61
ἄπιτε. Καὶ πῶς οὐκ αἰσχύνης ἄξιον; Νόμον ἐθήκαμεν· μᾶλλον δὲ οὐχ ἡμεῖς ἐθήκαμεν· μὴ γένοιτο· Μὴ γὰρ καλέσητε, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς. Νόμον ἔθηκεν ὁ Χριστὸς, ὥστε μηδένα ὀμνύναι. Τί γέγονεν, εἰπέ μοι, περὶ τούτου τοῦ νόμου; οὐ γὰρ παύσομαι περὶ τούτου διαλεγόμενος, Μή πως πάλιν ἐλθὼν, κατὰ τὸν Ἀπόστολον, οὐ φείσωμαι. Ἆρα ἐμεριμνήσατε τὸ πρᾶγμα; ἆρα ἐφροντίσατε; ἆρα γέγονέ τις ὑμῖν σπουδὴ, ἢ πάλιν τῶν αὐτῶν ἁψόμεθα λόγων; Μᾶλλον δὲ εἴτε γέγονεν, εἴτε μὴ, τῶν αὐτῶν ἁψόμεθα λόγων, ἵνα φροντίσητε· εἰ δὲ ἐμεριμνήσατε, ἵνα πάλιν βεβαιότερον τοῦτο ἐργάσησθε, καὶ τοὺς ἄλλους παρακαλέσητε. Πόθεν οὖν ἡμῖν ἀρκτέον τοῦ λόγου; βούλεσθε ἀπὸ τῆς Παλαιᾶς; Ἀλλὰ τοῦτο ἡμετέρα αἰσχύνη, ὅτι τὰ ἐν τῇ Παλαιᾷ, ἃ ὑπερβαίνειν ἔδει, οὐδὲ 60.91 οὕτω φυλάττομεν. Ἡμᾶς γὰρ οὐ περὶ τούτων ἀκούειν ἔδει (τῆς γὰρ Ἰουδαϊκῆς εὐτελείας ταῦτα τὰ παραγγέλματα), ἀλλ' ἐκεῖνα τὰ τέλεια· Ῥῖψον τὰ χρήματα, στῆθι γενναίως, τὴν ψυχὴν ἐπίδος ὑπὲρ τοῦ κηρύγματος, καταγέλασον τῶν ἐπὶ τῆς γῆς ἁπάντων, μηδὲν ἔστω σοι κοινὸν πρὸς τὸν παρόντα βίον· ἂν ἀδικήσῃ τις, εὐεργέτησον· ἂν πλεονεκτήσῃ, εὐλόγησον· ἂν βλασφημήσῃ, τίμησον· πάντων ἀνώτερος ἔσο. Ταῦτα καὶ τὰ τοιαῦτα ἀκούειν ἔδει. Νυνὶ δὲ ὑπὲρ ὅρκου διαλεγόμεθα· καὶ ταὐτὸν γίνεται, ὥσπερ ἂν εἴ τις τὸν ὀφείλοντα φιλοσοφεῖν, ἀφελκύσας τῶν διδασκάλων ἐκείνων, συλλαβὰς ἔτι καὶ τὸ κατὰ στοιχεῖον ἀναγινώσκειν ποιοῖ. Ἐννόησόν μοι ὅση ἐστὶν αἰσχύνη, ἄνθρωπόν τινα ὑπήνην βαθεῖαν ἔχοντα, καὶ ῥόπαλον ἐπιφερόμενον, καὶ ἐξωμίδα ἔχοντα, εἰς διδασκάλους μετὰ τῶν παίδων ἀπιέναι, καὶ τὰ αὐτὰ ἐκείνοις μανθάνειν, ἆρα οὐ πολὺς ὁ γέλως; Ἀλλὰ πλείων οὗτος ὁ ἡμέτερος. Οὐ γὰρ ὅσον φιλοσοφίας τὸ μέσον καὶ γραμμάτων, τοσοῦτον τῆς Ἰουδαϊκῆς πολιτείας καὶ τῆς ἡμετέρας τὸ διάφορον, ἀλλ' ὅσον ἀγγέλων καὶ ἀνθρώπων. Εἴ τις, εἰπέ μοι, ἄγγελον ἐκ τοῦ οὐρανοῦ καταγαγὼν, κελεύσειεν ἐνταῦθα ἑστάναι καὶ ἀκροᾶσθαι τῶν ἡμετέρων λόγων, ὡς ὀφείλοντα ἀπὸ τούτων ῥυθμίζεσθαι, ἆρα οὐκ αἰσχύνη καὶ γέλως ἦν; Εἰ δὲ τὸ περὶ τούτων ἔτι παιδεύεσθαι γέλως· τὸ μηδὲ τούτοις προσέχειν, εἰπέ μοι, πόση κατάγνωσις; πόση αἰσχύνη; Καὶ πῶς γὰρ οὐκ αἰσχύνης, ὅτι ἔτι Χριστιανοὶ περὶ τοῦ μὴ δεῖν ὀμνύναι παιδεύονται; Πλὴν ἀλλ' ἀνασχώμεθα, ἵνα μὴ μᾶλλον γελώμεθα. Φέρε οὖν ἀπὸ τῆς Παλαιᾶς ὑμῖν διαλεχθῶμεν τήμερον. Τί δὲ αὕτη φησίν; Ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου, μηδὲ τῷ ὀνόματι τοῦ ἁγίου συνεθισθῇς. ∆ιὰ τί; Ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς, ἀπὸ μώλωπος οὐ καθαρισθήσεται, οὕτως οὐδὲ ὁ ὀμνύων. εʹ. Ὅρα τὴν σύνεσιν τοῦ σοφοῦ τούτου. Οὐκ εἶπεν, Ὅρκῳ μὴ ἐθίσῃς τὴν διάνοιάν σου, ἀλλὰ, Τὸ στόμα σου· ὅτι τοῦ στόματος ὂν τὸ πᾶν οἶδε, καὶ ὅτι εὐκόλως κατορθοῦται. Συνήθεια γάρ ἐστι λοιπὸν ἀπροαιρέτως γινομένη· οἷόν εἰσι πολλοὶ, οἳ ἐν βαλανείοις εἰσιόντες, ἅμα τῷ τὰς θύρας ὑπερβῆναι σφραγίζονται. Τοῦτο οἶδεν ἡ χεὶρ καὶ μηδενὸς κελεύοντος ἀπὸ τῆς συνηθείας ποιεῖν. Πάλιν λύχνου ἁφθέντος, πολλάκις τῆς διανοίας ἕτερόν τι σκεπτομένης, ἡ χεὶρ τὴν σφραγῖδα ποιεῖ. Οὕτω δὴ καὶ τὸ στόμα, οὐ μετὰ τῆς ψυχῆς φθέγγεται, ἀλλὰ ἀπὸ τῆς συνηθείας, καὶ ἐν τῇ γλώττῃ τὸ πᾶν ἐστι. Καὶ τῷ ὀνόματι, φησὶ, τοῦ Ἁγίου μὴ συνεθισθῇς. Ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς, ἀπὸ μώλωπος οὐ καθαρισθήσεται, οὕτως οὐδὲ ὁ ὀμνύων. Οὐχὶ τὴν ἐπιορκίαν ἐνταῦθα, ἀλλὰ τὸν ὅρκον ἐκκόπτει, καὶ αὐτῷ τίθησι τὴν τιμωρίαν. Ἄρα τὸ ὀμνύειν ἁμαρτία. Τοιαύτη ὄντως ἐστὶν ἡ ψυχὴ, τοσούτων γέμει τραυμάτων, τοσούτων μωλώπων. Ἀλλ' οὐχ ὁρᾷς; Τοῦτο γὰρ τὸ δεινόν· καίτοι γε δύνασαι, ἐὰν θέλῃς, ὁρᾷν· ἔδωκε γάρ σοι ὀφθαλμοὺς ὁ Θεός. Τοιούτοις ὀφθαλμοῖς ἑώρα ὁ προφήτης, λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Κατεφρονήσαμεν τοῦ Θεοῦ, ἐμισήσαμεν τὸ ὄνομα τὸ καλὸν, κατεπατήσαμεν τὸν Χριστὸν, ἐλύσαμεν τὴν αἰδῶ, οὐδεὶς μετὰ τιμῆς μέμνηται τοῦ ὀνόματος τοῦ Θεοῦ. 60.92 Καὶ σὺ μὲν ἂν φιλῇς τινα, καὶ πρὸς τὸ ὄνομα διανίστασαι· τὸν δὲ Θεὸν οὕτω συνεχῶς καλεῖς ὡς οὐδέν. Κάλεσον αὐτὸν ἐπὶ εὐεργεσίᾳ ἐχθροῦ·