὸς δέ σε οὐκ ἀμείψεται; Ἀλλὰ τοὺς μὲν ἐπιόρκους, καὶ πολυόρκους καθ' ἑκάστην τρέφει τὴν ἡμέραν· σὲ δὲ παραδώσει λιμῷ, ἐπειδὴ ἤκουσας αὐτοῦ; Πάντες ἰδέτωσαν, ὅτι τῶν εἰς ταύτην τὴν ἐκκλησίαν συναγομένων οὐδεὶς οὐκ ἔστιν ὁ ὀμνύς· καὶ ἀπὸ τούτου γενώμεθα δῆλοι, μὴ ἀπὸ τῆς πίστεως μόνον, καὶ τοῦτο πρὸς Ἕλληνας, καὶ πρὸς πάντας ἔχωμεν τὸ διαλλάττον. Σφραγῖδα λάβωμεν ἐκ τῶν οὐρανῶν, ἵνα ὥσπερ ἀγέλη βασιλικὴ πανταχοῦ φαινώμεθα· ἀπὸ τοῦ στόματος καὶ τῆς γλώττης τέως γνωριζώμεθα, καθάπερ οἱ βάρβαροι· καθάπερ οἱ Ἑλληνιστὶ εἰδότες, ταύτῃ τῶν βαρβάρων διαλλάττωμεν. Εἰπὲ γάρ μοι, οἱ ψιττακοὶ λεγόμενοι πόθεν εἰσὶ γνώριμοι; οὐκ ἀπὸ τοῦ λαλεῖν κατὰ ἄνθρωπον; Καὶ ἡμεῖς τοίνυν ἀπὸ τοῦ λαλεῖν ὡς οἱ ἀπόστολοι γενώμεθα γνώριμοι· ἀπὸ τοῦ λαλεῖν ὡς οἱ ἄγγελοι. Ἂν εἴπῃ τις, Ὄμοσον, ἀκουέτω, ὅτι ὁ Χριστὸς ἐκέλευσε, καὶ οὐκ ὄμνυμι. Τοῦτο ἱκανὸν πᾶσαν εἰσαγαγεῖν ἀρετήν. Θύρα τίς ἐστιν εὐσεβείας, ὁδὸς ἐπὶ φιλοσοφίαν (εὐλαβείας) εἰσάγουσα, παλαίστρα τίς ἐστι. Ταῦτα φυλάττωμεν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων 60.85 ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα 60.86 τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.85 ΟΜΙΛΙΑ Ιʹ. Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς
οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ. αʹ. Οὔπω τῶν προτέρων ἀναπνεύσαντες πειρασμῶν, εὐθέως εἰς ἑτέρους
ἐνέβησαν. Καὶ ὅρα, πῶς οἰκονομεῖται τὰ πράγματα. Πρῶτον ἐχλευάσθησαν πάντες ὁμοῦ· οὐ μικρὸς οὗτος ὁ πειρασμός· δεύτερον, αὐτοὶ οἱ κορυφαῖοι εἰς κινδύνους ἐμπίπτουσιν. Οὐκ ἐφεξῆς δὲ τὰ δύο γέγονεν, οὐδὲ ἁπλῶς· ἀλλὰ πρότερον εὐδοκιμήσαντες ἐν ταῖς δημηγορίαις, καὶ θαῦμα ἐργασάμενοι μετὰ ταῦτα μέγα· οὕτω δὴ λοιπὸν μετὰ τὸ θαῤῥῆσαι, συγχωροῦντος τοῦ Θεοῦ τῶν ἀγώνων ἅπτονται. Σὺ δέ μοι θέα, πῶς ἐπὶ τοῦ Χριστοῦ τὸν παραδώσοντα ζητοῦντες, ἐνταῦθα λοιπὸν αὐτοὶ τὰς χεῖρας ἐπιβάλλουσι, θρασύτεροι γεγονότες καὶ ἀναισχυντότεροι μετὰ τὸν σταυρόν. Ἡ γὰρ ἁμαρτία, ἕως μὲν ἂν ὠδίνηται, ἔχει τινὰ αἰσχύνην· ἐπειδὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν. Τί δήποτε δὲ καὶ στρατηγὸς ἐφίσταται; Ἐπέστησαν γὰρ αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ, φησίν. Ἵνα πάλιν δημόσιον ἔγκλημα περιθῶσι τοῖς γινομένοις, καὶ μὴ ὡς ἰδιωτικὸν ἐκδικῶσιν· ὅπερ πανταχοῦ σπουδάζουσι ποιεῖν. ∆ιαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν. ∆ιεπονοῦντο, οὐ μόνον ὅτι ἐδίδασκον, ἀλλ' ὅτι οὐκ αὐτὸν μόνον ἔλεγον ἐγηγέρθαι, ἀλλὰ καὶ ἡμᾶς δι' ἐκεῖνον ἀνίστασθαι. ∆ιὰ τὸ διδάσκειν αὐτοὺς, φησὶ, τὸν λαὸν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν. Οὕτως ἰσχυρὰ ἐγένετο ἡ ἀνάστασις, ὡς καὶ ἑτέροις αὐτὸν αἴτιον γενέσθαι ἀναστάσεως. Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο αὐτοὺς εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. Ὢ τῆς ἀναισχυντίας! ἔτι τῶν προτέρων αἱμάτων γεμούσας τὰς χεῖρας εἶχον, καὶ οὐκ ἐνάρκων, ἀλλ' ἐπέβαλλον πάλιν αὐτὰς ἑτέροις αἵμασιν ὥστε πληρῶσαι· ἢ τάχα καὶ ἔδεισαν πλῆθος αὐτοὺς ἤδη γεγονότας, καὶ διὰ τοῦτο αὐτοῖς ὁ στρατηγὸς συνεπέστη. Ἦν γὰρ, φησὶν, ἑσπέρα ἤδη. Ἐκεῖνοι μὲν οὖν βουλόμενοι αὐτοὺς μαλάξαι, τοῦτο ἐποίουν καὶ ἐφύλαττον· τοὺς δὲ ἀποστόλους τολμηροτέρους