1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

58

ἀρσενικὸν εἰς τὸν ναὸν ἀναβαίνειν· τοῦ δὲ ναοῦ καταλυθέντος, ἀδύνατον τοῦτο γενέσθαι. Μετὰ ταῦτα πάλιν ἐπέταττε τὸν γονοῤῥυῆ, τὸν λεπρὸν, τὴν ἐν καταμηνίοις γυναῖκα, τὴν λεχῶ, θυσίας ἀναφέρειν· καὶ τοῦτο δὲ πάλιν ἀδύνατον, οὐκ ὄντος τοῦ τόπου, οὐδὲ τοῦ βωμοῦ φαινομένου. Ἐκέλευσεν ᾄδειν ἱεροὺς ὕμνους· καὶ τοῦτο ἔμπροσθεν ἀπεδείξαμεν ἀπὸ τοῦ τόπου κωλυόμενον, καὶ τοὺς προφήτας ἐγκαλοῦντας, καὶ λέγοντας ὅτι 48.917 ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίαν. Ὅταν τοίνυν μηδὲ ἀναγινώσκεσθαι δυνατὸν ἦν τὸν νόμον ἔξω τῆς πόλεως, πῶς αὐτὸν πράττειν ἔξω τῆς πόλεως δυνατόν; ∆ιὰ γοῦν τοῦτο καὶ ἀπειλῶν αὐτοῖς ἔλεγεν· Οὐκ ἐπισκέψομαι τὰς θυγατέρας ὑμῶν, ὅταν ἐκπορνεύσωσι, καὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύσωσι. Τί δὲ τοῦτό ἐστι; Νόμον ὑμῖν ἀναγνοὺς παλαιὸν, σαφέστερον ποιῆσαι πειράσομαι. Τίς οὖν ἐστιν ὁ νόμος; Ἐὰν παραβῇ γυνὴ κατὰ τοῦ ἀνδρὸς αὐτῆς, καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα, καὶ κοιμηθῇ τις μετ' αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς, καὶ μάρτυς μὴ ᾖ κατ' αὐτῆς, καὶ μὴ ᾖ συνειλημμένη, καὶ ἐπέλθῃ ἐπ' αὐτῷ πνεῦμα ζηλώσεως, αὕτη δὲ μὴ ᾖ μεμιασμένη. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐὰν μοιχευθῇ, φησὶ, γυνὴ, καὶ ὑποπτεύσῃ τὴν μοιχείαν ὁ ἀνὴρ, ἢ μὴ μοιχευθῇ, οὗτος δὲ ὑποπτεύσῃ, καὶ μήτε μάρτυς ᾖ, μήτε κύησις ἐλέγχουσα, ἄξει αὐτὴν πρὸς τὸν ἱερέα, φησὶ, καὶ προσοίσει τὸ δῶρον αὐτῆς ἄλευρον κρίθινον. Τί δήποτε οὐ σεμίδαλιν, οὐκ ἄλευρον πυροῦ, ἀλλὰ κρίθινον; Ἐπειδὴ πένθος ἐστὶ καὶ κατάγνωσις καὶ ὑποψία πονηρὰ τὸ γινόμενον, ἐμιμεῖτο τὴν συμφορὰν τῆς οἰκείας θυσίας τὸ σχῆμα· διὰ γὰρ τοῦτό φησιν· Οὐκ ἐπιχεεῖς ἐπ' αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσεις ἐπ' αὐτὸ λίβανον. Εἶτα δεῖ γὰρ ἐπιτεμεῖν καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς, καὶ λήψεται ὕδωρ καθαρὸν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ ἀπὸ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους λαβὼν, ἐμβαλεῖ εἰς τὸ ὕδωρ, καὶ στήσει τὴν γυναῖκα, καὶ ὁρκιεῖ αὐτὴν, καὶ ἐρεῖ· Εἰ μὴ παρέβης μιανθῆναι πρὸς τὸν ἄνδρα τὸν σεαυτῆς, σώα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ· εἰ δὲ παρέβης καὶ μεμίανσαι, καὶ ἔδωκέ τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ, πλὴν τοῦ ἀνδρός σου, δῴη Κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ. Τί ἔστιν, Ἐν ἀρᾷ καὶ ἐνόρκιον; Ἵνα λέγωσι· Μὴ πάθοιμι ὡς ἔπαθεν ἡ δεῖνα γυνή. Ἐν τῷ δοῦναι Κύριον τὴν κοιλίαν σου ἐμπεπρισμένην, καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικατηραμένον πρῖσαι τὴν γαστέρα σου. Καὶ ἐρεῖ ἡ γυνή· Γένοιτο, γένοιτο. Καὶ ἔσται, ἐὰν ᾖ μεμιασμένη, εἰσελεύσεται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ, καὶ πρίσει τὴν κοιλίαν αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀράν. Ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ, ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα. Ἐπεὶ οὖν εἰς αἰχμαλωσίαν ἀπελθόντων αὐτῶν, οὐδὲν τούτων γενέσθαι δυνατὸν ἦν, οὔτε τοῦ ναοῦ ὄντος, οὔτε τοῦ βωμοῦ, οὔτε τῆς σκηνῆς, οὔτε τῆς θυσίας ἀναφερομένης, ἀπειλῶν ἔλεγεν· Οὐκ ἐπισκέψομαι τὰς θυγατέρας ὑμῶν, ὅταν πορνεύσωσι, καὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύσωσιν. βʹ. Ὁρᾷς ἀπὸ τοῦ τόπου τὴν ἰσχὺν ἔχοντα τὸν νόμον; Ὅτι δὲ οὔτε τὸν ἱερέα δυνατὸν εἶναι, τῆς πόλεως οὐκ οὔσης, δῆλον ἐκ τούτου. Ὥσπερ γὰρ βασιλέα οὐ δυνατὸν εἶναι, τῶν στρατοπέδων οὐκ ὄντων, οὐ διαδήματος, οὐχ ἁλουργίδος, οὐ τῶν ἄλλων τῶν τὴν βασιλείαν συγκροτούντων· οὕτως οὐδὲ ἱερέα δυνατὸν εἶναι, θυσίας ἀνῃρημένης, προσφορᾶς κεκωλυμένης, τῶν ἁγίων πεπατημένων, τοῦ σχήματος παντὸς ἠφανισμένου· ἡ γὰρ ἱερωσύνη ἐν τούτοις ἅπασιν ἦν. Ἤρκει μὲν οὖν, ὅπερ ἔφθην εἰπὼν, πρὸς ἀπόδειξιν ἡμῖν τοῦ μήτε θυσίας, μήτε ὁλοκαυτώματα, μήτε τοὺς λοιποὺς καθαρμοὺς, μήτε ἄλλο τι τῆς 48.918 Ἰουδαϊκῆς πολιτείας ἐπανήξειν· λοιπὸν ἡ ἀπόδειξις τοῦ μηκέτι στήσεσθαι τὸν ναόν. Ὥσπερ γὰρ οὐκ ὄντος τούτου νῦν πάντα ἀνῄρηται, κἂν δοκῇ τι γίνεσθαι, παρανόμως τολμᾶται· οὕτως ἀποδείξαντος τοῦ λόγου ὅτι οὐδέποτε ἐπανήξει πρὸς τὸ οἰκεῖον σχῆμα, κἀκεῖνο συναποδέδεικται, ὅτι οὔτε ἡ λοιπὴ λατρεία πρὸς τὴν προτέραν ἐπανήξει κατάστασιν πάλιν, οὐχ ἱερεὺς ἔσται τις, οὐ βασιλεύς. Εἰ γὰρ τοῖς ἐκ τοῦ σπέρματος αὐτῶν, κἄν τις ἦν τῶν ἰδιωτευόντων, οὐκ ἐφεῖτο γοῦν λατρεύειν ἀλλογενέσι, πολλῷ μᾶλλον αὐτὸν τὸν