1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

61

λέγουσιν, ὅτι ἡ παλαιὰ καταλέλυται πολιτεία οὐ διὰ τὸ ἀτέλεστον αὐτῆς, οὐδὲ διὰ τὸ μείζονα εἰσενεχθῆναι τὴν ἡμετέραν πολιτείαν, ἀλλὰ διὰ τὴν πονηρίαν τῶν τότε προσφερόντων τὰς θυσίας. Ὁ γοῦν Ἡσαΐας φησίν· Ἐὰνἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Εἶτα τὴν αἰτίαν προσθεὶς, ἐπάγει λέγων· Αἱ γὰρ χεῖρες ὑμῶν 48.921 αἵματος πλήρεις. Τοῦτο δὲ οὐκ ἔστι τῶν θυσιῶν κατηγορία, ἀλλὰ τῆς τῶν προσαγόντων πονηρίας ἔγκλημα, καὶ διὰ τοῦτο οὐκ ἐδέχετο τὰς θυσίας, ἐπειδὴ μιαραῖς αὐτὰς προσῆγον χερσί. Πάλιν ὁ ∆αυῒδ εἰπὼν, ὅτι Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους, ἐπήγαγε λέγων· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ τοῦ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε ἀδικίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ὅθεν δῆλον ὅτι οὐχ ἁπλῶς ἐνταῦθα παρῃτήσατο τὰς θυσίας, ἀλλ' ἐπειδὴ ἐμοίχευον, ἐπειδὴ ἔκλεπτον, ἐπειδὴ τοῖς ἀδελφοῖς ἐπεβούλευον. Καὶ ἕκαστος δὲ, φησὶ, τῶν προφητῶν, κατηγορῶν τῶν προσαγόντων τὰς θυσίας, οὕτως αὐτὰς τὸν Θεὸν παραιτεῖσθαι λέγει. δʹ. Ταῦτα οἱ ἀντιλέγοντες ἡμῖν λέγουσιν· ἀλλ' ἀρκοῦσαν ἔδωκεν αὐτοῖς πληγὴν ὁ Παῦλος, καὶ ἱκανῶς αὐτῶν ἐπεστόμισε τὴν ἀναισχυντίαν διὰ τῆς μαρτυρίας ταύτης. Βουλόμενος γὰρ δεῖξαι ὅτι αὐτὴν τὴν πολιτείαν ὡς ἀτελεστέραν ἀπώσατο ὁ Θεὸς καὶ ἀργεῖν ἐποίησε, ταύτης ἐπελάβετο τῆς μαρτυρίας, ἐν ᾗ κατηγορία μὲν τῶν προσαγόντων οὐκ ἔστι, τὸ δὲ ἀτελὲς αὐτῆς γυμνὸν αὐτὸ καθ' ἑαυτὸ φαίνεται. Ὁ γὰρ προφήτης οὐδὲν κατηγορήσας τῶν Ἰουδαίων, ἁπλῶς οὕτω φησίν· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι, ὁλοκαυτώματα καὶ περὶ τῆς ἁμαρτίας οὐκ ηὐδόκησας. Καὶ ἑρμηνεύων τοῦτο ὁ Παῦλος ἔλεγεν· Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Εἰ μὲν γὰρ εἶπε, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, καὶ ἐσίγησεν, εἶχεν ἄν τινα χώραν εἰς ἀπολογίαν ὁ λόγος· νῦν δὲ εἰπὼν, Σῶμα δὲ κατηρτίσω μοι, καὶ δείξας ἑτέραν εἰσενηνεχθεῖσαν θυσίαν, οὐδεμίαν λοιπὸν ἐλπίδα ἔδωκε τοῦ πάλιν ἐκείνην ἐπανελθεῖν. Καὶ αὐτὸ τοῦτο ἑρμηνεύων ὁ Παῦλος ἔλεγεν, ὅτι ∆ιὰ τῆς προσφορᾶς ταύτης ἡγιασμένοι ἐσμὲν ἐν τῷ θελήματι τοῦ Χριστοῦ. Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων, φησὶ, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου προσήνεγκεν ἑαυτὸν ἄμωμον, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων; Ὅτι μὲν οὖν ἐκεῖνα πέπαυται, καὶ ἕτερα ἀντεισενήνεκται, καὶ οὐκ ἔτι λοιπὸν ἀναστήσεται, ἱκανῶς ἐντεῦθεν ἀποδέδεικται. Φέρε δὴ λοιπὸν, ὃ πάλαι ἐσπουδάζομεν δεῖξαι, ὅτι καὶ τῆς ἱερωσύνης ὁ τρόπος ἐκεῖνος οὐκ ἔτι φαίνεται, οὐδὲ ἐπανήξει πάλιν, ῥητῶς τοῦτο καὶ σαφῶς ἀπὸ τῶν Γραφῶν αὐτῶν ποιήσωμεν φανερὸν, ὀλίγα πρότερον ὑμῖν προειπόντες, ὥστε σαφεστέραν γενέσθαι τῶν λεγομένων τὴν ἑρμηνείαν. Ἀβραὰμ ἐπανελθὼν ἀπὸ τῆς Περσίδος ἐγέννησε τὸν Ἰσαὰκ, εἶτα ἐκεῖνος τὸν Ἰακὼβ, ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας, ἐξ ὧν ἐγένοντο δέκα καὶ δύο φυλαὶ, μᾶλλον δὲ τρισκαίδεκα· 48.922 ἀντὶ γὰρ τοῦ Ἰωσὴφ οἱ παῖδες αὐτοῦ, Ἐφραῒμ καὶ Μανασσῆς ἐγένοντο φύλαρχοι. Καὶ καθάπερ ἑκάστῳ τῶν υἱῶν Ἰακὼβ ἐπώνυμος ἦν φυλὴ, τοῦ Ῥουβὶμ, τοῦ Συμεὼν, τοῦ Λευῒ, τοῦ Ἰούδα, τοῦ Νεφθαλὶμ, τοῦ Γὰδ, τοῦ Ἀσὴρ, τοῦ Βενιαμὶν, οὕτως ἐπὶ τοῦ Ἰωσὴφ οἱ παῖδες οἱ ἐκείνου, Μανασσῆς καὶ Ἐφραῒμ, δύο φυλῶν γεγόνασιν ἐπώνυμοι· καὶ ἐκαλεῖτο φυλὴ ἡ μὲν τοῦ Ἐφραῒμ, ἡ δὲ τοῦ Μανασσῆ. Τῶν τρισκαίδεκα τοίνυν τούτων φυλῶν, αἱ μὲν ἄλλαι πᾶσαι ἀγροὺς ἔσχον καὶ προσόδους πολλὰς, καὶ ἐγεώργουν πᾶσαι, καὶ τὰ ἄλλα ἅπαντα ἔπραττον τὰ βιωτικά· ἡ δὲ τοῦ Λευῒ φυλὴ ἱερωσύνῃ τιμηθεῖσα, μόνη