59
βασιλέα ὑποκεῖσθαι ἑτέροις, θέμις οὐκ ἦν. Πλὴν ἀλλ' ἐπειδὴ ἀγὼν ἡμῖν ἐστι καὶ σπουδὴ, οὐκ ἐκείνους ἐπιστομίσαι μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην σοφίσαι, φέρε τοῦτο αὐτὸ ἑτέρωθεν ἀποδείξωμεν, οἷον ὅτι καὶ τὰ τῶν θυσιῶν, καὶ τὰ τῆς ἱερωσύνης αὐτῶν πέπαυται, ὡς μηκέτι πάλιν ἐπανελθεῖν ἐπὶ τὸ πρότερον ἔθος. Τίς οὖν ταῦτά φησιν; Ὁ θαυμαστὸς καὶ μέγας προφήτης ∆αυΐδ. Οὗτος γὰρ δηλῶν ὅτι θυσιῶν ἡ μὲν ἐκβάλλεσθαι μέλλει, ἡ δὲ εἰσάγεσθαι, οὕτως ἔλεγε· Πολλὰ ἐποίησας, σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα. Ὅρα σοφίαν προφήτου. Εἰπὼν, Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ ἐκπλαγεὶς τὴν τοῦ Θεοῦ θαυματουργίαν, οὐδὲν περὶ τῆς ὁρωμένης ἡμῖν διαλέγεται κτίσεως, οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ ὕδατος καὶ πυρὸς, οὐ περὶ τῶν κατ' Αἴγυπτον γενομένων παραδόξων ἐκείνων θαυμάτων, οὐ περὶ ἄλλων τινῶν τοιούτων σημείων, ἀλλὰ τίνα φησὶ θαυμαστὰ εἶναι; Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. Τί λέγεις; εἰπέ μοι· τοῦτό ἐστι τὸ παράδοξον καὶ θαυμαστόν; Οὐχὶ, φησίν· οὐ γὰρ δὴ τοῦτο μόνον εἶδεν, ἀλλὰ προφητικοῖς ἄνωθεν καταμαθὼν ὀφθαλμοῖς τὴν τῶν ἐθνῶν προσαγωγὴν, καὶ πῶς οἱ τοῖς θεοῖς προσηλωμένοι, καὶ θεραπεύοντες λίθους, καὶ τῶν ἀλόγων ἀθλιώτερον διακείμενοι, ἐξαίφνης ἀνέβλεψαν, καὶ τὸν τῶν ἁπάντων ἐπέγνωσαν ∆εσπότην, καὶ τὴν μιαρὰν τῶν δαιμόνων λατρείαν ἀφέντες, καθαρῶς καὶ ἀναιμωτὶ τὸν Θεὸν ἐθεράπευον· καὶ ἔτι συνιδὼν ὅτι οὐκ ἐκεῖνοι μόνον, ἀλλὰ καὶ οἱ Ἰουδαῖοι οἱ ἀτελέστερον διακείμενοι, τὴν διὰ θυσιῶν καὶ ὁλοκαυτωμάτων καὶ τῶν ἄλλων τῶν σωματικῶν ἀφέντες θεραπείαν, ἐπὶ τὴν ἡμετέραν καὶ οὗτοι φιλοσοφίαν ἤχθησαν· καὶ λογισάμενος τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ὑπερβαίνουσαν ἅπαντα νοῦν, καὶ ἐκπλαγεὶς ὅση τῶν πραγμάτων γέγονε μεταβολὴ, καὶ πῶς αὐτὰ μετεῤῥύθμισε, καὶ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους εἰργάσατο, καὶ πολιτείαν εἰσήγαγε τῶν οὐρανῶν ἀξίαν ταῦτα δὲ ἅπαντα ἐγένετο, τῆς παλαιᾶς καταλυθείσης θυσίας, καὶ ἑτέρας ἐπεισαχθείσης, τῆς διὰ τοῦ σώματος τοῦ Χριστοῦ, ἐκπλαγεὶς καὶ θαυμάσας ἔλεγε· Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Καὶ ὅτι ἐκ προσώπου τοῦ Χριστοῦ τὴν προφητείαν ταύτην ἅπασαν προλέγει, εἰπὼν, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ἐπήγαγε, Σῶμα δὲ κατηρτίσω μοι· τὸ σῶμα λέγων τὸ δεσποτικὸν, τὴν κοινὴν ὑπὲρ τῆς οἰκουμένης γενομένην θυσίαν, ἣ τὰς ψυχὰς ἡμῶν ἐξεκάθηρε, καὶ τὰς 48.919 ἁμαρτίας κατέλυσε, καὶ τὸν θάνατον ἔσβεσε, καὶ τοὺς οὐρανοὺς ἀνέῳξε, καὶ πολλὰς καὶ μεγάλας ἡμῖν ἐλπίδας ὑπέδειξε, καὶ τὰ ἄλλα πάντα κατεσκεύασεν· ἅπερ οὖν καὶ ὁ Παῦλος εἰδὼς, ἐβόα λέγων· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ταῦτα οὖν ἅπαντα προορῶν ἔλεγε· Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Εἶτα εἰπὼν ἐκ προσώπου τοῦ Χριστοῦ, ὅτι Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, ἐπήγαγε· Τότε εἶπον, ἰδοὺ ἥκω. Τότε· πότε; Ὅτε τῶν τελειοτέρων διδαγμάτων ἐστὶν ὁ καιρός· τὰ μὲν γὰρ ἀτελέστερα διὰ τῶν δούλων αὐτοῦ μαθεῖν ἔδει, τὰ δὲ ὑψηλότερα καὶ ὑπερβαίνοντα τὴν φύσιν τὴν ἀνθρωπίνην παρ' αὐτοῦ τοῦ νομοθέτου· διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Καὶ πάλιν ὁ Ἰωάννης, Ὁ νόμος διὰ Μωσέως ἐδόθη,ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ὥστε τοῦ νόμου μέγιστον καὶ τοῦτο ἐγκώμιον, τὸ παρασκευάσαι τῷ διδασκάλῳ τὴν φύσιν τὴν ἀνθρωπίνην. Εἶτα, ἵνα μὴ νομίσῃς αὐτὸν πρόσφατον εἶναι Θεὸν, μηδὲ καινοτομίαν τινὰ εἰσάγειν, ἄκουσον τί φησιν· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Πάλαι μου, φησὶ, τὴν παρουσίαν προανεφώνησαν οἱ προφῆται, καὶ ἐν ἀρχῇ τῶν βιβλίων τὴν γνῶσιν τῆς ἐμῆς θεότητος τοῖς ἀνθρώποις παρήνοιξαν. γʹ. Ὅταν οὖν ὁ Θεὸς