1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

66

τῆς βασιλείας τῶν οὐρανῶν εἰς δόξαν αὐτοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

48.927 ΚΑΤΑ ΙΟΥ∆ΑΙΩΝ. Λόγος ὄγδοος.

αʹ. Παρῆλθεν ἡ νηστεία τῶν Ἰουδαίων, μᾶλλον δὲ ἡ μέθη τῶν Ἰουδαίων.

Ἔστι γὰρ καὶ χωρὶς οἴνου μεθύειν, ἔστι καὶ νήφοντα παροινεῖν καὶ ἐν ἀσωτίᾳ κωμάζειν. Εἰ μὴ ἦν χωρὶς οἴνου μεθύειν, οὐκ ἂν εἶπεν ὁ προφήτης, Οὐαὶ οἱ μεθύοντες οὐκ ἀπὸ οἴνου· εἰ μὴ ἦν χωρὶς οἴνου μεθύειν, οὐκ ἂν εἶπεν ὁ Παῦλος, Μὴ μεθύσκεσθε οἴνῳ. Ὡς γὰρ ἐνὸν καὶ ἄλλως μεθύειν, εἶπε· Μὴ μεθύσκεσθε οἴνῳ. Ἔστι γὰρ, ἔστι καὶ ὀργῇ μεθύειν, καὶ ἐπιθυμίᾳ ἀτόπῳ, καὶ φιλαργυρίᾳ, καὶ κενοδοξίᾳ, καὶ μυρίοις ἑτέροις πάθεσι. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἔκστασις τῶν ὀρθῶν λογισμῶν, καὶ παραφροσύνη, καὶ τῆς κατὰ ψυχὴν ὑγιείας ἀναίρεσις. Οὐ τοίνυν μόνον ὁ ἄκρατον ἐκχεόμενος πολὺν, ἀλλὰ καὶ ὁ πάθος ἕτερον ἐν τῇ ψυχῇ τρέφων, μεθύειν λέγοιτο ἂν ἰσχυρῶς. Καὶ γὰρ ὁ γυναικὸς ἐρῶν τῆς οὐκ ἰδίας, καὶ πόρναις ἐσχολακὼς, μεθύει. Καὶ καθάπερ ἐκεῖνος, ὁ πολὺν ἄκρατον πιὼν καὶ παρενεχθεὶς ἀνελεύθερα φθέγγεται ῥήματα, καὶ ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ· οὕτω καὶ οὗτος, καθάπερ τινὸς ἀκράτου, τῆς ἀκολάστου ταύτης ἐπιθυμίας πληρούμενος, οὐδὲν ὑγιὲς ἐκφέρει ῥῆμα, ἀλλ' αἰσχρὰ πάντα καὶ διεφθαρμένα καὶ ἀνελεύθερα καὶ γέλωτος γέμοντα, καὶ ἕτερα ἀνθ' ἑτέρων βλέπει, πρὸς μὲν τὰ ὁρώμενα τυφλώττων· ἣν δὲ ἐπιθυμεῖ καθυβρίσαι, ταύτην πανταχοῦ φανταζόμενος, καὶ καθάπερ ἐξεστηκώς τις καὶ παραπαίων, καὶ ἐν συλλόγοις, καὶ ἐν συμποσίοις, καὶ ἐν παντὶ καιρῷ, καὶ ἐν παντὶ τόπῳ, μυρίων μυρία πρὸς αὐτὸν διαλεγομένων, οὔτε ἀκούειν δοκεῖ, ἀλλὰ πρὸς ἐκείνην τέταται, καὶ τὴν ἁμαρτίαν ὀνειροπολεῖ· καὶ πάντα ὑφορᾶται καὶ δέδοικε, λινοπλῆγός τινος ζώου οὐδὲν ἄμεινον διακείμενος. Καὶ ὁ ὀργῇ κατεχόμενος μεθύει πάλιν· οὕτω γοῦν αὐτοῦ καὶ ἡ ὄψις οἰδεῖ, καὶ ἡ φωνὴ τραχύνεται, καὶ οἱ ὀφθαλμοὶ γίνονται ὕφαιμοι, καὶ ὁ νοῦς σκοτοῦται, καὶ ἡ διάνοια καταποντίζεται, καὶ ἡ γλῶσσα τρέμει, καὶ οἱ ὀφθαλμοὶ παραφέρονται, καὶ αἱ ἀκοαὶ ἕτερα ἀνθ' ἑτέρων ἀκούουσιν, ἀκράτου παντὸς χαλεπώτερον τῆς ὀργῆς αὐτοῦ πληττούσης τὴν μήνιγγα, καὶ χειμῶνα ἐργαζομένης, καὶ ζάλην ποιούσης ἀπαραμύθητον. Εἰ δὲ ἐπιθυμίᾳ τις καὶ ὀργῇ κατεχόμενος μεθύει, πολλῷ μᾶλλον ἀσεβῶν ἄνθρωπος, καὶ εἰς Θεὸν βλασφημῶν, 48.928 καὶ ἐναντιούμενος αὐτοῦ τοῖς νόμοις, καὶ τῆς ἀκαίρου φιλονεικίας μηδέποτε ταύτης καθυφεῖναι βουλόμενος, μεθύει καὶ μέμηνε, καὶ κωμαζόντων καὶ ἐξεστηκότων ἀθλιώτερον διάκειται, κἂν αὐτὸς αἰσθάνεσθαι μὴ δοκῇ. Τοῦτο γὰρ μάλιστα μέθης ἐστὶν ἄξιον, τὸ μηδὲ ἐν οἷς τις ἀσχημονεῖ αἴσθησίν τινα ἔχειν· ὥσπερ οὖν καὶ παραπληξίας τοῦτο μάλιστά ἐστι τὸ δεινὸν, ὅτι νοσοῦντες οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, ὅτι νοσοῦσιν· ὡσπεροῦν καὶ οἱ Ἰουδαῖοι νῦν μεθύοντες οὐκ αἰσθάνονται. Ἡ μὲν οὖν νηστεία αὐτῶν παρῆλθεν, ἡ μέθης ἁπάσης αἰσχροτέρα· ἡμεῖς δὲ τὴν περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους μὴ καταλύσωμεν πρόνοιαν, μηδὲ ἄκαιρόν τινα νομίσωμεν αὐτῶν εἶναι λοιπὸν τὴν ἐπιμέλειαν· ἀλλ' ὅπερ οἱ στρατιῶται ποιοῦσιν, ἐπειδὰν συμβολῆς γενομένης τρέψωνται τοὺς ἐναντίους, ἀπὸ τῆς διώξεως ἐπανιόντες, οὐκ εὐθέως ἐπὶ τὰς σκηνὰς τρέχουσιν, ἀλλὰ πρότερον ἐπὶ τὸν τόπον τῆς συμβολῆς ἐλθόντες, τοὺς ἐξ αὐτῶν καταπεσόντας ἐξαιροῦνται, καὶ τοὺς μὲν ἀποθανόντας τῇ γῇ κρύπτουσιν, εἰ δέ τινας ἴδοιεν μεταξὺ τῶν νεκρῶν πνέοντας ἔτι, καὶ μὴ καιρίαν ἔχοντας πληγὴν, εἰς τὰς σκηνὰς ἀνελόμενοι μετὰ πολλῆς ἀπάγουσι τῆς θεραπείας, καὶ τὸ βέλος ἐξελκύσαντες, καὶ ἰατροὺς καλέσαντες, καὶ τὸ αἷμα περιπλύναντες, καὶ φάρμακα ἐπιθέντες, καὶ τὰ ἄλλα πάντα ἐπιμελησάμενοι, πρὸς ὑγίειαν ἐπανάγουσιν· οὕτω καὶ ἡμεῖς τοίνυν, ἐπειδὴ τῇ τοῦ