63
συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραάμ. Εἶτα, ἐκκαλύπτων τὸ θεώρημα τοῦ τύπου, Θεωρεῖτε δὲ πηλίκος οὗτος, φησὶν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραὰμ ὁ πατριάρχης. Τοῦτο δὲ οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ' ἐνδείξασθαι βουλόμενος, ὅτι πολλῷ μείζων ἡ καθ' ἡμᾶς ἱερωσύνη τῆς Ἰουδαϊκῆς. Καὶ ἐν τοῖς τύποις αὐτοῖς τῶν πραγμάτων προλαβοῦσα ἡ ὑπεροχὴ διαδείκνυται. Ὁ γὰρ Ἀβραὰμ τοῦ Ἰσαὰκ πατὴρ ἦν, καὶ τοῦ Ἰακὼβ πάππος, καὶ Λευῒ πρόγονος· τοῦ γὰρ Ἰακὼβ ἦν υἱὸς ὁ Λευΐ. Ἀπὸγὰρ Λευῒ ἡ ἱερωσύνη παρὰ Ἰουδαίοις τὴν ἀρχὴν ἔλαβεν. Ἀλλ' οὗτος ὁ Ἀβραὰμ ὁ πρόγονος τῶν Λευϊτῶν καὶ τῶν Ἰουδαϊκῶν ἱερέων, ἐπὶ τοῦ Μελχισεδὲκ, ὃς ἦν τύπος τῆς καθ' ἡμᾶς ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε· καὶ τοῦτο δι' ἀμφοτέρων ἐδήλωσε, καὶ διὰ τοῦ δοῦναι δεκάτην αὐτῷ· οἱ γὰρ λαϊκοὶ τοῖς ἱερεῦσι τὰς δεκάτας διδόασι· καὶ ὅτι ηὐλογήθη παρ' αὐτοῦ· οἱ γὰρ λαϊκοὶ παρὰ τῶν ἱερέων εὐλογοῦνται. Πάλιν ὅρα πόση ἡ ὑπεροχὴ τῆς καθ' ἡμᾶς ἱερωσύνης, ὅταν Ἀβραὰμ ὁ πατριάρχης τῶν Ἰουδαίων, ὁ πρόγονος τῶν Λευϊτῶν, εὑρίσκηται ὑπὸ τοῦ Μελχισεδὲκ εὐλογούμενος, καὶ δεκάτας διδούς. Καὶ γὰρ ἀμφότερα ταῦτά φησιν ἡ Παλαιὰ, ὅτι καὶ εὐλόγησεν ὁ Μελχισεδὲκ τὸν Ἀβραὰμ, καὶ δεδεκάτωκεν αὐτόν. Ταῦτα γοῦν αὐτὰ εἰς μέσον ἀγαγὼν ὁ Παῦλος, ἔλεγε, Θεωρεῖτε δὲ πηλίκος οὗτος; Οὗτος τίς; Ὁ Μελχισεδὲκ, φησὶν, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων ἔδωκεν ὁ πατριάρχης ἐκείνων. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ 48.924 τὴν ἱερωσύνην λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος τοῦ Ἀβραάμ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ Λευῗται, φησὶν, οἱ παρὰ Ἰουδαίοις ἱερεῖς, ἐντολὴν ἔλαβον κατὰ τὸν νόμον, δεκάτας λαμβάνειν ἐκ τῶν ἄλλων Ἰουδαίων. Καίτοι γε πάντες ἐκ τοῦ Ἀβραὰμ ἦσαν, καὶ οἱ Λευῗται, καὶ ὁ λοιπὸς λαὸς, ἀλλ' ὅμως δεκάτας λαμβάνουσι παρὰ τῶν ἀδελφῶν αὐτῶν. Ὁ δὲ Μελχισεδὲκ, ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν οὐ γὰρ ἐκ τοῦ Ἀβραὰμ ἦν, οὐδὲ ἐκ τῆς φυλῆς τῆς Λευϊτικῆς, ἀλλ' ἐξ ἑτέρου γένους, δεδεκάτωκε τὸν Ἀβραὰμ, τουτέστι, δεκάτας παρ' αὐτοῦ ἔλαβε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερόν τι. Τί δὲ τοῦτο; Ὅτι καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας, τὸν Ἀβραὰμ, πάλιν ηὐλόγησε. Καὶ τί τοῦτο, φησὶ, δείκνυται; Ὅτι οὗτος ἐκείνου σφόδρα ἐλάττων. Πῶς; Χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Ὥστε εἰ μὴ ἦν ἐλάττων ὁ Ἀβραὰμ, ὁ πρόγονος τῶν Λευϊτῶν, τοῦ Μελχισεδὲκ, οὐκ ἂν ἐκεῖνος τοῦτον εὐλόγησεν, οὐδ' ἂν οὗτος ἐκείνῳ δεκάτας ἔδωκεν. Εἶτα βουλόμενος δεῖξαι, ὅτι διὰ τοῦ Μελχισεδὲκ προῆλθεν ἂν ἐκεῖνο, ἐπήγαγε λέγων· Καὶ, ὡς ἔπος εἰπεῖν, τουτέστι σχεδὸν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Τί δέ ἐστι, δεδεκάτωται; ∆εκάτας ἔδωκε καὶ αὐτὸς, φησὶ, τῷ Μελχισεδὲκ, ὁ μηδέπω γεννηθεὶς, διὰ τοῦ πατρὸς αὐτοῦ· Ἔτι γὰρ, φησὶν, ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχισεδέκ· διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, Ὡς ἔπος εἰπεῖν. Τίνος οὖν ἕνεκεν ταῦτα ἔλεγεν, ἐπάγει λέγων· Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Τί δέ ἐστιν ὃ λέγει; Εἰ τὰ πράγματα ἦν τέλεια, φησὶ, τὰ κατὰ Ἰουδαίους; καὶ μὴ σκιὰ ἦν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, ἀλλὰ τὸ πᾶν αὐτὸς κατωρθώκει, καὶ οὐκ ἔμελλεν ἑτέρῳ παραχωρεῖν, οὔτε ἡ ἱερωσύνη ἡ προτέρα ὑπεξίστασθαι, καὶ ἑτέρα ἀντεισάγεσθαι, τίνος ἕνεκεν ὁ προφήτης ἔλεγεν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ; ἔδει γὰρ εἰπεῖν, κατὰ τὴν τάξιν Ἀαρών. ∆ιὰ τοῦτό φησιν, Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; ∆ῆλον γὰρ ἐκ τούτου, ὡς ἐκείνη μὲν τέλος ἔλαβεν ἡ ἱερωσύνη, ἑτέρα δὲ ἀντεισενήνεκται πολλῷ βελτίων καὶ ὑψηλοτέρα. Τούτου δὲ ὁμολογουμένου, κἀκεῖνο συνωμολόγηται, ὅτι καὶ πολιτεία ἑτέρα τῇ ἱερωσύνῃ