1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

61

Ἀκοῇ μὲν γινώσκω τὴν σὴν τιμιότητα, θαυμάζω δὲ ὅσον ὀλίγοι τῶν ἐπὶ πλεῖστον ὡμιληκότων· τοσοῦτος παρὰ πᾶσι τῆς σῆς καλοκἀγαθίας ὁ λόγος. 208.2 ∆ιὰ τοῦτο καὶ αὐτὸς ταύτην ἐθάρρησα τὴν πρεσβείαν. Ἀπέλιπεν ἡμᾶς ὁ θαυμαστὸς Ἀλύπιος, ὁ κοινὸς τῶν φίλων προστάτης καὶ τῶν ὀρφανῶν κηδεμών. Οὐ μικρὸν τοῦτο ἡμῖν εἰς συμφοράν. 208.3 ∆εύτερον προσεγένετο τὸ καὶ τὴν κοσμιω τάτην ἐλευθέραν αὐτοῦ φροντίζειν ὑπὲρ τῶν ὀρφανῶν. 208.4 Ταύτην παραμύθησαι τῇ νῦν φιλανθρωπίᾳ, καὶ τὸ ἀσφαλὲς τοῖς σοῖς τέκνοις χάρισαι διὰ τῆς εἰς τοὺς ὀρφανοὺς εὐποιΐας, καὶ δεῖξον πλέον ἔχουσαν τῶν ξένων τὴν οἰκειότητα. 208.5 Πρόσεσται δὲ καὶ τὸ ἡμῖν χαρίσασθαι, οὓς ὅ τι ἂν τιμήσῃς, Θεὸν ἔσῃ τετιμηκώς, οὗπερ ἡμεῖς ἠξιώμεθα εἶναι παραστάται καὶ λειτουργοί, καὶ εἰ τῆς ἀξίας ἐλάττονες. 209.Τ ΚΑΣΤΟΡΙ 209.1 Ὡς τυραννικὸς εἶ καὶ βίαιος· γράμμα σὸν ὤφθη μόνον, καὶ ἡμεῖς ὑπερώφθημεν. Ἀλλ' ἰδού σοι καὶ ὁ πολύτλας Σακερδώς, ὁ σὸς μὲν ἀδελφός, υἱὸς δὲ ἐμὸς καὶ τῶν παθῶν κοινωνός. 209.2 Ἵνα δὲ μὴ παντελῶς ἡττηθῶμεν, τάχιστα ἡμῖν ἀπόδος, τὴν τοῦ βίου παρα μυθίαν, φιλοσοφεῖν καὶ διδαχθησόμενον καὶ διδάξοντα. Μέγιστον γὰρ εἰς μὲν ὁμόνοιαν τὸ συμπάσχειν, εἰς δὲ συμβουλὴν ἡ ὁμόνοια. 210.Τ ΤΩΙ ΑΥΤΩΙ 210.1 Ἐμοὶ τῆς πατρίδος, ὡς ἔοικεν, ἡ ἀλλοδαπὴ χρησ τοτέρα· ἡ μὲν γὰρ ἐδίδου τῆς σῆς ἀπολαύειν φιλίας, ἡ δὲ οὐδὲν τοιοῦτον ἡμῖν ἐχαρίσατο. Καὶ τοῦτό μοι παρὰ τῆς ἀρρωστίας, ἥ με κατέχει πεδήσασα καὶ πρὸς πολλὰ ποιεῖ δυσκίνητον ἢ ἀκίνητον, εἰ χρὴ λέγειν τὸ ἀληθέστερον. 210.2 Ταύτην μὲν οὖν τὴν ζημίαν λυπούμενοι μὲν οἴσομεν· τί δὲ οὐ φέρει τῶν ἀνιαρῶν ἅνθρωπος; Μόνον ὑγιαίνοις καὶ πράττοις τὰ κατὰ νοῦν, καὶ ἐν χειρὶ Θεοῦ εἴη τὰ σά· ἔσται δέ, εἰ γνησίως αὐτοῦ λαμβάνοιο. 210.3 Τὴν δὲ κυρίαν, τὴν κοινὴν ἡμῶν ἀδελφὴν τάχιστα ἀποπέμψασθαι θέλησον, ὡς κοινὸν ἔρεισμα καὶ τῶν εὐλαβῶν καὶ τῆς ἀσθενείας τῆς ἡμετέρας· ἢ πολλά σου τῆς Σακερδώτιδος καταβοη σόμεθα, δι' ἣν ζημιούμεθα, καὶ καλέσομεν αὐτὴν τῇ οἰκείᾳ προσηγορίᾳ. Γνώσῃ δὲ ἥ τις, παρ' αὐτῆς πυθόμενος.

211.Τ ΚΥΡΙΑΚΩΙ 211.1 Τιμᾷς τοὺς εὐλαβεῖς, εὖ οἶδα, καὶ πτωχοὺς εὖ ποιεῖς.

Τούτων ἀμφοτέρων σοι νῦν καιρός. Ἔχει γὰρ οὕτως· ὁ τιμιώτατος καὶ θεοφιλέστατος υἱὸς ἡμῶν Σακερ δώς, ὁ συμπρεσβύτερος, πτωχείου προέστηκε τῶν ἐπισήμων πολυανθρώπου, εὐσεβείας τε ἕνεκα καὶ τῆς εἰς τὸ πρᾶγμα σπουδῆς. 211.2 Ἔστι δὲ τῶν ὑπηρετουμένων τῷ πτωχείῳ κτήματα Λιριάνδος καὶ Καβερίνα ὁμοροῦντα τόποις τοῖς τῆς οἰκίας, ἐξ ἐπιδόσεως τοῦ τιμιωτάτου Κάστορος, τῷ πτωχείῳ τι συνεισφέροντα. 211.3 Ταῦτα πάσης ἐπηρείας ἐλευθερώσας, μέρος οὐκ ἐλάχιστον συνεισοίσεις, καὶ τοῖς πτωχοῖς τῆς θεραπείας, καὶ σεαυτῷ τῆς ἀντιδόσεως ἣν οἶδας ὀφειλομένην τοῖς εὐσεβέσι. 211.4 ∆ῆλον δὲ ὅτι ἅπαξ ὁρμήσας εἰς τὴν εὐεργεσίαν καὶ τῆς εἰς τὸ μέλλον ἀσφαλείας ποιήσῃ πρόνοιαν, ὡς μηδὲ βουλομένῳ τινὶ ἐξεῖναι κακὸν γενέσθαι περὶ τοὺς τόπους, τρόπον ὃν ἂν ἐπινοήσειεν ἡ σὴ σύνεσις. 212.Τ ΣΑΚΕΡ∆ΩΤΙ 212.1 Προσαγορεύω σε τὴν νέαν ἡμῶν ἐλπίδα, τὸν πολιὸν ἐν νεότητι· καὶ πᾶν ὅ τι σοι κάλλιστον βούλομαί τε καὶ εὔχομαι. 212.2 Τῶν δὲ καλῶν τὸ πρῶτον οὐκ ἀγνοεῖς· ὅπερ ἐστὶν ἀεὶ Θεὸν κτᾶσθαι καὶ γίνεσθαι κτῆμα Θεοῦ διὰ τῆς πρὸς αὐτὸν οἰκειώσεώς τε καὶ ἀναβάσεως· ὃ καὶ σεαυτὸν οἶδ' ὅτι νουθετήσεις τε καὶ νενουθέτηκας. 213.Τ ΤΩΙ ΑΥΤΩΙ 213.1 Εἴ σοι μηδὲν ἠλπίζετο δυσχερές, ἡνίκα φιλοσοφίᾳ προσέβαινες, ἀφιλόσοφος ἡ ἀρχὴ καὶ τοὺς πλάστας μέμφομαι. 213.2 Εἰ δὲ ἠλπίζετο, εἰ μὲν οὐκ ἀπήντησε, τῷ Θεῷ χάρις· εἰ δὲ ἀπήντησεν, ἢ καρτέρει πάσχων ἢ ἴσθι ψευδόμενος τὴν ὑπόσχεσιν. 214.Τ ΤΩΙ ΑΥΤΩΙ 214.1 Οὐ δόκιμον τὸ ἀπείραστον· τὸ δὲ βασανισθὲν ἐν τοῖς πράγμασι δοκιμώτερον, ὡς ἐν καμίνῳ χρυσός. 214.2 Εἰ μὲν ἱκανῶς σοι τοῦτο πεφιλοσόφηται, τῷ Θεῷ χάρις, εἰ δὲ οὔπω τελείως, ἐμαυτὸν προτίθημί σοι καὶ τὰ ἐμά· ὑβρίσμεθα, μεμισήμεθα, τί γὰρ οὐ πεπόνθαμεν τῶν δεινῶν,