59
αὐτοῖς ποιῆσαι, τὸ οὕτω μετὰ παῤῥησίας διαλέγεσθαι; ∆ιὰ τί ἀπιστεῖς, εἰπέ μοι, ὦ Ἰουδαῖε; Τῷ γὰρ γενομένῳ σημείῳ προσέχειν ἔδει καὶ τοῖς λόγοις, οὐ τῇ τῶν πολλῶν πονηρίᾳ. Καὶ τί δήποτε οὐ παραδιδόασιν αὐτοὺς Ῥωμαίοις; Ἤδη ἦσαν διαβεβλημένοι πρὸς αὐτοὺς ἀπὸ τῶν περὶ τὸν Χριστὸν, ὥστε μᾶλλον ἑαυτοὺς ἐκάκιζον ὑπερτιθέμενοι τὴν αὐτῶν ἔνδειξιν. Ἐπὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλ' ἐν μέσαις νυξὶ λαβόντες αὐτὸν εὐθέως ἀπήγαγον, καὶ οὐκ ἀνεβάλοντο δεδοικότες σφόδρα τὸ πλῆθος. Περὶ δὲ τούτων οὔτε ἐθάῤῥουν, οὔτε μὴν ἄγουσιν αὐτοὺς πρὸς Πιλᾶτον, εὐλαβούμενοι καὶ ὑποπτεύοντες τὰ πρότερα, μὴ καὶ ὑπὲρ ἐκείνων ἐγκληθῶσι. Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς ἐν Ἱερουσαλήμ. γʹ. Πάλιν συνέδρια ἐν Ἱεροσολύμοις, καὶ ἐκεῖ τὰ αἵματα ἐκχεῖται, οὐδὲ τὴν πόλιν ᾐδέσθησαν. Ἄννας, φησὶ, καὶ Καϊάφας. Τούτου οὐδὲ τὴν δούλην ἐρωτῶσαν ἤνεγκεν ὁ Πέτρος, ἐπὶ τούτου ἠρνήσατο, ἑτέρου κατασχεθέντος. Νυνὶ δὲ εἰς μέσους αὐτοὺς παρελθὼν, ὅρα πῶς φθέγγεται. Εἰ ἡμεῖς ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν. Οἱ δὲ, Ἐν ποίῳ ὀνόματι ἐποιήσατε, λέγουσι, τοῦτο; Τὸ ποῖον διὰ τί μὴ λέγεις, ἀλλὰ συσκιάζεις; Ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Καὶ μὴν ἔλεγεν, ὅτι Οὐχ ἡμεῖς ἐποιήσαμεν. Ὅρα σύνεσιν· οὐκ εἶπεν εὐθέως, ὅτι Ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ ἐποιήσαμεν· ἀλλὰ τί; Ἐν τῷ ὀνόματι αὐτοῦ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. Καὶ οὐ λέγει, Ἐγένετο ὑφ' ἡμῶν ὑγιής. Καὶ πάλιν, Εἰ ἡμεῖς ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς. Πλήττει αὐτοὺς ὡς ἀεὶ τοιαῦτα ἐγκαλοῦντας, καὶ εὐεργεσίαις ἀνθρώπων μεμφομένους· καὶ ἀναμιμνήσκει τῶν προτέρων, ὅτι αὐτοὶ ἐπὶ φόνους τρέχουσι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπὶ εὐεργεσίαις ἐγκαλοῦσιν. Ὁρᾷς, πῶς ἔχει τὸ βαρὺ καὶ τὰ ῥήματα; Ἐν τούτοις γὰρ ἐγυμνάζοντο, καὶ λοιπὸν ἀκατάπληκτοι ἦσαν. Ἐξ ὧν δείκνυσιν αὐτοῖς, ὅτι αὐτοὶ μᾶλλον κηρύττουσιν ἄκοντες τὸν Χριστὸν, καὶ αὐτοὶ τὸ δόγμα ἐπαίρουσιν οἱ ἀνακρίνοντες καὶ ἐξετάζοντες. Ὃν ὑμεῖς ἐσταυρώσατε. Βαβαὶ τῆς παῤῥησίας! Ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν. Τοῦτο πάλιν μείζονος ἐλευθεροστομίας. Ὃ τοίνυν λέγει, τοῦτό ἐστι· Μὴ νομίσητε, ὅτι τὰ ἐπονείδιστα κρύπτομεν· τοσοῦτον ἀπέχομεν συσκιάσαι, ὅτι καὶ παῤῥησιαζόμεθα. Ταῦτα μονονουχὶ ὀνειδίζων αὐτοῖς λέγει, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ ἐνδιατρίβει τῷ λόγῳ, Οὗτός 60.89 ἐστιν ὁ λίθος, λέγων, ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδομούντων. Εἶτα δεικνὺς, ὅτι καὶ εἰς σφόδρα δόκιμον τοῦτο εἰργάσαντο, ἐπάγει· Ὁ γενόμενος εἰς κεφαλὴν γωνίας· τουτέστιν, ὁ φύσει τίμιος καὶ δόκιμος, οὗτος ἐξουθενήθη. Οὕτως ἀπὸ τοῦ σημείου πολλὴν ἔσχον τὴν παῤῥησίαν. Σὺ δέ μοι σκόπει, πῶς, ὅτε μὲν διδάξαι χρὴ, προφητείας παράγουσι πολλὰς, ὅτε δὲ παῤῥησιάσθαι, μόνον ἀποφαίνονται. Οὔτε γὰρ, φησὶν, ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ὅτι πᾶσιν ἀνθρώποις καὶ οὐκ αὐτοῖς μόνοις ἐδόθη τὸ ὄνομα. Πρὸς τοῦτο καὶ αὐτοὺς ἐπάγεται μάρτυρας. Ἐπειδὴ γὰρ ἔλεγον· Ἐν ποίῳ ὀνόματι ἐποιήσατε; Εἰς τὸ τοῦ Χριστοῦ, φησὶν, ἄλλο οὐκ ἔστιν ὄνομα. Πῶς οὖν ἐρωτᾶτε; Οὕτω πανταχοῦ τοῦτο δῆλόν ἐστιν. Οὔτε γὰρ ὄνομα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανὸν, φησὶν, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ταῦτα ψυχῆς κατεγνωκυίας τῆς ζωῆς τῆς παρούσης ἐστίν. Ἡ πολλὴ παῤῥησία δείκνυσι τοῦτο. Ἐνταῦθα δῆλον ποιεῖ, ὅτι καὶ ὅτε ταπεινὰ ἐφθέγγετο περὶ τοῦ Χριστοῦ, οὐ δεδοικὼς, ἀλλὰ συγκαταβαίνων· ἐπειδὴ δὲ νῦν καιρὸς ἦν, οὕτω φθέγγεται ὑψηλὰ, ὡς αὐτῷ τούτῳ καὶ τοὺς ἀκούοντας ἅπαντας καταπλῆξαι. Ἰδοὺ καὶ ἄλλο σημεῖον οὐκ ἔλαττον τοῦ προτέρου. Ἐπεγίνωσκόν τε αὐτοὺς, φησὶν, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Οὐχ ἁπλῶς τοῦτο τέθεικε τὸ χωρίον ὁ εὐαγγελιστὴς, ἀλλ' ἵνα δηλώσῃ καὶ ποῦ ἦσαν. Ἐν τῷ πάθει, φησίν. Οὗτοι γὰρ μόνοι τότε συνῆσαν, ὅτε καὶ ἑώρων αὐτοὺς ταπεινοὺς, συνεσταλμένους· ὃ καὶ μάλιστα αὐτοὺς ἐξένιζεν, ἡ ἀθρόα μεταβολή. Καὶ γὰρ ἐκεῖ ἦσαν οἱ περὶ Ἄνναν καὶ Καϊάφαν, καὶ παρειστήκεσαν αὐτοῖς καὶ οὗτοι· νῦν δὲ