57
ὀρφανῶν ἔτι θερμῶν ἐν τοῖς δάκρυσι, τήν τε ἀδελφιδῆν τὴν ἐμὴν λέγω καὶ τοὺς ταύτης παῖδας οἵ, πατρὸς ἀγαθοῦ γεγονότες καὶ πολλὰ μὲν βασιλεῦσι καμόντος ἐν ὅπλοις οὐκ ἀνωνύμως, ἀλλὰ καὶ λίαν λαμπρῶς, πολλὰ δὲ τοῖς ἄρχουσιν ὑμῖν ὑπουργήσαντος (εἴ τινα Νικόβουλον ἀκούεις), κινδυνεύουσι νῦν πάσχειν τὰ χαλεπώτατα. 196.5 Μετὰ γὰρ τὴν τῶν φίλων ἔκδοσιν καὶ τοὺς ὅρκους ἐκείνους, οὓς ἐπὶ τῇ ἐξετάσει ὑπέστησαν, νῦν πάλιν ἐπηρεάζειν ἐπιχειροῦσι τοῖς ὀρφανοῖς. 197.Τ ΓΡΗΓΟΡΙΩΙ ΝΥΣΣΗΣ 197.1 Ὡρμημένον με πρὸς ὑμᾶς κατὰ πᾶσαν σπουδὴν καὶ μέχρις Εὐφημιάδος γενόμενον ἐπέσχεν ἡ σύνοδος ἣν αὐτόθι τελεῖτε τοῖς ἁγίοις μάρτυσι, καὶ τὸ μὴ μετασχεῖν ταύτης οἷόν τε εἶναι διὰ τὴν ἀρρωστίαν, καὶ ἄλλως βαρὺν ἂν γενέσθαι τῇ ἀκαιρίᾳ. 197.2 Ὥρμησα δὲ ὁμοῦ μὲν ἐπισκεψόμενος ὑμᾶς οὕτω διὰ μακροῦ, ὁμοῦ δὲ θαυμασό μενός σε τῆς καρτερίας καὶ τῆς φιλοσοφίας ἣν φιλοσοφεῖς (πυνθάνομαι γὰρ) ἐπὶ τῇ μεταστάσει τῆς ἁγίας ἀδελφῆς ἡμῶν καὶ μακαρίας, 197.3 ὡς ἀνὴρ ἀγαθός τε καὶ τέλειος καὶ Θεῷ παριστάμενος καὶ πάντων μᾶλλον εἰδὼς τά τε θεῖα καὶ τὰ ἀνθρώπινα, 197.4 καὶ ὃ τοῖς ἄλλοις βαρύτατόν ἐστιν ἐν τοῖς τοιούτοις, τοῦτο κουφότατον κρίνων, τὸ τοιαύτῃ μὲν συζῆσαι, τοιαύτην δὲ παραπέμψαι καὶ εἰς τὰς ἀσφαλεῖς ἀποθέσθαι μονάς, 20ὥσπερ θημωνιὰν ἅλωνος κατὰ καιρὸν συγκομισθεῖσαν20, ἵν' εἴπω τὸ τῆς θείας Γραφῆς, καὶ τῶν μὲν τερπνῶν τοῦ βίου μετασ χοῦσαν, τὰ δὲ λυπηρὰ διαφυγοῦσαν τῷ μέτρῳ τῆς ἡλικίας, καὶ πρὶν ἐπὶ σοὶ πενθῆσαι παρὰ σοῦ τιμηθεῖσαν τῇ καλῇ κηδείᾳ καὶ τοῖς τοιούτοις ὀφειλομένῃ. 197.5 Ποθῶ δὲ καὶ αὐτός, εὖ ἴσθι, τὴν μετάστασιν, εἰ καὶ μὴ καθ' ὑμᾶς (πολὺ γὰρ τοῦτο εἰπεῖν), ἀλλ' εὐθὺς μεθ' ὑμᾶς. Ἀλλὰ τί χρὴ παθεῖν πρὸς Θεοῦ νόμον πάλαι κεκρατηκότα, ὃς ἔχει Θεοσεβίαν τὴν ἐμὴν (ἐμὴν γὰρ ὀνομάζω τὴν κατὰ Θεὸν ζήσασαν, ἐπειδὴ κρείττων ἡ πνευματικὴ συγγένεια τῆς σωματικῆς)· Θεοσεβίαν, τὸ τῆς Ἐκκλησίας καύχημα, τὸ τοῦ Χριστοῦ καλλώπισμα, τὸ τῆς καθ' ἡμᾶς γενεᾶς ὄφελος, τὴν γυναικῶν παρρησίαν· Θεοσεβίαν, τὴν ἐν τοσούτῳ κάλλει τῶν ἀδελφῶν εὐπρεπεστάτην καὶ διαφα νεστάτην· 197.6 Θεοσεβίαν, τὴν ὄντως ἱερὰν καὶ ἱερέως σύζυγον καὶ ὁμότιμον καὶ τῶν μεγάλων μυστηρίων ἀξίαν· Θεοσεβίαν, ἣν καὶ ὁ μέλλων ὑπολήψεται χρόνος ἐν στήλαις ἀθανάτοις κειμένην, ταῖς ἁπάντων ψυχαῖς τῶν τε νῦν ἐγνωκότων καὶ τῶν ὕστερον εἰσομένων; 197.7 Καὶ μὴ θαυμάσῃς εἰ πολλάκις ταύτην ἀνακαλῶ· ἐντρυφῶ γὰρ καὶ τῇ μνήμῃ τῆς μακαρίας. Οὗτος ἐκείνῃ τε παρ' ἡμῶν ἐπιτάφιος ἐν βραχεῖ πολὺς καὶ σοὶ παρακλητικὸς λόγος, καίπερ ἄλλους τὰ τοιαῦτα παρακαλεῖν δυναμένῳ διὰ τὴν ἐν πᾶσι φιλοσοφίαν. 197.8 Τὴν δὲ συντυχίαν (ἐπεὶ καὶ ταύτην ποθοῦμεν) νῦν μὲν ἀφῃρήμεθα δι' ἣν εἶπον αἰτίαν, συνευχόμεθα δὲ ἡμῖν αὐτοῖς, ἂν ἔτι ὑπὲρ γῆς ὦμεν, καὶ μὴ τὸ κοινὸν ἡμᾶς διαζεύξῃ τέλος ᾧ πλησιάζομεν. ∆ιὸ καὶ πάντα φέρειν ἀναγκαῖον ἡμῖν, ὡς οὔτε ἡσθησομένοις οὔτε ἀνιασομένοις μακρότερα. 198.Τ ΝΕΜΕΣΙΩΙ 198.1 Ἐπαινοῦσί τινες Πυθαγόραν τὸν Σάμιον ὅτι, θῦσαι δεῆσαν αὐτῷ (ἐπειδή γε ἄλλως οὐκ ἐπῄνει τὸ θύειν), πηλίνῳ βοῒ τὴν θυσίαν ἀφωσιώσατο· μηδὲ γὰρ χρῆναι νεκρὰ νεκροῖς καθαίρειν, οὕτω λέγων τὰ σώματα. 198.2 Τοῦ τόν μοι καὶ αὐτὸς μιμήσασθαι καλῶς ἔχεις, ὦ θαυμάσιε, - ἐπειδή γε τὸ προστιμᾶν ἀπηγόρευταί σοι καὶ μόνος ἀρχόντων ἢ κομιδῇ σὺν ὀλίγοις ἀζήμιον ἐνίδρυσας τοῖς ἀρχομένοις τὸν φόβον, -μηδὲ Οὐαλεντινιανὸν ζημιῶσαι τὸν σὸν καὶ ἡμέτερον (ὑπὲρ συγγενοῦς γὰρ πρεσβεύομεν) ἀλλ' ὅσον φθέγξασθαι πλάσαντα τὴν προστίμησιν, ἐπισχεῖν τὴν ζημίαν. 198.3 Καὶ γὰρ οὐδὲ οἰκείας ῥᾳθυμίας ὑπέχει δίκην, εἰ δεῖ θαρρήσαντας τοῦτο εἰπεῖν. Εἰ μὲν οὖν ὡς δικαστὴν πείθομεν, τοῦτο ἄριστον· εἰ δὲ μή, πρὸς τὸν φίλον καταφευξόμεθα καὶ τοῦτο φθεγξόμεθα πρὸς τὴν σὴν λογιότητα ὅπερ λέγεται πρὸς ἑαυτοῦ φίλον γεγρα φέναι τις ὅτι· 198.4 «Τὸν δεῖνα, εἰ μὲν οὐδὲν ἀδικεῖ, διὰ τὸ δίκαιον ἄφες· εἰ δὲ ἀδικεῖ, ἡμῖν ἄφες.» Πάντως δὲ ἄφες, ἐκεῖνο πρὸς τοῖς ἄλλοις ἐνθυμηθεὶς ὅτι τὸ μὲν κοινὸν οὐδὲν