1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

62

κάλεσον αὐτὸν ἐπὶ σωτηρίᾳ τῆς σῆς ψυχῆς· τότε παρέσται, τότε εὐφραίνεις αὐτόν· νῦν δὲ παροξύνεις. Κάλεσον αὐτὸν, ὡς ἐκάλεσε Στέφανος. Τί λέγων; Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Κάλεσον αὐτὸν, ὡς ἐκάλεσεν ἡ τοῦ Ἑλκανᾶ γυνὴ, μετὰ δακρύων, μετὰ θρήνων, μετὰ εὐχῆς. Οὐ κωλύω, ἀλλὰ καὶ σφόδρα παραινῶ. Κάλεσον αὐτὸν ὡς ἐκάλεσε Μωϋσῆς, καὶ ἐβόα παρακαλῶν ὑπὲρ τῶν φυγαδευσάντων αὐτόν. Καὶ σὺ μὲν ἄν τινος μνησθῇς ἁπλῶς ἀνδρὸς αἰδεσίμου, ὕβρις τὸ πρᾶγμα· τὸν δὲ Θεὸν περιφέρων, οὐ μόνον ἁπλῶς, ἀλλὰ καὶ ἀκαίρως ἐν τοῖς σοῖς λόγοις, οὐδὲν τὸ πρᾶγμα νομίζεις; Καὶ πόσης οὐχὶ κολάσεως ἄξιος ἂν εἴης; Οὐ κωλύω τὸν Θεὸν ἔχειν διαπαντὸς ἐν διανοίᾳ (τοῦτο γὰρ καὶ εὔχομαι καὶ βούλομαι), ἀλλὰ μὴ παρὰ τὸ δοκοῦν αὐτῷ, ἀλλ' αἰνοῦντα, ἀλλὰ τιμῶντα. Μεγάλα ἂν τοῦτο εἰργάσατο ἡμῖν ἀγαθὰ, εἰ ὅτε ἔδει, καὶ ἐφ' οἷς ἔδει μόνον ἐκαλοῦμεν αὐτόν. ∆ιὰ τί, εἰπέ μοι, ἐπὶ μὲν τῶν ἀποστόλων τοσαῦται δυνάμεις ἐγίνοντο, ἐπὶ δὲ ἡμῶν οὐχί; καίτοι ὁ αὐτός ἐστι Θεὸς, τὸ αὐτὸ ὄνομα. Ἀλλ' οὐκ ἔστιν ἴσον. Πῶς; Ὅτιἐκεῖνοι μὲν ἐπὶ τούτοις, οἷς εἶπον, αὐτὸν ἐκάλουν μόνον· ἡμεῖς δὲ οὐκ ἐπὶ τούτοις, ἀλλ' ἐπ' ἄλλοις. Εἰ δὲ ἀπιστεῖ, καὶ διὰ τοῦτο ὀμνύεις, λέγε μὲν, Πίστευσον· πλὴν εἰ βούλει, ὄμοσον κατὰ σαυτοῦ. Οὐκ ἀντινομοθετῶν τῷ Χριστῷ λέγω, μὴ γένοιτο· Ἔστω γὰρ, φησὶν, ὑμῶν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· ἀλλὰ συγκαταβαίνων ὑμῖν, ἵνα μᾶλλον εἰς τοῦτο ὑμᾶς ἐναγάγω, καὶ τῆς συνηθείας ἀπαγάγω τῆς τυραννικῆς. Πόσοι ἐν τοῖς ἄλλοις εὐδοκιμοῦντες ἀπώλοντο ἀπὸ τούτων τῶν πραγμάτων; Βούλεσθε μαθεῖν, διὰ τί συνεχώρουν τοῖς ἀρχαίοις ὀμνύειν; (ἐπιορκεῖν γὰρ οὐδὲ ἐκείνοις συγκεχώρητο). Ἐπειδὴ ἐν τοῖς εἰδώλοις ὤμνυον. Οὐκ αἰσχύνεσθε τούτοις ἐμμένοντες τοῖς νόμοις, οἷς ἐκεῖνοι ἐνήγοντο οἱ ἀσθενεῖς; Ἐπεὶ καὶ νῦν Ἕλληνα ἐὰν λάβω, οὐκ εὐθέως αὐτῷ ἐπιτάσσω τοῦτο, ἀλλὰ τέως εἰδέναι τὸν Χριστὸν παραινῶ· ὁ δὲ πιστὸς καὶ μαθὼν αὐτὸν καὶ ἀκούσας, εἰ μέλλοι τῆς αὐτῆς τῷ Ἕλληνι συγκαταβάσεως δεῖσθαι, τί τὸ ὄφελος; ποῖον τὸ κέρδος; Ἀλλ' ἡ συνήθεια χαλεπὸν, καὶ δυσαποσπάστως ἔχεις; Οὐκοῦν ἐπεὶ τοσαύτη τῆς συνηθείας ἡ τυραννὶς, εἰς ἑτέραν αὐτὴν μετάγαγε συνήθειαν. Καὶ πῶς δυνατόν; φησίν. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω· Ἔστωσαν λογισταὶ τῶν λεγομένων πολλοὶ, ἔστωσαν ἐξετασταὶ καὶ διορθωταί. Οὐκ ἔστιν αἰσχύνη τὸ ὑφ' ἑτέρων διορθοῦσθαι· μᾶλλον μὲν οὖν αἰσχύνη τὸ ἀπωθεῖσθαι τοὺς διορθοῦντας, καὶ ἐπὶ βλάβῃ τῆς οἰκείας σωτηρίας τοῦτο ποιεῖν. Καὶ σὺ μὲν τὴν ἐσθῆτα ἂν ἐναλλὰξ περιβάλῃ, καὶ παῖδα ἐπιτρέπεις διορθῶσαι, καὶ οὐκ αἰσχύνῃ παρ' ἐκείνου μανθάνων, καίτοι γε ἐν τούτῳ πολλὴ ἡ αἰσχύνη· ἐνταῦθα δὲ τὴν ψυχὴν βλαπτόμενος, αἰσχύνῃ, εἰπέ μοι, παρ' ἑτέρου παιδεύεσθαι; καὶ κοσμοῦντα μέν σε περὶ τὴν ἐσθῆτα φέρεις τὸν οἰκέτην καὶ ὑποδοῦντα, κοσμοῦντα δὲ τὴν ψυχὴν οὐ φέρεις; Καὶ πόσης οὐ ταῦτα ἀνοίας; Ἔστω καὶ οἰκέτης τούτων διδάσκαλος, ἔστω καὶ παιδίον, ἔστω 60.93 καὶ γυνὴ, ἔστω καὶ φίλος καὶ συγγενὴς καὶ γείτων. Ὥσπερ γὰρ τὸ πάντοθεν ἐλαυνόμενον θηρίον οὐχ οἷόν τε διαφυγεῖν· οὕτω τὸν τοσούτους ἔχοντα φύλακας, τὸν τοσούτους ἐπιτιμῶντας, τὸν πάντοθεν πληττόμενον, οὐκ ἔνι μὴ φυλάξασθαι. Καὶ ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ χαλεπῶς οἴσει τοῦτο, καὶ κατὰ τὴν δευτέραν, καὶ ἐν τῇ τρίτῃ· λοιπὸν δὲ ῥᾷστον ἔσται, 60.94 καὶ μετὰ τὴν τετάρτην οὐδὲ τὸ πρᾶγμα ἔσται αὐτό. Ἀπόπειραν ποιήσατε, εἴ γε ἀπιστεῖτε· φροντίσατε, παρακαλῶ. Οὐκ ἔστι τὸ τυχὸν ἁμαρτανόμενον, οὐδὲ κατορθούμενον, ἀλλὰ ἑκατέρωθεν μέγα, καὶ κακὸν καὶ καλόν. Γένοιτο δὲ καλὸν γενέσθαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

60.93.10 ΟΜΙΛΙΑ ΙΑʹ. Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.