66
χωρία καὶ κτήματα καὶ οἰκίας ἀπέδοντο (ἀνδράποδα γὰρ οὐκ ἂν εἴποιμι· οὐδὲ γὰρ τότε τοῦτο ἦν, ἀλλ' ἐλευθέρους ἴσως ἐπέτρεπον γίνεσθαι)· τάχα ἂν ἑκατὸν μυριάδες λιτρῶν χρυσίου συνήχθησαν· μᾶλλον δὲ καὶ δὶς καὶ τρὶς τοσαῦτα. Εἰπὲ γάρ μοι, ἡ πόλις ἡμῖν εἰς πόσον μιγάδων ἀριθμὸν νῦν τελεῖ; πόσους βούλεσθε εἶναι Χριστιανούς; βούλεσθε δέκα μυριάδας, τὸ δὲ ἄλλο Ἑλλήνων καὶ Ἰουδαίων; πόσαι μυριάδες χρυσίου συνελέγησαν; πόσος δὲ ἀριθμός ἐστι πενήτων; Οὐκ οἶμαι πλέον μυριάδων πέντε. Τούτους δὴ καθ' ἑκάστην ἡμέραν τρέφεσθαι, πόσῃ ἀφθονία ἦν; Μᾶλλον δὲ κοινῆς τῆς τροφῆς γινομένης, καὶ συσσίτων ὄντων, οὐδὲ πολλῆς ἂν ἐδέησε δαπάνης. Τί οὖν, φησὶν, ἐμέλλομεν ποιεῖν μετὰ τὸ ἀναλωθῆναι; Σὺ οἴει δυνηθῆναι ἀναλωθῆναί ποτε; οὐ γὰρ ἂν μυριοπλασίων ἡ τοῦ Θεοῦ χάρις γέγονε; οὐ γὰρ πλουσίως ἂν ἡ τοῦ Θεοῦ χάρις ἐξεχύθη; Τί δέ; οὐκ ἂν οὐρανὸν ἐποιήσαμεν τὴν γῆν; Εἰ ἔνθα τρισχίλιοι καὶ πεντακισχίλιοι, τοῦτο γενόμενον οὕτως ἔλαμψε, καὶ οὐδεὶς αὐτῶν πενίαν ᾐτιάσατο, πόσῳ μᾶλλον ἐν τοσούτῳ πλήθει; τίς δὲ οὐκ ἂν καὶ τῶν ἔξωθεν ἐπέδωκεν; Ἵνα δὲ δείξω, ὅτι τὸ διεσπάσθαι, τοῦτο δαπανηρὸν καὶ πενίας ποιητικὸν, ἔστω οἰκία, ἔνθα παιδία δέκα καὶ γυνὴ καὶ ἀνὴρ καὶ ἡ μὲν ἐριουργείτω, ὁ δὲ ἔξωθεν φερέτω προσόδους· εἰπὲ δή μοι, οὗτοι κοινῇ σιτούμενοι, καὶ μίαν ἔχοντες οἰκίαν, πλείονα ἂν ἀναλίσκοιεν, ἢ διασπασθέντες; Εὔδηλον, ὅτι διασπασθέντες; Εἰ γὰρ μέλλοιεν διεσπάσθαι τὰ δέκα παιδία, δέκα καὶ οἰκημάτων χρεία, δέκα τραπεζῶν, δέκα ὑπηρετῶν, καὶ τῆς ἄλλης προσόδου τοσαύτης. Τί δὲ, ἔνθα δούλων πλῆθός ἐστιν; οὐχὶ διὰ τοῦτο πάντες μίαν ἔχουσι τράπεζαν, ὥστε μὴ πολλὴν γενέσθαι τὴν δαπάνην; Ἡ γὰρ διαίρεσις ἀεὶ ἐλάττωσιν ἐμποιεῖ, ἡ δὲ ὁμόνοια καὶ συμφωνία αὔξησιν. Οὕτως οἱ ἐν τοῖς μοναστηρίοις ζῶσι νῦν, ὥσπερ ποτὲ οἱ πιστοί. Τίς ἂν ἀπέθανεν οὖν ἀπὸ λιμοῦ; τίς δὲ οὐ διετράφη μετὰ ἀφθονίας πολλῆς; Νῦν μὲν οὖν τοῦτο δεδοίκασιν ἄνθρωποι μᾶλλον, ἢ εἰς πέλαγος ἐμπεσεῖν ἄπλετον καὶ ἄπειρον. Εἰ δὲ πεῖραν ἐποιησάμεθα τούτου, τότε ἂν κατετολμήσαμεν τοῦ πράγματος. Πόσην οἴει καὶ χάριν εἶναι; Εἰ γὰρ τότε, ὅτε οὐδεὶς ἦν πιστὸς, ἀλλὰ τρισχίλιοι καὶ πεντακισχίλιοι μόνον· ὅτε πάντες οἱ τῆς οἰκουμένης ἦσαν ἐχθροί· ὅτε οὐδαμόθεν προσεδόκων παραμυθίαν, οὕτω δὴ κατετόλμησαν τοῦ πράγματος· πόσῳ μᾶλλον νῦν τοῦτο ἂν ἐγένετο, ἔνθα τῇ τοῦ Θεοῦ χάριτι πανταχοῦ τῆς οἰκουμένης πιστοί; τίς δ' ἂν ἔμενεν Ἕλλην λοιπόν; Οὐδένα ἔγωγε ἡγοῦμαι· οὕτως ἂν πάντας 60.98 ἐπεσπασάμεθα, καὶ εἱλκύσαμεν πρὸς ἡμᾶς αὐτούς. 60.98 Πλὴν ἀλλ' ἐὰν ὁδῷ ταύτῃ προβαίνωμεν, πιστεύω τῷ Θεῷ, ὅτι καὶ τοῦτο ἔσται. Πείσθητέ μοι μόνον, καὶ κατὰ τάξιν κατορθώσομεν τὰ πράγματα· καὶ ἂν ὁ Θεὸς ζωὴν δῷ, πιστεύω, ὅτι ταχέως εἰς ταύτην ἡμᾶς ἄξομεν τὴν πολιτείαν. Τέως τὸν νόμον τὸν περὶ τοῦ ὅρκου κατορθώσατε, καὶ βεβαιώσατε· καὶ ὁ φυλάξας τὸν μὴ φυλάξαντα δῆλον ποιείτω, καὶ ἐγκαλείτω λοιπὸν, καὶ ἐπιτιμάτω σφοδρῶς. Ἡ γὰρ προθεσμία ἐγγὺς, καὶ ἐξέτασιν ποιήσω τοῦ πράγματος, καὶ τὸν ἁλόντα ἀφορίσω καὶ ἀπείρξω. Ἀλλὰ μηδένα γένοιτο τοιοῦτον εὑρεθῆναι παρ' ἡμῖν, ἀλλὰ πάντας μετὰ ἀκριβείας τὸ σύνθημα τὸ πνευματικὸν τοῦτο φυλάξαι. Καθάπερ οὖν ἐν πολέμῳ ἀπὸ τοῦ συνθήματος οἵ τε οἰκεῖοι καὶ ἀλλότριοι γνωρίζονται· οὕτω δὴ καὶ νῦν γινέσθω. Καὶ γὰρ καὶ νῦν ἐν πολέμῳ ἐσμὲν, ἵνα καὶ τοὺς ἀδελφοὺς ἐπιγινώσκωμεν τοὺς οἰκείους. Ὅσον γάρ ἐστιν ἀγαθὸν τοῦτο ἡμῖν εἶναι τὸ γνώρισμα, καὶ ἐνταῦθα καὶ ἐπὶ τῆς ἀλλοτρίας; οἷον τοῦτο ὅπλον κατὰ τῆς τοῦ διαβόλου μηχανῆς; Στόμα γὰρ οὐκ εἰδὸς ὀμνύειν, ταχέως καὶ τὸν Θεὸν ἐν εὐχαῖς ἐπισπάσεται, καὶ τὸν διάβολον πλήξει καιρίαν πληγήν· στόμα οὐκ εἰδὸς ὀμνύειν, οὐδὲ ὑβρίζειν εἴσεται. Καθάπερ ἐξ οἰκίας τινὸς, οὕτως ἀπὸ τῆς γλώττης τὸ πῦρ ἔκβαλε τοῦτο, καὶ παρέλκυσον ἔξω. ∆ὸς αὐτῇ μικρὸν ἀναπνεῦσαι· τὸ ἕλκος ἀσθενέστερον ποίησον. Ναὶ παρακαλῶ, ἵνα ὑμῖν καὶ ἕτερόν τι ἐκδῶ μάθημα· οὔπω γὰρ τούτου κατωρθωμένου, οὐ τολμῶ ἐπὶ ἕτερόν τι ἐλθεῖν. Τοῦτο μετὰ ἀκριβείας ὑμῖν κατορθωθήτω· τούτου λάβετε τοῦ κατορθώματος αἴσθησιν πρότερον, καὶ τότε