60
ἐξέπληττεν αὐτοὺς ἡ σφόδρα παῤῥησία. Οὐ γὰρ τοῖς ῥήμασι μόνον ἐδείκνυντο ἀφροντιστοῦντες περὶ τοιούτων κρινόμενοι, καὶ ὑπὲρ τῶν ἐσχάτων ἐπηρτημένου τοῦ κινδύνου, ἀλλὰ καὶ τῷ σχήματι, καὶ τῇ φωνῇ, καὶ τῷ βλέμματι, καὶ πᾶσιν ἁπλῶς τὴν παῤῥησίαν ἐνέφαινον ἐπὶ τοῦ λαοῦ, ἐξ ὧν ἐφθέγγοντο. Ἐθαύμαζον δὲ ἴσως, ὅτι ἄνθρωποι καὶ ἀγράμματοί εἰσι καὶ ἰδιῶται· ἐπειδὴ ἔνι ἀγράμματόν τινα εἶναι, μὴ μέντοι καὶ ἰδιώτην· ἢ ἰδιώτην μὲν, οὐκ ἀγράμματον δέ. ∆είκνυσιν ἐνταῦθα, ὅτι τὰ δύο συνῆλθε. Καταλαβόμενοι, φησί. Πόθεν; Ἀφ' ὧν ἔλεγον. Οὐ μακροὺς κατατείνει λόγους, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς ἀπαγγελίας καὶ τῆς συνθήκης τὴν παῤῥησίαν δηλοῖ· ὥστε ἐπέσκηψαν ἂν αὐτοῖς, εἰ μὴ σὺν αὐτοῖς ἦν ὁ ἄνθρωπος. Ἐπεγίνωσκόν τε αὐτοὺς, φησὶν, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Ὅπερ αὐτοὺς ἐποίει πιστεῦσαι, ὅτι παρ' ἐκείνου ταῦτα ᾔδεσαν, καὶ ὡς ἐκείνου μαθηταὶ πάντα ἔπραττον. Οὐχ ἧττον δὲ τῆς τούτων φωνῆς ἠφίει φωνὴν τὸ θαῦμα καὶ τὸ σημεῖον· ὃ δὴ καὶ μάλιστα ἐνέφραξεν αὐτῶν τὰ στόματα. Εἰ δίκαιόν ἐστι, φησὶν, ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Ὅτε ὁ φόβος ὑπετμήθη μᾶλλον (τὸ γὰρ παραγγεῖλαι οὐδὲν ἦν ἕτερον ἢ ἀπολυθῆναι), τότε καὶ ἐπιεικέστερον φθέγγονται· οὕτω μακρὰν θράσους ἦσαν. Ὅτι γνωστὸν σημεῖον γέγονεν, Οὐ δυνάμεθα ἀρνήσασθαι. Ὥστε ἠρνήσαντο ἂν, εἰ μὴ τοῦτο ἦν, εἰ μὴ ἡ τῶν πολλῶν μαρτυρία ἦν. Καὶ μὴν πᾶσι κατάδηλον ἦν. Ἀλλὰ τοιοῦτον ἡ κακία, θρασὺ καὶ ἰταμόν. Ἀπειλῇ ἀπειλησώμεθα. Τί λέγεις; ἀπειλῇ προσδοκᾶτε στήσειν τὸ κήρυγμα; Οὕτω πανταχοῦ αἱ ἀρχαὶ χαλεπαί τε καὶ δύσκολοι. Τὸν διδάσκαλον ἀνείλετε, καὶ οὐκ ἐστήσατε· 60.90 καὶ νῦν, ἂν ἀπειλήσητε, προσδοκᾶτε ἀποστήσειν ἡμᾶς· Ὁ δεσμὸς οὐκ ἔπεισεν ὑφειμένως διαλεχθῆναι, καὶ ὑμεῖς πείσετε; Πάνυ γε, τοὺς οὐδὲν ὑμᾶς ἡγουμένους καὶ ἀπειλοῦντας. Εἰ δίκαιόν ἐστι, φησὶν, ἐνώπιον τοῦ Θεοῦ, ὑμῶν μᾶλλον ἀκούειν ἢ τοῦ Θεοῦ. Ἐνταῦθα τοῦ Θεοῦ φασιν ἀντὶ τοῦ Χριστοῦ. Εἶδες, πῶς νῦν ἐξέβη ὃ εἶπεν αὐτοῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· μὴ φοβηθῆτε αὐτούς. δʹ. Εἶτα πάλιν τὴν ἀνάστασιν βεβαιοῦσι δι' ὧν ἐπάγουσι λέγοντες· Ἡμεῖς οὐ δυνάμεθα μὴ λαλεῖν ἃ εἴδομεν καὶ ἠκούσαμεν. Ὥστε ἡμεῖς μὲν ἀξιόπιστοί ἐσμεν μάρτυρες, ὑμεῖς δὲ προσαπειλοῦντες, εἰκῆ πάλιν ἀπειλεῖτε. ∆έον οὖν μεταβάλλεσθαι ἐφ' οἷς ὁ λαὸς ἐδόξαζε τὸν Θεὸν, οἱ δὲ καὶ ἀνελεῖν ἀπειλοῦσιν· οὕτω θεομάχοι ἦσαν. Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς. Ἐντεῦθεν περιφανέστεροι καὶ λαμπρότεροι ἐγένοντο. Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται. Ἤδη ἐμαρτύρησαν οὗτοι πρὸς πάντα παραταξάμενοι. Τί ἐστιν, Ἡμεῖς οὐ δυνάμεθα, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν; Εἰ ψευδῆ, φησὶν, ἃ λέγομεν, ἐπιλαβοῦ· εἰ δὲ ἀληθῆ, τί κωλύεις; Τοιοῦτον ἡ φιλοσοφία. Ἐκεῖνοι ἐν ἀπορίᾳ, οὗτοι ἐν εὐφροσύνῃ· ἐκεῖνοι πολλῆς γέμοντες αἰσχύνης, οὗτοι μετὰ παῤῥησίας πάντα πράττοντες· ἐκεῖνοι ἐν τῷ δεδοικέναι, οὗτοι ἐν τῷ θαῤῥεῖν. Τίνες γὰρ ἦσαν, εἰπέ μοι, οἱ φοβούμενοι; οἱ λέγοντες, Ἵνα μὴ ἐπὶ πλέον διανεμηθῇ εἰς τὸν λαὸν, ἢ οἱ λέγοντες, Οὐ δυνάμεθα, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν; Καὶ ἐν ἡδονῇ, καὶ ἐν παῤῥησίᾳ, καὶ ἐν εὐφροσύνῃ μείζονι πάντων οὗτοι· ἐκεῖνοι ἐν ἀθυμίᾳ, ἐν αἰσχύνῃ, ἐν φόβῳ· τὸν γὰρ λαὸν ἐδεδοίκεσαν. Ἃ ἐβούλοντο, ἐφθέγξαντο οὗτοι· ἐκεῖνοι, ἃ ἐβούλοντο, οὐκ ἐποίησαν. Τίνες ἦσαν ἐν δεσμοῖς καὶ ἐν κινδύνοις; οὐχὶ οὗτοι μάλιστα. Ἐχώμεθα τοίνυν τῆς ἀρετῆς· μὴ μέχρι τέρψεως τὰ λεγόμενα ἔστω, μηδὲ μέχρι παραμυθίας τινός. Οὐκ ἔστι τὸ θέατρον τοῦτο, ἀγαπητὲ, κιθαρῳδῶν οὐδὲ τραγῳδῶν, ἔνθα μέχρι τῆς τέρψεως ὁ καρπὸς, καὶ τῆς ἡμέρας παραδραμούσης παρῆλθεν ἡ τέρψις. Καὶ εἴθε ἦν τέρψις μόνη, καὶ μὴ καὶ βλάβη μετὰ τῆς τέρψεως· ἀλλ' ὅμως ἄπεισιν ἐκεῖθεν οἴκαδε ἕκαστος, καθάπερ ἀπό τινος λύμης ἀναμαξάμενος πολλὰ τῶν αὐτόθι· καὶ ὁ μὲν νέος ἀπολαβών τινα τῶν σατανικῶν ᾀσμάτων μέλη, ὅσα ἴσχυσε τῇ μνήμῃ καταθέσθαι, συνεχῶς ἐπὶ τῆς οἰκίας ᾄδει· ὁ δὲ πρεσβύτης, ἅτε δὴ σεμνότερος, τοῦτο μὲν οὐ ποιεῖ, τῶν δὲ ἐκεῖσε λεγομένων ῥημάτων μέμνηται πάντων. Ἐντεῦθεν οὐδὲν ἔχοντες