64
λέγει· τουτέστι, τὸ μαρτύριον τῆς βασιλείας μετὰ παῤῥησίας πᾶσιν ἀπεδίδουν. Χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς. Καθάπερ ἐν οἰκίᾳ πατρικῇ υἱοὶ ὁμότιμοι πάντες, οὕτω διέκειντο. Οὐκ ἔνι γὰρ εἰπεῖν, ὅτι ἔτρεφον μὲν τοὺς ἄλλους· ὡς ἐξ ἰδίων δὲ τρέφοντες, οὕτω διέκειντο. Ἀλλὰ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι ἑαυτῶν ἀποστήσαντες τὰ πράγματα, οὕτως ἔτρεφον, ἵνα μηκέτι ὡς ἐξ ἰδίων, ἀλλ' ὡς ἐκ κοινῶν τρέφειν δοκῶσιν. Ὅσοι δὲ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. ∆ιεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχε. Πολλὴ ἡ τιμὴ, εἴ γε μὴ εἰς χεῖρας, ἀλλὰ παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἐτίθουν. Ἰωσῆς δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων, ὅ ἐστι μεθερμηνευόμενον, Υἱὸς παρακλήσεως. Οὐ δοκεῖ μοι οὗτος ἐκεῖνος εἶναι ὁ μετὰ Ματθίου· ἐκεῖνος γὰρ καὶ Ἰωσῆς ἐλέγετο καὶ Βαρσαβᾶς, ὕστερον δὲ ἐπεκλήθη καὶ Ἰοῦστος· οὗτος δὲ Βαρνάβας, υἱὸς παρακλήσεως ὑπὸ τῶν ἀποστόλων ἐπωνομάσθη. Καὶ δοκεῖ μοι ἀπὸ τῆς ἀρετῆς εἰληφέναι τὸ ὄνομα, ὡς πρὸς τοῦτο ἱκανὸς ὢν καὶ ἐπιτήδειος. Λευίτης, Κύπριος τῷ 60.95 γένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων. βʹ. Ἐνταῦθά μοι παρατήρει, πῶς δείκνυσι τὸν νόμον λυόμενον, καὶ πῶς φησι, Λευίτης ὢν, Κύπριος ἦν. Ὅτι λοιπὸν καὶ μετοικοῦντες ἐχρημάτιζον Λευῖται. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἀπολυθέντες, φησὶν, ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. Ὅρα τὸ ἄτυφον τῶν ἀποστόλων, καὶ τὴν φιλοσοφίαν. Οὐ περιελθόντες ἐκόμπασαν καὶ εἶπον, πῶς ἀπεχρήσαντο τοῖς ἱερεῦσιν, οὐδὲ ἐφιλοτιμήσαντο τῇ ἀπαγγελίᾳ, ἀλλ' ἁπλῶς ἐλθόντες, ἅπερ ἤκουσαν παρὰ τῶν πρεσβυτέρων, ἀπαγγέλλουσιν. Ἐντεῦθεν μανθάνομεν, ὅτι τοῖς πειρασμοῖς ἑαυτοὺς οὐκ ἐπέῤῥιπτον, ἀλλὰ μᾶλλον καὶ τοὺς ἐπαγομένους γενναίως ἔφερον. Ἄλλος δὲ εἴ τις ἦν, ἴσως ἂν τῇ τοῦ πλήθους παῤῥησίᾳ θαῤῥῶν κἂν ὕβρισε, κἂν μυρία ἐφθέγξατο δυσχερῆ. Ἀλλ' οὐχ οἱ φιλόσοφοι οὗτοι· ἀλλ' ἅπαντα ἡμέρως καὶ ἐπιεικῶς. Οἱ δὲ ἀκούσαντες, φησὶ, ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν. Ἡ κραυγὴ γέγονεν ἀπὸ ἡδονῆς καὶ διαθέσεως πολλῆς. Καὶ γὰρ αἱ τοιαῦται ἀνύουσιν εὐχαὶ, αἱ φιλοσοφίας γέμουσαι, αἱ περὶ τοιούτων γινόμεναι, αἱ παρὰ τῶν τοιούτων, αἱ ἐν τοῖς τοιούτοις καιροῖς, αἱ κατὰ τὸν τρόπον τοῦτον· ὡς αἵ γε ἄλλαι βδελυκταὶ καὶ ἀκάθαρτοι. Ὅρα, πῶς οὐδὲν περιττὸν, ἀλλὰ περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγονται μόνον· μᾶλλον δὲ καθάπερ ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις, Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ λαλῶ· οὕτω καὶ αὐτοί φασι, ∆ιὰ Πνεύματος ἁγίου. Ἰδοὺ καὶ ὁ Σωτὴρ ἐν Πνεύματι φθέγγεται. Τί δέ ἐστιν, ὃ καὶ λέγουσιν, ἄκουε. ∆έσποτα ὁ Θεὸς ὁ διὰ στόματος ∆αυῒδ παιδός σου εἰπὼν, Ἵνα τί ἐφρύαξαν ἔθνη; Ἔθος γὰρ τῇ Γραφῇ περὶ ἑνὸς ὡς περὶ πολλῶν λέγειν. Ὃ οὖν λέγουσι, τοῦτό ἐστιν· Οὐκ αὐτοὶ ἴσχυσαν, ἀλλὰ σὺ τὸ πᾶν, ὁ ἐπιτρέψας καὶ εἰς πέρας ἀγαγὼν, εἰργάσω, ὁ εὐμήχανος καὶ σοφὸς, ὁ τοῖς ἐχθροῖς εἰς τὸ βούλημά σου χρησάμενος. Ἐνταῦθα γὰρ ταῦτα περὶ τῆς εὐμηχανίας καὶ σοφίας αὐτοῦ διαλέγονται, δηλοῦντες, ὅτι αὐτοὶ μὲν συνῆλθον ὡς ἐχθροὶ φονικῇ προαιρέσει, καὶ ὡς ἐναντιούμενοι· ἐποίουν δὲ, ἃ σὺ ὅμως ἐβούλου ποιῆσαι, Ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. Τί ἐστιν, Ἡ χείρ σου; Ἐνταῦθά μοι δοκεῖ χεῖρα λέγειν τὴν δύναμιν καὶ βουλήν. Ἀρκεῖ, φησὶ, βουληθῆναί σε μόνον· οὐδεὶς γὰρ δυνάμει προορίζει. Τὸ οὖν, Ὅσα ἡ χείρ σου, τοῦτό ἐστιν, Ὅσα διέταξας. Ἢ τοίνυν τοῦτο λέγει, ἢ ὅτι τῇ χειρὶ διέπραττεν. Ὥσπερ οὖν τότε κενὰ ἐμελέτησαν, οὕτω καὶ νῦν, φησὶ, κενὰ μελετῆσαι αὐτοὺς ποίησον. Καὶ δὸς τοῖς δούλοις σου· τουτέστι, Μὴ εἰς ἔργον ἔλθοιεν αἱ ἀπειλαὶ αὐτῶν. Ταῦτα δὲ ἔλεγον, οὐκ αὐτοὶ παραιτούμενοι δυσχερές τι παθεῖν, ἀλλ' ὑπὲρ τοῦ κηρύγματος. Οὐ γὰρ εἶπον, Καὶ ἐξελοῦ τῶν κινδύνων ἡμᾶς· ἀλλὰ τί; Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου. Ὁ οὖν ἐκεῖνα εἰς τέλος ἀγαγὼν, καὶ ταῦτα ἄγαγε. Ὃν ἔχρισας, φησίν. Ὅρα, πῶς καὶ ἐν