1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

65

τῇ εὐχῇ διαιροῦσι τὸ πάθος, καὶ τὸ πᾶν εἰς αὐτὸν ἀνατιθέασι, καὶ τῆς παῤῥησίας αὐτὸν αἴτιον εἶναι λέγουσιν. Εἶδες, πῶς πάντα διὰ τὸν Θεὸν αἰτοῦσι, καὶ οὐδὲν εἰς οἰκείαν δόξαν οὐδὲ φιλοτιμίαν; Τὸ μὲν οὖν αὐτῶν ἐπαγγέλλονται, ὅτι οὐ καταπλαγήσονται· ἀξιοῦσι δὲ σημεῖα γενέσθαι. Ἐν τῷ τὴν 60.96 χεῖρά σου, φησὶν, ἐκτείνειν εἰς ἴασιν, καὶ σημεία καὶ τέρατα γίνεσθαι. Καλῶς· χωρὶς γὰρ τούτων, εἰ μυρίαν ἐπεδείξαντο προθυμίαν, εἰκῆ πάντα ἐποίουν. Ἐπένευσεν αὐτῶν τῇ δεήσει, καὶ δῆλον τοῦτο ἐποίησε σείσας τὸν τόπον, ὅτι πάρεστι ταῖς εὐχαῖς αὐτῶν. ∆εηθέντων γὰρ αὐτῶν, φησὶ, ἐσαλεύθη ὁ τόπος. Ὅτι δὲ διὰ τοῦτο ἐγένετο, ἄκουε τοῦ προφήτου λέγοντος· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· καὶ πάλιν, Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Ποιεῖ δὲ τοῦτο ὁ Θεὸς καὶ διὰ φόβον μείζονα, καὶ εἰς θάρσος αὐτοὺς ἐνάγων μετὰ τὰς ἀπειλὰς ἐκείνας, καὶ εἰς παῤῥησίαν πλείονα ἀλείφων. Ἐπεὶ γὰρ ἀρχὴ ἦν, καὶ αἰσθητοῦ ἐδέοντο σημείου πρὸς τὸ πιστευθῆναι αὐτοὺς, μετὰ δὲ ταῦτα οὐδαμοῦ τοῦτο γίνεται· πολλῆς οὕτω παρακλήσεως ἔτυχον ἀπὸ τῆς εὐχῆς. Εἰκότως δὲ καὶ σημείων χάριν αἰτοῦσιν· οὐδαμόθεν ἄλλοθεν εἶχον γὰρ ἐπιδεῖξαι, ὅτι ἀνέστη, ἀλλ' ἢ ἀπὸ τῶν σημείων. Ὥστε οὐ τὴν ἀσφάλειαν ἐζήτουν τὴν αὐτῶν μόνον, ἀλλὰ [καὶ] τὸ μὴ καταισχυνθῆναι, ἀλλὰ τὸ ἐν παῤῥησίᾳ φθέγγεσθαι. Ἐσαλεύθη ὁ τόπος, καὶ αὐτοὺς μᾶλλον ἐστερέωσε. Τοῦτο δὲ ποτὲ μὲν ὀργῆς ἐστι δεῖγμα, ποτὲ δὲ ἐπισκέψεως καὶ προνοίας, νυνὶ δὲ ὀργῆς. Ἐπὶ δὲ τοῦ σωτηρίου πάθους ξένως καὶ παρὰ φύσιν γέγονε. [Καὶ γὰρ τότε πᾶσα ἐσαλεύθη ἡ γῆ. Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ ἔλεγε· Τότε ἔσονται λιμοὶ καὶ λοιμοὶ, καὶ σεισμοὶ κατὰ τόπους. Ἄλλως δὲ καὶ ὀργῆς τῆς κατ' ἐκείνων ἦν· τούτους γὰρ Πνεύματος ἐνέπλησεν. Ὅρα, καὶ οἱ ἀπόστολοι μετὰ τὴν εὐχὴν Πνεύματος πληροῦνται. Καὶ χάρις μεγάλη ἦν, φησὶν, ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς.] Ὁρᾷς, ὅτι πολλὴ τοῦ πράγματος ἡ δύναμις, ὅπου γε καὶ ἐκεῖ ταύτης ἔδει. Αὕτη γὰρ ἡ ὑπόθεσις τῶν ἀγαθῶν, ἧς καὶ δεύτερον μέμνηται, παραινῶν πᾶσι τὴν τῶν χρημάτων ὑπεροψίαν· ἀνωτέρω μὲν λέγων, ὅτι Οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι· ἐνταῦθα δὲ, ὅτι Οὐκ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς. γʹ. Ὅτι γὰρ οὐ τῶν σημείων ἦν τὸ γινόμενον μόνον, ἀλλὰ καὶ τῆς αὐτῶν προαιρέσεως, δηλοῖ ἡ Σάπφειρα καὶ ὁ Ἀνανίας. Οὐ λόγῳ δὲ, ἀλλὰ καὶ δυνάμει τὸ μαρτύριον τῆς ἀναστάσεως ἐδείκνυσαν· καθάπερ καὶ Παῦλος λέγει· Καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως. Καὶ οὐχ ἁπλῶς δυνάμει, ἀλλὰ, μεγάλῃ δυνάμει. Καλῶς δὲ εἶπε, Χάρις ἦν ἐπὶ πάντας. ∆ιὰ τοῦτο γὰρ ἡ χάρις, ὅτι οὐδεὶς ἦν ἐνδεής· τουτέστιν, ἀπὸ τῆς πολλῆς προθυμίας τῶν ἐπιδιδόντων οὐδεὶς ἦν ἐνδεής. Οὐ γὰρ μέρει μὲν ἐδίδοσαν, μέρει δὲ ἐταμιεύοντο· οὐδὲ πάντα μὲν, ὡς ἴδια δέ. Τὴν ἀνωμαλίαν ἐκ μέσου ἐξήγαγον, καὶ ἐν ἀφθονίᾳ ἔζων πολλῇ· καὶ μετὰ πολλῆς δὲ τῆς τιμῆς τοῦτο ἐποίουν. Οὐδὲ γὰρ εἰς τὰς χεῖρας ἐτόλμων δοῦναι, οὐδὲ τετυφωμένως παρεῖχον, ἀλλὰ παρὰ τοὺς πόδας ἔφερον, καὶ αὐτοὺς οἰκονόμους ἠφίεσαν γίνεσθαι, καὶ κυρίους ἐποίουν, ἵνα ὡς ἐκ κοινῶν λοιπὸν ἀναλίσκηται, ἀλλὰ μὴ ὡς ἐξ ἰδίων. Τοῦτο καὶ 60.97 πρὸς τὸ μὴ κενοδοξεῖν αὐτοὺς συνεβάλλετο. Τοῦτο εἰ καὶ νῦν γέγονε, μετὰ πλείονος ἂν τῆς ἡδονῆς ἐβιώσαμεν, καὶ πλούσιοι καὶ πένητες. Οὐ τοῖς πένησι δὲ μᾶλλον, ἢ τοῖς πλουσίοις τοῦτο ἔφερεν ἂν τὴν ἡδονήν. Καὶ εἰ βούλει, τέως ὑπογράψωμεν αὐτὸ τῷ λόγῳ, καὶ ταύτῃ καρπωσώμεθα τὴν ἡδονὴν, ἐπειδὴ ἐν ἔργοις οὐ βούλεσθε. Μάλιστα μὲν γὰρ καὶ ἐξ ἐκείνων δῆλον τῶν τότε γενομένων, ὅτι πωλοῦντες οὐκ ἦσαν ἐνδεεῖς, ἀλλὰ καὶ τοὺς πένητας πλουσίους ἐποίουν. Πλὴν ἀλλὰ καὶ νῦν ὑπογράψωμεν τοῦτο τῷ λόγῳ, καὶ πάντες τὰ αὐτῶν πωλείτωσαν πάντα, καὶ φερέτωσαν εἰς μέσον, τῷ λόγῳ λέγω· μηδεὶς θορυβείσθω, μήτε πλούσιος, μήτε πένης. Πόσον οἴει χρυσίον συνάγεσθαι; Ἐγὼ στοχάζομαι (οὐ γὰρ δὴ μετὰ ἀκριβείας δυνατὸν εἰπεῖν), ὅτι εἰ πάντες καὶ πᾶσαι τὰ αὐτῶν ἐνταῦθα ἐκένωσαν χρήματα, καὶ